Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

146. τὸν μετʼ Ἀχιλλῆα—τῖε] παιδευτικὸν καὶ τοῦτο· τὸ γὰρ συμμετρεῖσθαι τὰς φιλίας ἄριστον.

[*](B=)

147. πιστότατος] πιστότατόν φησι τὸν παρὰ τὴν μάχην οὐκ ἐγκαταλιμπάνοντα τοὺς φίλους, οἷον ὁ ἐν πολέμῳ κοινωνεῖν θέλων τῶν κινδύνων μεγάλην πίστιν τῆς φιλίας παρέχεται.

[*](B+)

148. ὕπαγε ζυγόν] ὑπὸ ζυγὸν ἦγεν· καὶ ἀλλαχοῦ “τὴν ὅ γʼ ὑπὸ ζυγὸν ἦγε, μέγα δρόμου ἰσχανόωσαν” (Il. 23. 300).

[*](B+)

149. Ξάνθον καὶ Βαλίον] ὃ μὲν ἀπὸ τῆς χροιᾶς, ὃ δὲ ἀπὸ τοῦ πηδᾶν. εἰκὸς δὲ μετὰ θάνατον Ἀχιλλέως τὸν δόντα Ποσειδῶνα πάλιν αὑτοὺς ἀνακομίσασθαι, ὡς καὶ τὸ Ἀγαμέμνονος σκῆπτρον (cf. Il. 2. 100, Paus. IX. 40. 11). ἐν δὲ τῷ Καταλόγῳ οὐδὲν περὶ αὐτῶν εἶπεν, ἐπεὶ οὐκ ἐπολέμουν, οὐδὲ περὶ τῶν Μυρμιδόνων.

[*](B+)

150. τοὺς ἔτεκε Ζεφύρῳ] καὶ αἱ Ἐριχθονίου ἐκ Βορέου, ἅμα μὲν διὰ τὸ ὑπερβάλλον τάχος (Il. 20. 223), ἅμα δέ, ὥς φησιν Ἀρι- στοτέλης (H. A. VI p. 572a 13), ὡς ἐξανεμούμεναι ὁτὲ μὲν πρὸς νότον ὁτὲ δὲ πρὸς βορρᾶν κύουσιν.

[*](7. αὐτῶν ‖ 8. δίκροος αἰχμή Heyne: δίκροος ἄρδις schol. Pind. Nem. VI 85, δίκρος αἰχμῆς ‖ 9. τάμε textus ‖ 10. κορυφῆς A: -αῖς ‖ 11. Σιπιάδος ἄκρης ‖ 14. προπαρασκευάζει B ‖ 21. τῇ φιλίῳ B ‖ 28. ἐπ. μὴ ἐπ. ‖ 29. αἱ scripsi: οἱ ‖ δορέου: corr. Bekker 31. έξανεμούμμενοι et οἱ lin. 29 Bekker ‖ 32. κύουσιν etiam B: θέουσιν codd. Aristot.)
169

Ἅρπυια Ποδάργη] ὡς “Νηὶς Ἀβαρβαρέη (Il. 6. 22)· φησὶν [*](Α–) οὖν “τηλεκλυτὰ τέκνα Ποδάργης” (Il. 19. 400). §. “Ἅρπυια” δὲ [*](Α+) θήλεια ἄνεμος.

151. **] ἢ ἔτεκεν ἢ βοσκομένη.

152. ἐν δὲ παρηορίῃσιν] ἄπορον ὅτου χάριν Ἀχιλλεὺς τοῖς ἀθα- [*](B–) νάτοις ἵπποις θνητὸν συμπλέκειν ἀξιοῖ· τὸ γὰρ χεῖρον παρὰ πολὺ τοῖς κρείσσοσι συμπλεκόμενον αἰσχύνειν φιλεῖ. ἴσως οὖν ἁρμόσει λέγειν ὅτι τοῦτον προσέθηκεν ἐκείνοις, ἵνα ἐγκόπτοιντο ἐν τῷ δρόμῳ· μέτρ〈ι〉ον γὰρ εἶναι τὸ τάχος αὐτῶν ἐβούλετο καὶ οὐχ ὑπερβάλλον σφόδρα, ἐπεὶ καὶ τοῦτο ἄχρηστον ἐνίοτε. ἢ τάχα τὸν ἡνίοχον ἐπαινεῖ δυνάμενον ἀναχαιτίζειν τὴν ὁρμὴν τῶν ἀθανάτων ἵππων, ὅπως ἄν ὁ θνητὸς αὐτοῖς ἰσοδρομῇ. ἢ βούλεται ὁ ποιητὴς τὴν φύσιν ἐνδείκνυσθαι τοῦ ἥρωος, μικτὴν οὖσαν ἐκ θνητοῦ 〈καὶ αθανάτου〉. πῶς δὲ “ἀλεγεινοί” ὄντες “ἀνδράσι〈γε θνητοῖσι δαμήμεναι ἠδ᾿ ὀχέεσθαι” > (Il. 17. 77) Πατρόκλῳ ὑποτάσσονται: ἀλεγεινὸν οὖν ἐστι τὸ μετὰ φροντίδος κατορθούμενον· ἡνίοχός τε ἦν αὐτοῖς Πάτροκλος—διὸ καὶ κλάουσιν αὐτόν (Il. 17. 426) —πιθανόν τε Αὐτομέδοντα πάλαι συνησκῆσθαι αὐτοῖς διὰ τὰ συμβαίνοντα.

[*](B=)

ἄλλως: παρηορίῃσιν] παρηρτημέναις σειραῖς πρὸς τὴν ζεῦξιν τοῦ περισσοῦ ἵππου. διὰ τί δὲ δεῖται παρηόρου, οἱ μὲν γὰρ ἄλλοι δεόντως πρὸς τὸ εἰ κάμοι ἢ τρωθείη εἷς ἀντεπεισάγεσθαι ἀντʼ αὐτοῦ τὸν παρή- ορον, τοῖς δὲ ἀθανάτοις ποῖον δέος ἢ τρωθῆναι ἢ καμεῖν; ἔστιν οὖν εὔηθες τοὺς μὲν Ὁμηρικοὺς θεοὺς τιτρώσκεσθαι, ἵππους δὲ μή. ἄλλως τε ποικῖλαι θέλει τὴν Σαρπηδόνος μάχην καὶ οὐκ ἄπρακτον αὐτὸν ἀνελεῖν.

155. θώρηξεν] ἄμεινον “κόσμησεν “τοὺς δʼ αὐτοὶ βασιλῆες ἐκόσμεον” (Il. 14. 379)—ἑαυτὸν γὰρ ἕκαστος θωρήσσει· καὶ μὴ εἰρημένον νοεῖται· διὰ τοῦτο “ σὺν τεύχεσιν” (156).

156. λύκοι ὥς] διὰ μακροῦ ἀπέδωκεν αὐτῷ τὸ “ῥώοντο” (166). [*](B=) κεκορεσμένοις δὲ εἴκασε καὶ ἐπὶ ποτὸν ἐρχομένοις, ἐπεὶ πεινῶντες μὲν διασκεδάννυνται ἄλλος ἄλλοσε ἐς νομάς, ἐς ποτὸν δὲ ἀθρόοι ἀπίασιν.

158. οἵ τʼ ἔλαφον —μέγαν] πρὸς τὸ κορέσαι αὐτούς.

πᾶσιν δὲ παρήιον] ἀντὶ τοῦ πάντων.

159. αἵματι φοινόν] πεφοινιγμένον ἀπὸ τοῦ αἵματος. λέγει δὲ καὶ [*](B–) [*](7. αἰσχύνειν φιλεὶ scripsi: αἰσχύνην φέρει B, αἰσχύνειν ἄλλο ‖ 9, 13. supplevi ex B ‖ 14, 5. suppl. 22. δέος B: δέον ‖ ἔστιν οὖν B: ἔστι δὲ ‖ 25. ἐκόσμησε ‖ 26. ὡς post καὶ omisi ‖ 29. ποτὸν B: ποταμὸν ‖ 33. αἶμα δαφοινόν)

170
“αἵματι φοινικόεσσαι” (Il. 23. 717) καὶ “χλαῖναν θέτο φοινι- κόεσσαν (Od. 14. 500) καὶ “ἡνία φοινικόεντα” (Il. 8. 116) καὶ “φοίνικι μιήνῃ (Il. 4. 141) καὶ Φοίνικες, ὅτι παρὰ τὴν ἐρυθρὰν θάλασσαν ᾤκουν (cf. Herod. I 1), ἣν φοινικῆν Διονύσιος καλεῖ, καὶ τὸ φυτόν, ὡς ἐπὶ τὸ πολὺ φοινίκεον ποιεῖ καρπόν, καὶ “φοι- νήεντα δράκοντα” (Il. 12. 202) ἀπὸ τοῦ φοινός, καὶ “φοίνιον αἷμα” (Od. 18. 97) ἐπὶ τοῦ Ἴρου· οὐ γὰρ πεφόνευται, ἵνα εἴπῃς ὅτι παρὰ τὸν φόνον γεγένηται ἡ λέξις.

[*](AB+)

160. ἴασιν] ὧδε ἡ στιγμή.

[*](AB+)

161. λάψοντες γλώσσῃσι] “λάψοντες” πιόμενοι. Ζηνόδοτος δὲ “λάψαντες,” ἐμπλησθεῖσιν εἰκάζων αὐτούς. §. ὠνοματοπεποίηται δὲ [*](AB=)ἡ λέξις ἀπὸ τοῦ γινομένου ἤχου ἐν τῇ πόσει τῶν κυνῶν καὶ τῶν λύκων.

[*](B+)

ἀραιῇσιν] δασέως, λεπταῖς καὶ ἐπιμήκεσιν. οἳ δὲ ψιλῶς, βλα- πτικαῖς.

[*](Α–)

162. ἄκρον, ἐρευγόμενοι] στικτέον εἰς τὸ “ἄκρον,” ἵνʼ ᾖ ‘λάψοντες ἀπὸ τῆς κρήνης τὸ ἄκρον ὕδωρ —οὐ γὰρ καθιᾶσι τὴν γλῶσσαν εἰς τὸ ὕδωρ ὡς οἱ βόες, οὐδὲ 〈ὡς οἱ〉 λύκοι πάρδοι ἵπποι καὶ τὸ ἥμισυ τῆς ὄψεως—τινὲς δὲ τῷ “φόνον” ἐπισυνάπτουσιν “ἄκρον φόνον,” τὸ ἀνωτάτω αἷμα τοῦ καταπινομένου καὶ ὄντος ἐν τῷ στομάχ.

φόνον αἵματος] ἀντὶ τοῦ‘αἷμα φόνου.ʼ

[*](Α+)

163. περιστένεται δέ 〈τε〉 γαστήρ] Ἀρίσταρχος ἀντὶ τοῦ ‘περι- τείνεταιʼ διὰ τὴν πλησμονὴν ὡς φερέβιος φερέσβιος, οἳ δὲ ‘ στένει’ διὰ τὴν αὐτὴν αἰτίαν, οἳ δὲ στενοχωρεῖται, ὡς “στεινόμενος νε- κύεσσι” (Il. 21. 220).

[*](B+)

166. ῥώοντο] ἐρρωμένως περὶ αὐτὸν ἵσταντο.

[*](B –)

167. ὀτρύνων ἵππους] “ἵππους” τοὺς ἱππέας, ὥς φαμεν νικᾶν τὴν ἵππον τῶν πολεμίων· ἢ τοὺς ἰδίους ἵππους ὀτρύνων· νοεροὶ γὰρ ἤσαν ὡς θεῖοι.

[*](B=)

ἄλλως: ὀτρύνων ἵππους] ἀντὶ τοῦ ἱππέας· ἀντέταξε γὰρ αὐτῷ τὸ “ἀσπιδιώτας.”

[*](B–)

170. πεντήκοντʼ ἔσαν ἄνδρες] πῶς, φασίν, ἐν ἅποσιν αὔξων Ἀχιλ- [*](1. φοινικόεις ‖ 2. σιγαλόεντα textus Il. ‖ 3. οἲ π. B ‖ 5. supplevi ex B ‖ φοινίκεον ποιεῖ B: φοινίκειον ποῦ καίεῖ ‖ 7. Ἴρου W: ἱεροῦ ut B ‖ 9. ἴασιν B: ἰᾶσιν ‖ 11. λάψαντες B: λάψοντες ‖ 14. δασείαις B ‖ 18. οὐδἐ ὡς οἱ Eust. : οἱ δὲ ‖ 19. τῷ φόνῳ ἀποσυνάπτουσιν: corr. Bekker ‖ 26. ῥώοντʼ ‖ οἶν post αὐτὸν omisi ut B ‖ 30. αὐτῷ B: αὐτὸ ‖ 32. πεντήκοντα ἔσαν νῆες)

171
λέα τούτῳ μειοῖ: τινὲς μὲν οὖν, ὅτι οὐκ ἐν πλήθει ἡ ἀρετή· Αἴας γοῦν δώδεκα ναῦς ἔχει (Il. 2. 557). Ἀρίσταρχος δέ φησι ν΄ ἐρέτας εἶναι διὰ τὸ “ἐπὶ κληῖσιν” ἢ ναύτας πρὸς ὑπηρεσίαν, Διονύσιος δὲ τὸν μὲν ἐρετῶν ἀριθμὸν ρκ΄ τιμᾶ, τὸ δὲ λοιπὸν ἐν τῷ μεταξὺ τούτων ἄγεσθαι, ὣς φθάνειν πάσας αποτε ἀνδρῶν.

πεντήκοντʼ ἔσαν ἄνδρες ἐπὶ κληῖσιν] καὶ Πίνδαρος (fr. 259) πεντ κοντηρέτμους φησὶ τὰς ναῦς τῶν Ἀχαιῶν εἶναι.

171. πέντε—ἡγεμόνας] τάχα πρὸς τὸν παρόντα καιρόν· εἰ γὰρ μὴ τοῦτο, ἔδει καὶ Πάτροκλον ἄρχειν, εἰ μὴ Ἀχιλλεῖ συμπαρετάσσετο.

ἡγεμόνας ποιήσατο] τὸ ἑξῆς “ποιήσατο σημαίνειν οἷς διʼ ἀρετὴν ἐπεποίθειι.ʼ

172. μέγα κρατέων] τὴν κατὰ πάντων ἔχων ἐξουσίαν· οἱ γὰρ [*](B=) τοιοῦτοι εὐρυκρείοντες.

173. ἰῆς στιχός] τῆς μιᾶς τάξεως, παρόσον ἐπὶ στίχον ἡ τάξις πορεύεται.

174. διιπετέος] λαμπροῦ. καὶ Εὐριπίδης (Bacch. 1268) “λαμ- [*](B+) πρότερος ἢ πρὶν καὶ διιπετέστερος.” ἐπεὶ δὲ χειμάρ〈ρ〉ους, πῶς “Σπερχειῷ ἀκάμαντι” (176); οἱ γὰρ παυόμενοι πόροι δοκοῦσιν ὥσπερ ἀποκαμόντες ἑστάναι. §. Σπερχειὸς ἐκ Πίνδου κατιὼν καὶ διʼ Αἰνιάνων καὶ Δολόπων εἰς θάλασσαν ἐρεύγεται, εἰς τὸν Μαλιακὸν ἐκδιδοὺς κόλπον· οἳ δὲ διὰ Μηλίδος καὶ Φαρσάλου ἐπὶ Θερμοπύλας, ἔνθα Πυλαίας Δήμητρος ἱερόν.

ἄλλως: διιπετέος] τοῦ θείου ἢ τοῦ ἐκ τῶν Διὸς ὑετῶν ἀρχὴν ἔχοντος.

[*](Α~)