Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

553. πρῶτον δʼ Ἀτρέος υἱόν] οὐκ εἰκῆ, ἀλλʼ ἐπεὶ φαίνεται οὗτος [*](B=) μόνος ἀγωνιῶν ὑπὲρ Πατρόκλου.

[*](2. διὰ δὲ δέρην ἔκοψε Eust. ad Il. 15. 1 || 3. κὰδ δὲ λοπὸς Eust., καδδελωπὸς ‖ 2, 3. διὰ δέρην ἔκοψε μέσσην, κὰδ δὲ λῶπος coni. Bergk ‖ 14. τί ἔστιν Ἶρις in margine iteratum ‖ 18. supplevi ex B ‖ 20. ἀντιλάμπων ‖ 25. δυσθαλπέος sec.: θυσθαλπέος pr. ‖ 27. τά μοι)
234
[*](B=)

555. εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν] δύο γάρ ἐστιν οἷς μάλιστα γνωρίζομεν, φωνὴ καὶ εἶδος. εἰκότως δὲ Φοίνικι εἴκασται· ἡγεῖτο γὰρ καὶ αὐτὸς φάλαγγος, καὶ μέλει αὐτῷ λίαν Πατρόκλου. ἅμα δὲ καὶ τὸ γῆρας ἱκανὸν πρὸς αἰδῶ.

[*](B+)

556. κατηφείη] ἀπὸ τοῦ κάτω τὰ φάη ἔχειν.

557. Ἀχιλῆος ἀγαυοῦ] διατρέπει αὐτὸν τῇ μνήμῃ Ἀχιλλέως. εὗ δέονται πρὸς τὴν μάχην.

559. *“ἔχεο” τοῦ πολέμου ἢ τοῦ νεκροῦ.

[*](B-)

564. 〈μάλα γάρ με—〉ἐσεμάσσατο θυμόν] ἔπληξέ μου τὴν ψυχήν· μάσ〈σ〉ασθαι γὰρ τὸ ἅψασθαι· “χεῖρʼ ἐπιμασ〈σ〉άἀμενος” (Od. 9. 302)· “ἐπεμαίετʼ ἄρʼ ἵππους” (Il. 5. 748)· “τὸν δʼ ἐπιμα〈σ〉σά- μενος προσέφη κρατερὸς Πολύφημος” (Od. 9. 446). καὶ μέχρι νῦν ἐν τῇ συνηθείᾳ φαμὲν ‘ ἥψατό μου ὁ θάνατος τοῦδε τοῦ φίλου ἢ συγγενοῦς.ʼ

[*](B+)

565. *πυρός] διὰ τὸ εὐκίνητον.

[*](B=)

568. ὅττι ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων] “ἔνεστι γὰρ δὴ κἀν θεῶν γένει τόδε· τιμώμενοι χαίρουσιν ἀνθρώπων ὕπο ” (Eur. Ηipp. 7. 8).

569. ὤμοισι καὶ 〈ἐν〉 γούνεσσιν] ταῦτα γὰρ τῶν μελῶν ἐνεργεῖ μάλιστα.

[*](B=)

570. μυίης θάρσος] πιθανῶς οὐ μυίᾳ αὐτὸν εἴκασεν— ἦν γὰρ 〈ἂν〉 οὐ κατὰ ἡρωικὸν ἀξίωμα ἡ εἰκών—ἀλλὰ τὸ θάρσος αὐτῆς προσέθηκεν ἡ θεός.

[*](B=)

ἄλλως: μυίης θάρσος] καὶ ἐπὶ τὰ ἐλάχιστα κατάγεται τὸ ἁρμόδιον τῷ πράγματι ζητῶν. αἱ δὲ ποιητικαὶ λέξεις ἐπικαλύπ- τουσι τὸ ταπεινόν. πρὸς τὸ ἰταμὸν οὖν καὶ ἐπίμονον ἡ εἰκών.

572. λαρόν] ἀπολαυστικόν, παρὰ τὸ λῶ, ὅ ἐστι θέλω.

573. *πλῆσεν φρένας ἀμφὶ μελαίνας] ἡ “ἀμφί” πρὸς τὸ “πλῆσεν.”

[*](B=)

575. ἔσκε δʼ ἐνὶ Τρώε〈σ〉σι] ἐπισημαίνεται πάντα, πόλιν ὄνομα γένος φιλίαν, ὡς ἀνιχνεύσας τὴν ἀλήθειαν. ὁ δὲ Ἠετίων ὁμώνυμος τῷ τῆς Ἀνδρομάχης πατρί· εἰ δὲ ἦν τῶν Κιλίκων ὁ Ποδῆς, εἶπεν ἂν ‘μάλιστα τῶν βασιλέων ἐτίμα αὐτὸν ὁ Ἕκτωρ’, [*](1. ἐστιν : ἐστι ἐν || 2. ‘an γνωριζόμεθα ?? W || 6. Ἀχιλλῆος ἀγ. ‖ ἐντρέπει B || 12. Πολύφ_μος scripsi: Διομήδης || 32. δὲ ἦν B: ἦν δὲ )

235
οὐ “δήμου.” προαπώλοντο δὲ καὶ οἱ ἀδελφοὶ Ἀνδρομάχης (Il.6.421). καὶ τὸ “ἀφνειός” (576) δείκνυσιν, ὡς ἕτερος ἦν· ὁ γὰρ τοῦ Ἀνδρομάχης πατρὸς οἶκος ἠρήμωτο.

577. * δήμου] τῶν δημοτῶν.

εἰλαπιναστής] σύσσιτος, ἐν τῷ εὐωχεῖσθαι φίλος· οἲ δὲ παρά- [*](B–) σιτος. τὸ δὲ ὄνομα τοῦ παρασίτου εἴρηται ἐν Ἐλπίδι παρʼ Ἐπι- χάρμῳ (fr. 1 p. 225 Lor.).

583. *Ἀσιάδῃ] Ἀσίου παιδί.

584. φίλτατος ἔσκεν] ἐπεὶ περὶ φίλου ὀνειδίζει, δεόντως φίλῳ [*](B+) ὡτμοίωται.

588. * μαλθακός] οὐ πιστὸς ὁ ψόγος.

[*](A~)

593. ἕλετ’. αἰγίδα] ἡτοιμάσατο πρὸς τὴν χρῆσιν, ὡς “χερσὶ τρίαιναν ἑλών” (Od. 5. 292).

αἰγίδα —μαρμαρέην] τοῖς ἀμυνομένοις μαρμαρέην,” τοῖς δὲ [*](B=) καταπονουμένοις “ἐρεμνὴν αἰγίδα πᾶσιν” (Il. 4. 167).

594. *ἐκάλυψε] τῇ αἰγίδι, ὡς Ἀρίσταρχος.

597. πρῶτος Πηνέλεως] οὐ δειλός, εἴπερ εἴκει Διί. εἰ δὲ “πρῶτος, [*](B=) τέτρωται γὰρ καὶ “ πρόσω τετραμμένος” (598). ὅτι δὲ γενναῖος, 〈συμ〉φεύγουσι πάντες. εἰ δʼ ἀσθενής, πῶς ὁ Ποσειδῶν “Τεῦκρον ἔπι πρῶτον καὶ Λήιτον ἦλθε κελεύων Πηνέλεών θʼ ἥρωα” (Il.