Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

117. πῆλε] ἐκράδαινε πρὸς τὸ διαγνῶναι εἰ τέλεον ἠχρείωται· διασείσαντος δὲ αὐτοῦ ἀπέρριπται ἡ αἰχμή. οἳ δὲ τὸ “κόλον ” ‘ κο- λοβωθησόμενον·” οἳ δὲ προειρῆσθαι τὸ κεφάλαιον, ἐπανειλῆφθαι δὲ ὡς γέγονεν ἕκαστον, ὡς ἐπὶ τοῦ “ὣς πολέας πέφνοντα Μενοιτίου ἄλκιμον υἱὸν Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχει θυμὸν ἀπηύρα” (827)· καὶ ἔτι ξῆ Πάτροκλος. οἳ δὲ “τῆλε δʼ ἀπʼ αὐτοῦ” τὸν “δέ ” ἀντὶ τοῦ γάρ φασιν.

[*](Α~)

αὕτως] δίχα μάχης, ἐπεὶ διάπειρα.

[*](Α=)

κόλον δόρυ] ἕως νῦν παρὰ Ἴωσιν οἱ κολοβοκέρατοι κριοὶ ‘κόλοι’ λέγονται.

119. γνῶ δʼ Αἴας] ἑώρα γὰρ καὶ ἔβλεπεν, ὅτι παντελῶς τῆς μάχης τὰ ἐνθυμήματα ἠλάττου καὶ ἠφάνιζεν ὁ Ζεύς, τοῖς δὲ Τρωσὶν ἠβούλετο νίκην· ἢ μᾶλλον ‘τὰ τῶν μαχομένων ἐνθυμήματα ἠλάττου.ʼ

[*](B=)

ῥίγησεν] οὐ τὸν Εκτορα, ἀλλὰ τὰ τῶν θεῶν ἔργα. καὶ σχεδὸν μὲν νενίκηται, ἡ δὲ νίκη οὐ τοῦ ἝΕκτορος ἀλλὰ θεῶν.

[*](AB+)

120. κεῖρε] παρατατικός· τὸ γὰρ ἑξῆς ἐστιν, ἔγνω Αἴας εἰς ἄπορον ἥκουσαν αὐτῷ τὴν μάχην, ὡς μηδὲν δύνασθαι ἔτι μηχανήσασθαι. τοσοῦτον ἄρα ἐφεστὼς ὠφέλει· ὥστε καὶ τὸ ἐν ἀρχῇ“ὣς οἱ μὲν περὶ νηός” (1) εἰκότως ἐξηκούομεν περὶ τοῦ Αἴαντος καὶ πάντων τῶν Τρώων.

122. χάζετο δʼ ἐκ βελέων] οὐκ εἶπεν ‘ἐκ νεῶν.ʼ

[*](A+B–)

123. τῆς δʼ αἶψα κατʼ ἀσβέστη] μόνως “ἀσβέστη” ἀναγνωστέον· οὕτω εἴωθε λέγειν “ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως (Il. 1. 599) καὶ “φλογὶ 〈ε〉ἴκελος Ἡφαίστοιο ἀσβέστῳ” (Il. 17. 88)· καὶ τὸ σχῆμα Ὁμηρικόν, καθάπερ τὸ “ ῥεῖα δʼ ἀριγνώτη πέλεται” (Od. 6. 108) ἀντὶ τοῦ ἀρίγνωτος.

[*](B=)

〈κατ᾿〉ἀσβέστη] δυσκατάσβεστος. οἳ δὲ τάχιστα κατασβεσθη- σομένη.

[*](2. τὸ B: τὸ ‖ 4. ἠχρείωται etiam A: ἠχρήστωται B ‖ 5. διασώσαντος B ‖ 6. ἐπανῃρῆσθοι B ‖ 9. καίπερ ἔτι B ‖ 15. ἠλλάττου ‖ 17. ἡλ- λιὶττουν: corr. Bekker ‖ 18. τῶν θεῶν ἔργα B: ἔργα τῶν θεῶν ‖ 20. παρα- τιιτικῶς B ‖ 22. μήσασθαι A ‖ 27. supplevi ex B)
167

κέχυτο] ἐμφαντικῶς τῷ ῥήματι ὡς ἐπὶ ὑγροῦ καταχυθέντος ἔφη [*](B=) τὴν διάδοσιν τοῦ πυρός· τὰ γὰρ ὑπεκκαύματα καὶ ἡ καιομένη ὕλη εὐδιάλυτος εἶναι διά τε τὰ ξύλα καὶ τὸ χοῖπμα τῆς πίττης.

125. μηρὼ πληξάμενος] ὢ τῆς συμφορᾶς, ὅπου γε καὶ Ἀχιλλέα [*](B=) εἰς τοιαύτην ἐπάγει μεταβολήν.

126. ἱπποκέλευθε] ἐφʼ ἵππων τὴν πορείαν ποιούμενε.

[*](Β=)

127. ἐρωήν] “ἰωήν” ὁρμήν, παρὰ τὸ ἰέναι.

[*](Α~)

128. μὴ δὴ νῆας ἕλωσι] μέμνηται τῶν λόγων ἑαυτοῦ· ἠπείλει [*](B=) γὰρ μὴ πρότερον ἐξελεύσεσθαι, πρὶν ταῖς ναυσὶν ἐπελθεῖν τοὺς Τρῶας “κατά τε 〈σ〉μῦξαι πυρὶ νῆας” (Il. 9. 653).

φυκτὰ πέλωνται] ὅτι ἀντὶ τοῦ πέληται.

[*](A+)

129. δύσεο τεύχεα] πῶς γὰρ ἂν οὖκ ἦν φθονερός, μάχεσθαι συγ- χωρῶν τῷ φίλῳ, δι’ ὧν δὲ ἄριστα μάχεσθαι μέλλοι, μὴ συγ- χωρῶν.

ἐγὼ δέ λαὸν ἐγείρω] δαιμονίως αὐτὸς ἐπισπεύδει, οὐκ [*](B+) ἐπιτρέπων πάντα τῷ φίλῳ, ἀλλὰ μέρος τι καὶ αὑτῷ.

131. κνημῖδας μὲν πρῶτα] σπεύδοντα δεῖ προφέρεσθαι ταῦτα, ἐπιπόθησιν τῆς ἐξόδου μιμούμενον.

134. ἀστερόεντα] ἄστρων μορφαῖς πεποικιλμένον.

[*](B=)

ποδώκεος Αἰακίδαο] τινὲς “κακῶν βελέων ἀλεωρήν·” καὶ γὰρ “ξεῖνος γάρ οἱ ἔδωκε—δηίων ἀνδρῶν ἀλεωρήν” (Il. 15. 532, 3).

135. βάλετο ξίφος] τὸ ἴδιον ξίφος· διὸ Ἥφαιστος οὐ ποιεῖ.

140. ἔγχος δʼ οὐχ ἕλετο] ἐχρῆν γάρ τι ἐξαίρετον εἶναι τῷ Ἀχιλ- [*](Α~Β=) λεῖ, ἄλλως τε οὐκ ἦν τέκτων Ἥφαιστος· οὐ γάρ εἰσιν ἐν οὐρανῷ ξύλα. εἰκότως οὖν, ὅπερ οὐκ ἐνῆν κατασκευάσαι, τοῦτο Ἀχιλλεῖ τετήρηκεν. κατέκρυψε μέντοι τὸ πλάσμα τῇ τοῦ Ἀχιλλέως ὑπεροχῇ, διʼ ἀσθένειαν οὐ δυνηθῆναι φήσας τὸν Πάτροκλον καὶ τῷ δόρατι χρῆσθαι.

141. στιβαρόν] πᾶν τὸ μένον ἰσχυρὸν καὶ στιφρὸν λέγουσιν.

141, 2. τὸ μὲν οὐ δύνατʼ ἄλλος—πάλλειν] ἀστερίσκους ἔχουσι [*](B+) κακῶς ὄντες ἐν τῇ Τ (388, 9). §. κατὰ συλλογισμὸν ὁ ἔπαινος. [*](B+) ποῖον γὰρ ἦν, ὡς μηδὲ πάλλειν αὐτὸ τοὺς ἥρωας δύνασθαι;

[*](1. καταχεθέντος ut B ‖ 2. ἀλλὰ γὸρ τὰ ὑπ. B, ὑπ. γὰρ ‖ 3. supplevi ex B ‖ 12. πέλονται textus ‖ 16. λ. ἐγείρει ‖ 19. ἐπιπόλησιν ‖ 25. ἐστὶν B ‖ 30. στιφνὸν ‖ 32. τῇ Γ)
168
[*](B=)

ἄλλως: τὸ μὲν οὐ δύνατʼ ἄλλος—άλλ〈ά μιν) οἶὸς ἐπίστατο] τῇ ἐπιστήμ τὴν δύναμιν προσάπτει.

[*](A~B–)

142. ἐπίστατο] ἐδύνατο· καὶ Σοφοκλῆς (fr. inc. 817 Ν.) “οὐ- πώποθʼ ὑμᾶς συμβαλεῖν ἐπίσταμαι·” οἳ δὲ πλάττονται λέγοντες, ὡς Πηλεὺς μὲν παρὰ Χλείρωνος ἔμαθε τὴν χρῆσιν αὐτῆς, Ἀχιλλεὺς δὲ παρὰ Πηλέως, ὃ δὲ οὐδένα ἐδίδαξεν. καὶ ὁ τῆς μικρᾶς Ἰλιάδος ποιη- τῆς (rr. 5 K.) “τἀμφὶ δὲ πόρκης χρύσεος ἀστράπτει καὶ ἐπʼ αὐτῷ δίκροος αἰχμή.”

[*](A=)

143. πόρε λείρων] “τάμε” καὶ “πόρε,’ διχῶς.

[*](A+)

144. ἐκ κορυφῆς] καὶ “ἐν κορυφῆς.” §. ἔστι δὲ ἄκρα Χλειρώνειος ὑπὲρ Σηπιάδος ἄκρας πρὸς ζέφυρον ἄνεμον νεύουσα, ἔνθα ᾤκει ὁ λείρων.

[*](B=)

145. Αὐτομέδοντα] ζῶντος Πατρόκλου οὐκ ἦν Αὐτομέδων ἡνίοχος Ἀχιλλέως. προπαρασκευὴ νῦν, ἵνα καὶ Ἀχιλλεὺς αὐτῷ χρήσηται ἡνιόχῳ.

ζευγνῦμεν] ζευγνύμεναι τὸ τέλειον.

[*](B+)