Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

259. χαίρεσκον γάρ] ἀναγκαῖον καὶ τοῦτο, ἵνα δείξῃ ὅτι οὐ κατʼ ἴδιον ὄκνον ἀναχωρεῖν κελεύει ἀλλὰ διὰ τὸ ἐμπείρως ἔχειν Ἀχιλ- λέως.

[*](A=)

*ἐπὶ νηυσὶν ἰαύων] ἐπαυλιζόμενος ταῖς ναυσίν.

[*](A+ B=)

262. ὑπέρβιος] τοῦτο ἰδίᾳ ἀναγνωστέον. ἡ ἐστιν ‘ὑπεράγων τῇ βία.’

[*](A- B=)

264. μένος Ἄρηος δατέονται] μερίζονται τὸν πόλεμον νικῶντες καὶ νικώμενοι· ἢ ἄλλος ἄλλο τι πράσσοντες μερίζονται τὰ τοῦ πο- λέμου ἔργα, ὃ μὲν τοξεύων, ὃ δὲ ἀκοντίζων, ὃ δὲ σκυλεύων.

[*](A+)

265. ἠδὲ γυναικῶν] ἐξηγητικόν ἐστι τοῦ “ἀμυνέμεναι ὤρεσ〈σ〉ι” (Il. 5. 486) καὶ “ὀάρων ἕνεκα σφετεράων” (Il. 9. 327).

266. πίθεσθέ μοι] Τυραννίων παρώξυνε τὸ “πίθεσθε,” ἀγνοῶν ὅτι μεταγενεστέρων Ἰώνων ἐστὶ τὰ τοιαῦτα ‘πιθέσθε’ ‘λαβέσθε.’

[*](B-)

ὧδε γὰρ ἔσται] δαιμονίως κινεῖ τὸ σχῆμα, οὐχ ὑπόνοιαν ἀλλʼ ἀλήθειαν βεβαίαν προβαλλόμενος.

[*](B=)

268. εἰ δʼ ἄμμε κιχήσεται] ἄκρως προτρέπει ἁρπάσαι τὸν καιρόν καὶ πρὸ τοῦ κινδύνου τῆς ἀσφαλείας προνοῆσαι.

[*](AB=)

269. ὁρμηθεὶς σὺν τεύχεσιν] καιρίως κεῖται καὶ τὸ “σὺν τεύχε- σιν·” ἄοπλος γὰρ ἦν, φησί, πρὸς τῷ καὶ νύκτα ἐπιγεγονέναι· διόπερ νῦν ἡμῶν ἀπέσχετο.

[*](AB=)

270. γνώσεται] γνώσεται πάσχων κακῶς ὑπʼ αὐτοῦ. §. διὰ τί [*](B=)δὲ μὴ ἰδίᾳ ταῦτα πρὸς Ἕκτορά φησιν; ὅτι συνέρρευσεν ἐξαίφνης τὸ πλῆθος εἰς ἐκκλησίαν.

[*](1. ἡ φυλακὴ B: τὴν φυλακὴν ‖ 7. ὁ A: τὸ ‖ 10. ἀναγκαία ἡ B cf. l. 12; ἀττικῶς ἔχει ‖ ῥᾴδιοι B: ῥᾴδια ‖ 16. ὑπεράγων B:-ον ‖ 24. σχῆμα W; σῶμα ‖ 27. τὴν ἀσφάλειαν B ‖ 29. ἄνοπλος B)
257

271. πολλοὺς δὲ κύνες] οὐκ ἐν βλασφημίᾳ ταῦτά φησιν ἀλλὰ [*](A+ B=) ἐκφοβεῖ, ἵνα δέξωνται τὴν συμβουλήν.

272. ἀπʼ οὔατος] εἴθε δὴ τοῦτο οὐχ ὅπως μὴ ἴδοιμι, ἀλλὰ μηδὲ [*](A+ B=) ἀκούσαιι.

274. νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν] διὰ νυκτὸς κρατερῶς [*](A~ B =) βουλευσόμεθα· τὴν δὲ πόλιν οἱ πύργοι σώσουσιν.

σθένος ἕξομεν] “σθένος” τὴν δύναμιν, ὅ ἐστι τὴν στρατιάν. οὕτω [*](B-) καὶ οἱ συγγραφεῖς δύναμιν καλοῦσι τὸ στράτευμα· καὶ Σοφοκλῆς (fr. inc. 818 N.) “Ἐνετοῖσιν ἵπποις τοῖσιν ἐκλελεγμένοις ἥδιον εἰ χωροῖμεν ἢ παντὶ σθένει·” φησὶν οὖν, ὡς νυκτὸς ἐν ἐκκλησίᾳ βουλευ- σόμενοι συνάξουσι τὸν στρατόν. ἢ ἰσχυροποιήσομεν ἑαυτοὺς ἠθροισμένοι, τουτέστιν “ἐν τῷ ἠθροῖσθαι φυλαχθησόμεθα·ʼ τὸ γὰρ “εἰν ἀγορῇ” νῦν οὐκ ἐν 〈τῇ⟩ ἐκκλησίᾳ σημαίνει, ἀλλʼ ἐν τῷ ἀθροίσματι.

275. ὑψηλαί τε πύλαι] νῦν αἱ δίοδοι· ἀλλαχοῦ δὲ ἐπὶ τῶν θυρῶν, [*](B-) “ἐν χερσὶπύλας ἔχετε (Il. 21. 531)· “ἔρρηξεν δὲ πύλας καὶ μακρὸν ὀχῆα (Il. 13. 124)· “μέγα δʼ ἀμφὶ πύλαι μύκον” (Il. 12. 460).

277. πρῶι δʼ ὑπηοῖ〈οι⟩] τὸ “πρῶι” καὶ ἕως ἕκτης ὥρας δηλοῖ· διὸ [*](B=) προσέθηκε τὸ “ὑπηοῖοι.” Φιλήμων μεμίσθωνταί με δείλης πρωίας” (fr. inc. 116 M.), ἀντὶ τοῦ ἀρχομένης δείλης.

280. ἂψ πάλιν—ἐπὶ νῆας] ἀναγκαίως τῷ προδεδιδαγμένῳ κιν- [*](B=) δύνῳ 〈τῷ⟩ ἐκ τοῦ μένειν ἀντέθηκε τὴν ἐκ τῆς ἀναχωρήσεως ἀσφά- λειαν, καὶ ὅτι 〈ὁ⟩ πολέμιος μᾶλλον κινδυνεύσει ἤπερ ἡμεῖς.

“ἂψ πάλιν] ἐκ παραλλήλου τὸ αὐτό.

281. ἠλασκάζων] πλανῶν, παρὰ τὴν ἄλην· “ἐμὸν μένος ἠλασκά- [*](A- B=) ζει ” (Od. 9. 457). ὑποφαίνει δὲ ἡ λέξις τὸν μετὰ ἀναστροφῆς ἐλαύνοντα τοὺς ἵππους καὶ διαπειρώμενον εἰσελάσαι εἰς τὴν πόλιν.

283. πρίν μιν κύνες—ἔδονται] οἷον τεθνήξεται πρότερον ἢ πέρσει, [*](A+ B=) ὡς “οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν” (Il. 1. 29).

284. * ὑπόδρα ἰδών] τὸ βλέμμα δηλοῖ, ὅτι δυσαρέστως ἔχει [*](B=) πρὸς τοὺς λόγους.

285. Πο〈υ〉λυδάμα] τυραννικὴ ἡ εἰσβολή· οὐ γὰρ ὅτι μὴ [*](B=) σύμφορα εἰσηγήσατο ἀνατρέπει, ἀλλʼ ὡς οὐχ ἡδέα.

[*](3. εἴθε δὲ B ‖ 6. βουλευσόμεθα B: -σώμεθα ‖ 9. Ἐνετοῖσιν Hecker: ἐν τοῖσιν ‖ ἐκλελεγμένοις Schneidewin: ἐκλελειμμένος ‖ ἴδιον: corr. Hecker ‖ 10. χωρῶμεν: corr. Nauck ‖ 14. τῶν πυλῶν B ‖ 18. ὑπʼ ἡοῖ οἱ ‖ Φιλήμων B Eust.: φίλοι ἡμῶν ‖ μεμίσθωνται etiam B: -ωται Eust. ‖ 24, 5. ἀλυσκάζει B ‖ 31. τυραννικῶς τῇ εἰσβολῆ, cf. B)
258
[*](A+)

ἄλλως: Πο〈υ〉λυδάμα] δίχα τοῦ ν, ὡς “Λαοδάμα, τί με ταῦτα κελεύετε” (Od. 8. 153):

[*](A- B=)

286. ἀλήμεναι] ὃ μὲν τῆς ἀσφαλείας φροντίζων σεμνοῖς ὀνόμασιν ἐχρήσατο, ὃ δὲ μετατίθησι τὰ ὀνόματα δυσωπῶν τοὺς ἀκούοντας, “ἀλήμεναι” λέγων τὸ ἀναχωρῆσαι καὶ “ἐ〈ε〉λμένοι ἐνδοθι πύργων [*](B=)(287). §. ὁ τοῦ Ἕκτορος λόγος μετὰ τοῦ καλοῦ καὶ τὸ συμφέρον ἔχει, τουτέστι, συμφέροντος μέρος ἐστὶ καὶ τὰ περὶ τῶν χρημάτων, ἅπερ πολυχρονίῳ πολέμῳ ἐξαναλῶσθαι λέγει, ὅτι μείζων ἡ βλάβη πολιορκουμένων ἢ τῇ συμβολῇ κρίσιν διδόντων.

287. ἢ οὔπω κεκόρησθε] πρὸς τὸ “κέλομαι γὰρ ἔγωγε ἄστυδε νῦν ἰέναι” (254, 5).

[*](B=)