Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

599. * ἄκρον ἐπιλί⌈γ⌋δην] κατʼ ἐπιδρομήν· οἳ δὲ ἐπιξεστικῶς· [*](AB+) καὶ πῶς “ὀστέον ἄχρις;”

600. Πουλυδάμαντος] οὐ προειπὼν τὸν τρώσαντα νῦν διεσάφησε, [*](B=) ποικίλλων τῇ χάριτι καὶ τῇ ἐξαλλαγῇ.

601. Λήιτον αὖθι] ἔοικεν εἰς συμμαχίαν καταγεγενῆσθαι τὸ τῶν Βοιωτῶν τάγμα· οἱ γὰρ ἡγεμόνες αὐτῶν εἰσιν οἱ τετρωμένοι.

603. ἐπεὶ οὐκέτι ἔλπετο] καὶ φυγόντας ἐγκωμιάζει τοὺς Ἕλληνας.

[*](B=)

605. Ἕκτορα δʼ Ἰδομενεύς] σκόπει τὸ τῆς ἀπαγγελίας τάχος· [*](B–) προειπὼν γὰρ τὰ περὶ τῆς βουλῆς τοῦ Ἕκτορος καὶ ἐφορμήσεως ἐπὶ τὸν Λήιτον νῦν ἐν μέσῳ τὴν Ἑλληνικὴν ἀρετὴν διηγεῖται, 〈ὅτι〉 καίπερ πεφοβημένοι ἀρτίως ὑπὸ Διὸς ἀγωνίζονται· εἶτα πάλιν μεταβαίνει ἐπὶ τὸν Ἕκτορα.

[*](1. προαπώλοντο B ‖ 6. 〈πρῶιον〉 ante εἴρ. supplet W ‖ 11. confert W Ath. V p. 188 ‖ 12. ἕλετο ‖ 16. schol. ad ἐκάλυψε v. 591 super scriptum: traieci ‖ 19. supplevi ex B ‖ 22. suppl. sec. ‖ 26. γεγενῆσθαι κατὰ τὸ: corr. W ‖ 27. αὐτῶν B: αὐτὸν ‖ 31. supplevi ex B )
236
[*](A=)

607. *ἐν καυλῷ] κατὰ τὸν καυλόν.

[*](A-)

* δόρυ] ἡ ἐπιδορατίς, ὡς πρῴρας οὔσης τοῦ στύρακος.

[*](A+ B-)

τοὶ δʼ ἐβόησαν] ἐκπληχθέντες μή τι πάθοι, οὐκ “ἐφόβηθεν·” διώκουσι γὰρ οὗτοι· οὕτως Ἀρίσταρχος.

[*](AB-)

608. Ἰδομενῆος ἀκόντισε] ὡς Ἰδομενέα βάλοι ἑστῶτα ἐν τῷ δίφρῳ· ὃς πεζὸς ἐλθὼν ἐκ τοῦ ναυστάθμου πεσὼν ἂν ὕψωσε 〈τοὺς⟩ Τρῶας, εἰ μὴ Κοίρανος αὐτῷ παρέστησε τὸ ἅρμα, ὃς ἐκ Λύκτου Μηριόνῃ συνεστράτευσεν ἡνίοχος ὢν τοῦ Μηριόνου (611). τροπῆς γὰρ γεγονυίας μεσαιπόλιος ὢν ὁ Ἰδομενεὺς ἀπώλετο ἄν· “οὐ γὰρ ἔιʼ ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι” (Il. 13. 512)· ἔστι δὲ ἡ φράσις ὡς “τῶν αὖθʼ ἡγεμόνευε Μενεπτόλεμος Πολυ- ποίτης, υἱὸς Πειριθόοιο, τὸν ἀθάνατος τέκετο Ζεύς” (Il. 2. 740, 1) καὶ μετὰ ταῦτα “οὐκ οἶος, ἅμα τῷ γε Λεοντεύς” (ib. 745). φθάσαντος οὖν ἤδη ἀναβῆναι Ἰδομενέως ὁ παρεστὼς ἡνίοχος ἐπλήγη.

612. πεζὸς γὰρ τὰ πρῶτα] ὁ Ἰδομενεὺς δηλονότι· διὸ εἰς τὸ ἅρμα τοῦ Μηριόνου ἀνῆλθεν.

615. καὶ τῷ μὲν φάος ἦλθεν] καινὸν καὶ περιπαθὲς τὸ σύμ- πτωμα.

[*](AB=)

617. τὸν βάλʼ ὑπὸ γναθμοῖο—ἐκ δʼ ἄῤ ὀδόντας] ὑπὸ τὴν σιαγόνα διαβὰν τὸ δόρυ ἀνέσχε διὰ τῆς ἑτέρας· καὶ οὐκ ἔστιν ἀδύνατον τοῦτο, τοῦ μὲν Ἕκτορος πεζοῦ βαλόντος, τῷ δὲ ἅρματι ἐπιβεβηκότος τοῦ βληθέντος.

[*](AB=)

γναθμοῖο] εἰκότως πλαγία ἡ πληγὴ γίνεται περιστρέφοντος αὐτοῦ τοὺς ἵππους. §. ἔστι δὲ τὸ ἑξῆς, αὐτὰρ Μηριόναο ὀπάονά θʼ ἡνίοχόν [*](B-)τε Κοίρανον, τὸν βάλʼ ὑπὸ γναθμοῖο· τὰ δὲ ἄλλα ἐν μέσῳ. διόπερ ἐδέησε καὶ περισσοῦ τοῦ ἄρθρου.

[*](B=)

618. δόρυ πρυμνόν] ἡ ἐπιδορατίς, ὡς πρῴρας οὔσης τοῦ στύρακος.

[*](B=)

620. καὶ τά γε Μηριόνης] τὸ ἑξῆς, καὶ τά γε Μηριόνης ἐκ πεδίου ἔλαβε κύψας. ἀνελόμενος, φησί, χαμόθεν τὰ ἡνία ἐπιδίδωσι τῷ Ἰδομενεῖ αὐτὸς πεζὸς ὤν· ὅτι γὰρ οὐκ ἔστιν ἐν τῷ ἅρματι, δηλοῖ τὸ “μάστιε νῦν” (622). φιλικὸν δὲ τὸ ἦθος τοῦ Ἕλληνος· αὐτὸς μὲν γὰρ ὡς νέος καὶ ἀκμάζων ἔτι κινδυνεύειν βούλεται, τὸν δὲ μεσαιπόλιον ἀποπέμπει τὴν ἀσφάλειαν αὐτῷ ποριζόμενος.

[*](3. πάθῃ ‖ 5. Ἰδομενῆα βάλῃ ‖ 7. supplevi ex B 8. ὃς B: ὡς ‖ 11. ἒσται ‖ 25. θʼ post M. omisi ut B)
237

628. τοῖσι δὲ μύθων ἦρχε] ὅτι ἐπὶ δυοῖν τὸ “τοῖσι.”

632. * ἔμπης] ὅμως.

634. αὐτοί περ φραζώμεθα] ἐμφαντικὸν τὸ “αὐτοί περ,” οἷον [*](B=) ἡμεῖς μόνοι οἱ καταλελειμμένοι ὑπὸ τῶν φευγόντων. ἢ τῇ ἰδία ἀρετῇ, οὐ τῇ ἀπὸ θεῶν συλλήψει. ζηλωτὰ δὲ ταῦτα· καὶ τὸν Δία 〈γὰρ⟩ πολέμιον οἶδε καὶ οὐ καταλείπει τὸν νεκρόν.

637. οἵ που νῦν ὁρόωντες] “οἵ που δεῦρο·” τινὲς “οἵ που νῦν,” [*](A+) κακῶς.

640. εἴη δʼ ὅστις ἑταῖρος] ἐπεὶ τελευταῖον βοήθημα τουτί, 〈εἰς [*](B=) τοῦτο εἰκότως〉 καταφεύγει.

634. *οὔ πῃ] τινὲς “οὔ που” ἀντὶ τοῦ “ἔν τινι τόπῳ.ʼ

[*](A~)

645. ἀλλὰ σὺ ῥῦσαι] θαυμαστὸν τὸ ἦθος· οὐ γὰρ σωτηρίαν [*](A- B=) αἰτεῖ, ἀλλὰ 〈τὸ⟩ μὴ ἐμποδίζεσθαι ἀπὸ ἔργων ἀγαθῶν. διὸ καίπερ ἐναντιούμενος ὑπακούει Ζεύς.

648. δάκρυ χέοντα] κατὰ παράλειψιν ἡ διήγησις· ἄνω γὰρ οὐδὲν [*](B=) εἰπὼν περὶ δακρύων τούτῳ ἐνέφηνεν. §. περιπαθῶς δὲ λίαν εἰσάγει τὰ [*](A+ B=) πράγματα, εἴγε Αἴας δακρύει· οὐ γὰρ ἐν ἄλλοις εὑρίσκομεν αὐτὸν δεδακρυκότα.