Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

66. *ἰύζουσιν] οἱ νομῆες· οἱ δὲ κύνες ὑλακτοῦσιν.

[*](A+)

70. * ἔνθα κε—φέροι] ἀντὶ τοῦ 〈ἔ〉φερεν.

[*](A~)

73. Κικόνων ἡγήτορι] πῶς ἐν τῷ Καταλόγῳ φησὶν “Εὔφημος δʼ ἀρχὸς Κικόνων ἦν” (Il. 2. 846); νοητέον οὖν, ὅτι ἦσαν μέν τινες πρῶτοι ἄρχοντες ἐν παντὶ τάγματι, ἦσαν δὲ καὶ ὑποδεέστεροι, ὡς ὁ Ἀχιλλεὺς “πέντε δʼ ἄρʼ ἡγεμόνας ποιήσατο” (Il. 16. 171).

[*](Α=)

ἡγήτορι Μέντῃ] τῶν ἀμοιβαίων ἡγεῖτο ἴσως ὁ Μέντης. §. τινὲς γράφουσι “Πείρῳ,” ἵν’ ᾖ ὁμώνυμος τῷ Θρᾳκί (Il. 4. 520).

75. ἀκίχητα] ἀκατάληπτα. §. προοικονομεῖ δέ, ἵνα νοῶμεν μετὰ θάνατον Ἀχιλλέως ἀνακεχαρηκέναι αὐτοὺς πρὸς τὸν δόντα.

[*](B–)

76. ἀλεγεινοί] πολλοῦ λόγου δεόμενοι, εἰ ἀνδράσιν ὑποταγήσονται· ἢ δυσχερεῖς, ὅ ἐστιν ἀδύνατοι.

83. Ἔκτορα] ἀντὶ τοῦ Ἕκτορος.

85. τὸν μὲν ἀπαινύμενον] σχεδὸν ἔδειξε τὸ πρᾶγμα ἐν πίνακι.

[*](B=)

86. * κατʼ οὐταμένην ὠτειλήν] κατὰ τὸ ἐξ οὐτήσεως τραῦμα.

[*](B=)

88. ὀξέα κεκληγώς] ἀναγκαῖον, ἵνʼ ἐν τοσούτῳ ὁ Μενέλαος ἔχῃ καιρὸν διαλογίσασθαι· ὃ μὲν γὰρ συγκαλεῖ τὸ πλῆθος, ὃ δὲ σκέπ– τεται.

[*](1. γυρόσε ἐ. αὐτὰς B: γύρους ἐ. αὐταῖς ut Eust. ‖ 3. συνετράχυνε Bekker: συνεπάχυνε ut B ‖ 5. αἱ Eust.: αὖται ‖ 7. παρέλαβε ut B ‖ 7, 8. πάσῃ μὲν τῆ ἀγέλῃ B ‖ 11. supplevi ex B ‖ 13. περισπᾶται B || ἀλλή- λων ‖ 22. πειρῶ ‖ 28. ἀπαινύμενον textus: ἀναινύμενον ‖ 32. περὶ αὐτοῦ add. B)
215

91. εἰ μέν κε λίπω] μένειν μὲν ἡ τιμὴ Πατρόκλου καὶ ὁ ψόγος [*](B+) Ἑλλήνων προτρέπει, φεύγειν δὲ τὸ πλῆθος τῶν Τρώων.

〈λίπω〉 κάτα τεύχεα καλά] τὸ ἑξῆς καταλίπω· διὸ ἀναστρεπτέον [*](AB=) τὴν πρόθεσιν.

92. Πάτροκλόν 〈θ〉, ὃς κεῖται] δαιμονίως ἑαυτὸν δυσωπεῖ παρα- [*](B=) μεῖναι τῷ διʼ αὐτὸν τελευτήσαντι.

95. * μή— περιστείωσι] διστακτικὸν τὸ “ μή.”

[*](B=)

*“περιστήωσι” διὰ τοῦ η.

[*](A+)

96. Τρῶας δʼ ἐνθάδε πάντας] προκατασκευάζει 〈εἰς τὸ〉 πιθανὴν [*](AB=) γενέσθαι τὴν ἀναχώρησιν.

98. ὁππότʼ ἀνὴρ ἐθέλῃ] ὅταν ἀνὴρ θέλῃ παρὰ γνώμην θεοῦ [*](A=B+) μάχεσθαι φωτὶ ὅν κε θεὸς τιμᾷ.

πρὸς δαίμονα φωτὶ μάχεσθαι] παρὰ γνώμην θεοῦ· ἡ γὰρ“πρός” [*](A+) καὶ τὴν παρά δηλοῖ· “ἄριστα— πρὸς Τρώων” (Il. 6. 56) “καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα” (104).

101. * ἐκ θεόφιν] ἐκ θεῶν· περισσὴ οὖν ἡ ἔξ.

102. βοὴν ἀγαθοῖο] τινὲς τὴν φωνήν· σπανίως γὰρ αὐτὸν βοὴν [*](B=) ἀγαθόν φησιν.

105. * κακῶν— φέρτατον] ἐν κακοῖς βέλτιστον.

109. ἐντροπαλιζόμενος] οὕτω γὰρ ἀναχωρεῖ καὶ λέων, μὴ διδοὺς [*](B=) τὰ νῶτα τοῖς διώκουσιν ἀλλὰ κατʼ ὀλίγον ὑποβαίνων.

110. κύνες τε καὶ ἄνδρες] πολὺς ὁ θόρυβος κυνῶν ἀνδρῶν ὅπλων [*](A~B=) βοῆς, ὅπως ἀναχωρῇ παθὼν μὲν οὐδέν, δρᾶσαι δὲ κωλυθείς.

ἄλλως : κύνες τε καὶ ἄνδρες—ἔγχεσι καὶ φωνῇ] πρὸς τὸ δεύτερον [*](B=) ὑπήντησεν.

*δίωνται] ὡς λείπωνται· ἀπὸ δὲ τοῦ δίημι ἡ κλίσις.

[*](A=)

112. παχνοῦται] πήγνυται φρίσσει ἢ λυπεῖται· τὰ ἀηδῆ γὰρ [*](A+B=) ψυχρὰ ἐκάλουν, ὥσπερ καὶ τὰ προσηνῆ θερμά. μεσ〈σ〉αύλοιο] ἐπαύλεως· ἀντιπέφρασται γὰρ τῷ “σταθμοῖο” [*](A~ B-) (110).