Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

37. * ἀρητόν] ὀξυντέον· ἐπιθετικόν γάρ ἐστιν.

38. ἦ κεν σφιν] ὄντως.

40. Πάνθῳ ἐν χείρεσ〈σ〉ι βάλω καὶ Φρόντιδι] πρὸς τὸ ἔθος σημειωτέον· καὶ γὰρ τῇ Ἀλκμήνῃ τὴν κεφαλὴν ἐκόμισαν Εὐ- ρυσθέως καὶ τὴν Μελανίππου Τυδεῖ· καὶ “ἕλχ’, ἵν’ ἀπʼ ὤμοιιν κεφαλὴν τάμοι ὀξέι χαλκῷ” (126).

[*](A=)

41. ἔτι δηρόν] ἔν τισι τῶν ὑπομνημάτων “ἐπὶ δηρόν,” ἐπεὶ καὶ ἀλλαχοῦ φησιν “ἐπὶ δηρὸν δέ μοι αἰών” (Il. 9. 415).

[*](A~B=)

ἀπείρητος] οὐκ ἔσται ἀπείρατος ἡμῖν ὁ πόνος ἢ τοῦ ἀμύνεσθαι ἢ τοῦ φεύγειν, ἀλλὰ δηλονότι διὰ πείρας ἐλευσόμεθα καὶ οὐ χωρὶς μάχης ἐσόμεθα, ὥστε ἢ ἀνδρίσασθαι ἢ φυγεῖν.

* πόνος] ἔργον μάχος.

[*](A=)

42. *ἠδʼ ἀλκῆς ἡδὲ φόβοιο]οὕτως’ Ἀρίσταρχος ἄμφω διὰ τοῦ “δέ.”

[*](A+)

44. οὐδʼ ἔρρηξεν χαλκόν] διὰ τοῦ “χαλκός,” ἵνʼ ἡ ἐπιδορατίς.

[*](B =)

46. ἐπευξάμενος Διὶ πατρί] τοιοῦτος πανταχοῦ Μενέλαος, κἀν τῷ πρὸς Ἀλέξανδρον μονομαχίῳ (Il. 3. 275).

[*](A+B=)

47. στομάχοιο θέμεθλα] τοῦ βρόγχου τὴν θέσιν, τὰ ἔσχατα μέρη τοῦ λαιμοῦ.

[*](AB=)

48. βαρείῃ χειρὶ 〈πιθήσας〉] τοῦ πράγματός ἐστι τὸ ἐπίθετον· βαρεῖαν γὰρ χεῖρα τὴν μετὰ βίας ἐρείδουσαν τὸ δόρυ φησίν. συν- επιβαρύνας τὴν χεῖρα τῷ δόρατι.

[*](B+)

49. διʼ αὐχένος ἦλθεν] εἰκότως διῆλθεν· καὶ γὰρ ἡ τρώσασα χεὶρ βαρεῖα καὶ ὁ αὐχὴν ἁπαλός, ὥστε ἐπετήδευσε μονομάχιον ἐπιδεῖξαι δύο καλῶν. καὶ γὰρ Μενέλαος ξανθὸς εὔμηρος καλλίσφυρος.

[*](A=B–)

51. κόμαι Χαρίτεσ〈σ〉ιν ὅμοιαι] οὐκ εἰκῆ ἡ ἐπεξεργασία τῆς κόμης· ἀλλʼ ἐπεὶ ἔφθη εἰπὼν( Il. 16. 795, 7) “ μιάνθησαν δὲ ἔθειραι αἵματι καὶ κονίῃσι. πάρος γε μὲν οὐ θέμις ἦεν ἱππόκομον πήληκα μιαίνεσθαι,” παραμυθίαν εἰσφέρει τοῖς λυπουμένοις ὑπὲρ Πατρόκλου, ψευδεῖς ἀντιπαραθεὶς τρίχας ταῖς οὐ ψευδέσιν.

[*](Α+)

Χαρίτεσ〈σ〉ιν ὅμοιαι] ταῖς τῶν Χαρίτων. §. οἳ δὲ γράφουσι “Χα- [*](A+)ρίτεσ〈σ〉ι μέλαιναι,” ὑπὸ Χαρίτων μελανθεῖσαι· αὗται γὰρ οὖλαι.

[*](B=)

52. *πλοχμοί] οἱ πεπλεγμένοι πλόκαμοι.

[*](3. ἐπίθετον B ‖ 7. ἵνα || 9. ἔστι δ. lemma ‖ 12. καὶ B: ἀλλʼ ‖ 27. κ. δὲ X. ‖ 29. εἶεν ‖ πηλίκα)
213

ἐσφήκωντο] παρειμέναι ἄνωθεν περιεδέδεντο. καὶ “Nάστης— [*](A~ B–) χρυσὸν ἔχων πόλεμονδ’ ἴεν. ἠύτε κούρη” (Il. 2. 871, 2). ἔστι δὲ βαρβαρικὸς ὁ κόσμος. τ〈οι〉αῦτα δέ τινες κάλυκάς φασιν.

53. ἔρνος— ἐλαίης] Λαπίθαι μὲν δρυσὶν “αἵ τʼ ἄνεμον μίμνουσι [*](B=) καὶ ὑετόν” (Il. 12. 133) 〈εἰκάζονται〉, Ἕκτωρ δὲ πεπτωκὼς δρυῒ κεραυνωθείσῃ (Il. 14. 414)· τῷ γὰρ μεγέθει ἐκείνων ἥρμοσται ἡ ἀπὸ τῶν τοιούτων δένδρων εἰκών. ἐνταῦθα δὲ ὡραῖον γράφων τὸν Εὔφορβον ἐλαίαν παρέλαβε, δένδρον εὐειδὲς καὶ τῷ ἀειθαλεῖ τὸ κάλλος διαφυλάττον. σκόπει δὲ καὶ τὰς κατὰ μέρος ἐξεργασίας. τὸ μὲν πρῶτον οὐκ ἔφη φυτοκομεῖσθαι τὸ δένδρον, ἀλλʼ ὡς ἐπὶ ζῴου ἐμψύχου τρέφεσθαι, δηλῶν τὸ ἥμερον καὶ εὐάγωγον τῆς φύσεως τοῦ φυτοῦ, οὐκ αὐτοματίζον, ἀλλʼ ἐπιμελείᾳ γεωργῶν αὐξόμενον ἐν τόπῳ ἐρήμῳ φυτῶν, ἵνα μὴ ἐμποδίζη〈ται) τῇ 〈ἐκ〉φύσει τῶν πλησίον ῥιζῶν. συνεργεῖ δὲ αὐτῷ καὶ τὸ ὕδωρ πρὸς αὔξησιν· λοιπὰ δὲ ἦν τὰ τῆς ψυχῆς καὶ τὰ ἔξωθεν· διὸ παρείληφε τοὺς παντοίους ἀνέμους (56), ἵνα εὔτονον γινόμενον τὸν καρπὸν φυλάττοι.

54. χώρῳ ἐν οἰοπόλῳ] φυσικόν ἐστι 〈τὸ〉 κοτινοφόρους εἶναι τοὺς [*](B—) ὑψηλοὺς τόπους· ἀμέλει ἐν ἀκροπόλει Ἀττικῆς πρῶτον ἐφάνη.

ἄλλως: χώρῳ ἐν οἰοπόλῳ] πρὸς τὸ μὴ ἐκκόπτεσθαι ὑπὸ ὁδοιπόρων [*](B—) ἢ μὴ ἐμποδίζεσθαι τῇ ἐκφύσει τῶν πλησίον ῥιζῶν· ἧττον γὰρ εὔτροφα τὰ τοιαῦτα φυτά, ἀλλήλων τὴν εὐφυΐαν ἀφαιρούμενα.

ἀναβέβρυχεν] 〈ἀνα〉πηγάζει· τινὲς δὲ“〈ἀνα〉βέβροχεν’ πιαίνεται [*](AB+) ἐξ ὑετῶν, ὡς “〈ὃς) τὸ καταβρόξειεν” (Od. 4. 222).

55. πνοιαί] ἵνʼ εὔτονον γένηται καὶ φυλάσσῃ τὸν καρπόν· τὰ γὰρ [*](B-) θαλπόμενα ἀσθενῆ εἰσι καὶ ἐπισκήπτοντος ἀνέμου τὸν καρπὸν ἀφίησιν.

56. βρύει] θάλλει· ὅθεν καὶ ἔμβρυον. §. “ἄννθεῖ ” δὲ “λευκῷ” [*](B=) τῷ κυπρισμῷ τῆς ἐλαίας· οὐ γὰρ τελεσφορεῖ τὸν καρπὸν διὰ τὸ [*](B=) νέον.

57. ἐλθὼν—ἐξαπίνης] ἐπὶ μὲν τῆς τροφῆς αὐτῆς πνοὰς ἀνέμων [*](B=) φησίν (55), ἐπὶ δὲ τῆς πτώσεως ἄνεμον καὶ λαίλαπα (57).

58. ἐξέστρεψε] μετέωροι γὰρ αἱ τῆς ἐλαίας ῥίζαι· διὸ καὶ [*](B=) [*](1. παρειμέναι οἱ B, παρειμένοι ‖ 1, 2 καινὰ τῆς χρ. || 3, 5. supplevi ex B ‖ 6. ἤρμοττεν B, ἥρμοσθαι ‖ 11. τρέφεσθαι B: τροφῆ ‖ δηλῶν B: δηλοῦν || 12. καὶ μὴ αὐτ. B ‖ 13. supplevi ex B ‖ 14. ἔσται τὰ B 16. φυλάττῃ B ‖ 17. supplevi ex B ‖ 22. prius supplevi ex B ‖ alterum supplevi ex A Eust. ‖ 24. ἴνʼ ἑδραῖον γ. B ‖ 26. ἀπόλλυσιν B)

214
γυρόσε ἐπισκάπτουσιν αὐτάς. ἐμφαντικῶς δὲ καὶ τὴν “ἔξ” πρόθεσιν παρείληφε, δεικνὺς τὴν ἐλαίαν σὺν ταῖς ῥίζαις ἀναβεβλημένην. λείοις δὲ χρησάμενος τοῖς ἔπεσι νῦν συνετράχυνε τῷ πάθει τὴν ἀπαγγελίαν.

καὶ ἐξετάνυσ〈σ〉ʼ ἐπὶ γαίῃ] αἱ γὰρ ῥίζαι αὐτῆς ἐν ὑγρῷ εἰσι καὶ γυμνὸς ὁ τόπος.

[*](B=)

61. ὡς 〈δʼ〉 ὅτε τίς τε λέων] πάντα παρέβαλε πᾶσι, τὸ πλῆθος τῶν Τρώων ἀγέλῃ βοῶν, τὸν Εὔφορβον ὄντα ἄριστον τῇ ἀρίστῃ βοῶν —ὅτι δὲ ἄριστος, μαρτυρεῖ ὁ ποιητής, “ Πατρόκλῳ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε” (80)—τὸν κτείναντα Μενέλαον λέοντι, τὴν ἀπραξίαν τῶν Τρωικῶν) ἀριστέων βουκόλοις καὶ κυσὶν ἐπαμῦναι μὴ δυναμένοις.

[*](A+B–)

65. δῃῶν] σὺν τῷ ι, καὶ περισπάσεις διὰ τὸ “δῄουν ἀλλήλους” (Il. 15. 708). τὸ γὰρ ἐντελὲς θέμα δηιόων ἐστίν.

[*](A=)