Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

217. ἤυσε] ἐπεὶ ἄπιστον ἦν ἐν τοσούτῳ θορύβῳ μὴ μόνον ἀκουσθῆ- [*](AB=) ναι ἀλλὰ καὶ φοβῆσαι, τὴν Ἀθηνᾶν συνεπιφθεγγομένην παρέλαβεν.

219. σάλπιγξ] αὐτὸς μὲν οἶδε σάλπιγγα, οὐκ εἰσάγει δὲ 〈τοὺς⟩ [*](A+B=) ἥρωας εἰδότας. §. Μήλας δὲ ιἩρακλέους καὶ Ὀμφάλης ἐν τῇ καθόδῳ τῶν Ἡρακλειδῶν σαλπίζων κατέπληξε τοὺς πολεμίους. §. σαλπίγγων δὲ εἴδη ἕξ. πρώτη ἡ Ἑλληνική, μακρὰ τὸ σχῆμα, ἣν Τυρρηνοῖς [*](B+) εὗρεν ἡ Ἀθηνᾶ· διὸ καὶ “Σάλπιγξ παρὰ Ἀργείοις τιμᾶται. δευτέρα ἡ στρογγύλη ὑπὸ Αἰγυπτίων εὑρημένη, ἣν χνοῦν καλοῦσιν· χρῶνται δὲ αὐτῇ πρὸς θυσίαν καλοῦντες τοὺς ὄχλους διʼ αὐτῆς· ἣν ευρεν Ὄσιρις. τρίτη ἡ Γαλατικὴ χωνευτή, οὐ πάνυ μεγάλη, τὸν κώδωνα θηρίου ἔχουσα, ἔσωθεν δὲ εἰρόμενον αὐλὸν μολίβ〈δ〉ινον, εἰς ὃν ἐμφυσῶσιν οἱ σαλπιγκταί· ἔστι δὲ ὀξύφωνος καὶ καλεῖται ὑπὸ τῶν Κελτῶν κάρνυξ. τετάρτη ἡ Παφλαγονική, ἥτις μείζων μέν ἐστι τῆς Ἑλληνικῆς, τὸν δὲ κώδωνα βοὸς προτομὴν ἔχει· ἔστι δὲ βαρύφωνος καὶ ἀναφυσητή· καλεῖται δὲ βόινος. πέμπτη Μηδική, τὸν αὐλὸν καλάμινον τὸν δὲ κώδωνα βαρύφωνον ἔχουσα, ὀγκόφωνος· ἡ δʼ ἕκτη Τυρσηνικὴ ὁμοία Φρυγίῳ αὐλῷ, τὸν κώδωνα κεκλασμένον ἔχουσα· ἔστι δὲ λίαν ὀξύφωνος· καλεῖται δὲ λιγῦν. ταύτης εἰσὶν εὑρεταὶ Τυρσηνοί, οὐ τῆς παῤ Ἕλλησιν.

[*](1. φανήσονται (scil. οἱ πυρσοί) etiam Eust.: -εται coni. W (scil. ὁ καπνός) ‖ 2. ὅτε ante οὐκ omisi ‖ ἀμαυρωθήσεται ‖ 3. κρύπτοιτο ut B ‖ 6. αἰθόμενον Pindari codd.: αἰσθόμενον ‖ 13. φοβῆσαι W: φονεῦσαι ‖ 14. sup- plevi ex A ‖ 15. Μήλας] Ἀρχώνδας schol. Soph. Ai. 17, Τυρσηνός Paus. Π. 21, 3, Hyg. fab. 274. ‖ 16. σαλπίζων scripsi: ἀγαγὼν ‖ 19. καλουμένη χνούη Eust. ‖ 22. θηριόμορφον ἔχ. Eust. ‖ δέ ἔσωθεν: traieci, cf. Eust. ‖ 25. προτομὴυ Eust.: πρὸς τομὴν ‖ 26. βόινος etiam Eust. ‖ 27. post ὀγκ. ite- ratur καλεῖται δὲ πέμπτη Μηδική ‖ 28. ἡ δʼ ἔκτη scripsi, ἔκτη Eust.: ἐκλεκτὴ )
254
[*](A- B+)

ὑπὸ θυμοραιστέων] ἢ πλεονάζει ἡ “ὑπό,” ⟨ἢ⟩ τὸ ἑξῆς, ὡς δʼ ὅτʼ ἀριζήλη φωνὴ ὑπὸ δηίων, καὶ ἀπὸ κοινοῦ τὸ “δηίων.”

[*](B=)

220. *περιπλομένων] περικαθεζομένων.

224. ὄχεα] καινὸν εἶδος καὶ ἄξιον Ἀχιλλέως, τῇ βοῇ ἀνατρεπό- μενα ἅρματα καὶ τοῖς ἰδίοις δόρασι περιπείροντα τοὺς ὀχουμένους.

*ὄσσοντο γάρ] οἱ ἵπποι ἢ οἱ ἐπιβάται.

[*](A~B=)

230. δυώδεκα] ἄδηλον, εἰ καθʼ ἑκάστην κραυγὴν δώδεκα. τοσοῦ- τος γὰρ ἦν ὁ τάραχος τῆς φάλαγγος, ὡς περιπταίοντας τοῖς ἅρμασιν ἀπολέσθαι.

231. *σφοῖσι] ἀντὶ τοῦ ἀλλήλων.

[*](A- B=)

236. ἐν φέρτρῳ] φορείῳ. ἐπὶ ἀσπίδος δὲ ἢ τινος τοιούτου φέρουσιν.

238. νοστήσαντα] ἀφικόμενον εἰς τὸν τόπον οὗ ἐχωρίσθη.

[*](A+B-)

239. ἠέλιον δὲ —πέμψεν] ἐπεὶ ὑπέσχετο Ζεὺς “δύῃ τʼ ἠέλιος” (Il. 17. 455). Ἀπόλλων δὲ ὁ ἥλιος, ὃς ἄκων δύνει· ἠπίστατο γὰρ πρὸς ἀριστείαν Τρωσὶ δεδομένην παρὰ Διὸς τὴν ἡμέραν ταύτην (Il. 8. 72). μυθικῶς δὲ τοῦτο, ὡς καὶ ἐν Ὀδυσσείᾳ (23. 243) “ἠῶ δʼ αὖτε ῥύσατʼ ἐπʼ Ὤκεανοῦ.”

244. * ἔλυσαν ὑφʼ ἅρμασιν] τοὺς ὑπὸ τοῖς ἅρμασιν.

[*](B=)

245. εἰς δʼ ἀγορήν] ἄκρως τὴν πτοίαν αὐτῶν δηλοῖ· πλῆθος γάρ ἐστι συντρέχον εἰς ἐκκλησίαν, οὐ στρατηγοῦ καλοῦντος ἀλλὰ τοῦ φόβου· καὶ ἑστῶτες ἐκκλησιάζουσιν, οὐδὲ τὸν ἡμερινὸν πόνον ὀλίγῳ παραμυθησάμενοι· καὶ ἰδιώτης δημηγορεῖ, τὸν στρατηγὸν παρωσά- μενος.

[*](A=)

πάρος δόρποιο] εἰς ἐπίτασιν, ὅτι καὶ πρὸ τῆς τροφῆς ἐκκλησίαζον· κατήπειγε γὰρ ὁ φόβος.

[*](A~)

246. ὀρθῶν δʼ ἑσταότων] ἐπεὶ δηλοῖ καὶ τὸ μετεωρισθῆναι τὸ σῶμα— “ὀρθωθεὶς ἔνδυνε” (Il. 10. 21)—προσέθηκε τὸ “ἑσταό- των.”

[*](B=)

248. * δηρὸν δέ] ὁ“δέ” ἀντὶ τοῦ γάρ.

[*](A~B=)

250. πρόσ〈σ〉ω καὶ ὀπί〈 σ〉σω] σύστασίν τινα ἐποιήσατο τοῦ μέλλοντος ῥηθήσεσθαι λόγου· συνετοῦ γὰρ ἀνδρὸς πρὸς τὰ μέλλοντα ἁρμόζεσθαι καὶ προγνωστικώτερον τῶν ἄλλων φαίνεσθαι, ὅπερ καὶ ἐν [*](9. ἀπόλλυσθαι B ‖ 16. δοθεῖσαν B, διδομένην ‖ 17, 18. ἠὼς δʼ αὖτʼ ἐρύσατʼ ‖ 22. τὸν ἡμερινὸν πόνον B: τῶν -ῶν -ων ‖ 28. δὲ post ὀρθ. add. codd. Il. ‖ 28, 29. τὸ ἐφεσταότων ‖ 30. ὁ B: τὸ ‖ 31. ἐποιήσαντο B 31, 32. ἐπ. τοῦ μ. ῥηθ. B: ἐπ. μ. δὲ ῥηθ. ‖ 33. προνουστικάτερον B )

255
λοιδορίας μέρει παραλαμβάνει· “οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσ〈σ〉ω καὶ ὀπίσ〈σ〉ω” (Il. 1. 343).

ἄλλως: πρόσ〈σ〉ω καὶ ὀπίσ〈σ〉ω] “πρόσ〈σ〉ω” τὸ παρελθόν, [*](B=) ἐπειδὴ τὸ ἔμπροσθεν βλέπεται· καλεῖται δὲ πρόνοια. “ὀπίσ〈σ〉ω” δὲ τὸ μέλλον, ὅτι ἀφανές ἐστιν· καλεῖται δὲ ἀγχίνοια.

251. Ἕκτορι δʼ ἦεν ἑταῖρος] διὸ παρρησιάζεται ἀεὶ πρὸς τὸ συμ- [*](B=) φέρον αὐτῷ· ὥστε δεῖ τοὺς ἑταίρους οὐ τὰ προσφιλῆ ἀλλὰ τὰ συμ- φέροντα λέγειν.

ἰῇ δʼ ἐν νυκτὶ γένοντο] πῶς ἐν μιᾷ νυκτὶ γενόμενοι τοσοῦτον ἀλλή- [*](A=) λων διαφέρουσι, τῆς συμπαθείας τῶν οὐρανίων ὁμοίως πρὸς ἀμφοτέρους ἐχούσης; ἔστιν οὖν 〈διαφορὰ τοῖς γεννωμένοις οὐκ ἐν νυκτὶ μόνον, ἀλλὰ καὶ κατὰ τὴν τῆς ὥρας ἀκρίβειαν⟩. Ἡράκλειτος (cf. Bywater ad Heracl. fr. 119) ἐντεῦθεν ἀστρολόγον φησὶν Ὅμηρον καὶ ἐν οἷς φησι “μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν, οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται” (Il. 6. 488, 9).

νυκτὶ γένοντο] ἔννοιαν ἔχει τινὰ γενναίαν τὸ λεγόμενον, ὅτι οὐκ ἐν [*](A~B =) ταῖς ἡλικίαις ἀλλὰ παρὰ τὰς φύσεις ἡ σύνεσις τοῖς ἀνθρώποις περιγίνεται.

252. ἀλλʼ ὃ μὲν—μύθοισιν] δαιμονίως τῇ διαιρέσει, ὡς καὶ ἐν ἄλλοις· “μύθων τε ῥητῆῤ ἔμεναι πρηκτῆρά τε ἔργων” (Il. 9. 443) καὶ “οἳ περὶ μὲν βουλῇ Δαναῶν, περὶ δʼ ἐστὲ μάχεσθαι” (Il. 1. 258) καὶ “υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους” (Od. 4. 211).

254. ἀμφὶ μάλα φράζεσθε] εἰς ἐπίτασιν αὐτοὺς ἄγει εὐθὺς διὰ [*](B=) τῆς εἰσβολῆς, λέγων ὅτι πολλῆς ἐπισκέψεως τὰ παρόντα δεῖται· δεῖ γὰρ πρῶτον τὸν σύμβουλον δεῖξαι ὅτι περὶ μεγάλων ἡ σκέψις. καὶ τὸ “φίλοι” προσαγωγόν, ἵνα ἐμφήνῃ τὴν κηδεμονίαν.

κέλομαι γὰρ ἔγωγε ἄστυδε νῦν ἰέναι] κεφάλαια συμβου- [*](B=) λευτικὰ τὸ καλόν, τὸ δυνατόν, τὸ ἀναγκαῖον, τὸ συμφέρον· ὧν τὸ καλὸν πρὸς δόξαν ὁρᾷ· παρῆκε δὲ διὰ τὸν καιρόν· τὸ γὰρ ἀναχωρεῖν πλῆρες ἀδοξίας· τοῖς δὲ ἄλλοις ἀγωνίζεται· καὶ γὰρ δυνατόν φησι τὸ ἀναχωρεῖν νῦν, τὸ δὲ εἰς τὴν ἐπιοῦσαν ἡμέραν ἀδύνατον καταληφθέντων ὑπὸ Ἀχιλλέως· καὶ δυνατὸν τὸ ἀπὸ τείχους πολεμεῖν, εἰ δὲ κατα- λάβοι Ἀχιλλεύς, οὔ. τὸ δὲ συμφέρον, ὅτι νῦν ἀβλαβεῖς ἀπελεύ- [*](11, 12. supplevi ex A ‖ 18. ἐπιγίνεται B ‖ 20. ἔμμεναι ‖ 24. ὅτι B; ὤστε ‖ 25. δεῖ scripsi: ἔδει ut B ‖ 31. καταληφθέντων W: καταλειφθέντας B, -ηφθέντας)

256
σονται. ἀναγκαῖον δὲ ἡ φυλακὴ τῆς Ἰλίου, νυκτὸς μὲν ἀγρυπ- νούντων, ἡμέρας δὲ ἀπὸ τείχους πολεμούντων.

[*](B=)

νῦν ἰέναι] ἔμφασιν ἔχει τὸ “νῦν.” ὃ γὰρ ὑποβάλλει, τοιοῦτόν ἐστιν· νῦν πορεύεσθε, μὴ περιμένετε τὴν μεθʼ ἡμέραν φυγήν· τότε γὰρ πάντως φεύξεσθε βιασθέντες ὑπὸ Ἀχιλλέως. ἄμεινον οὖν προνοῆσαι τῆς ἀσφαλείας καὶ προλαβεῖν τὸν κίνδυνον.

[*](A=)

256. *ἑκὰς δέ] ὁ “δέ” ἀντὶ τοῦ γάρ.

[*](B=)

257. οὗτος ἀνήρ] οὗτος ὃν ἔχομεν ἐν νῷ. ἠθικὸν δὲ τὸ μὴ ὀνομά- σαι Ἀχιλλέα· ἐν γὰρ τῷ “οὗτος” μείζονα τὴν ἔμφασιν εἰργάσατο.

[*](B=)

258. ῥηίτεροι 〈πολεμίζειν)] ἀναγκαία ἡ ἀπαγγελία· ῥᾴδιοι εἰς τὸ πολεμεῖν, ὅ ἐστιν εὐήττητοι.

[*](B=)