Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

85. ἀτὰρ οἵ] ὀρθοτονητέον τὴν “οἵ·” ἄρθρον γάρ ἐστι πληθυντικόν, [*](A~B=) ἵνʼ ‘σἱ δὲ Ἕλληνες.ʼ §. ἔρωτα δὲ παλλακῆς καὶ φιλαργυρίαν ἐπι- [*](B=) δείκνυνται οἱ στίχοι.

87. ἐλάσας ] ἀπελάσας, φησί, μόνον τῶν [*](B=) νηῶν ἵεσο τῇδε, μὴ φιλοτιμότερον τῇ νίκῃ χρώμενος καὶ διώκων.

89. μὴ σύ γʼ ἄνευθεν] τοὺς β΄ (89, 90) ἀθετεῖ Ζηνόδοτος.

[*](A+)

90. ἀτιμότερον δέ με] ὁ “δέʼ ” ἀντὶ τοῦ γάρ.

92. ἐναιρόμενος] ἐναίρων.

93. μή τις ἀπʼ Οὐλύμποιο] τοὺς δʼ ἀθετεῖ Ζηνόδοτος καὶ ἀντ’ [*](A+) αὐτῶν γράφει “ μή σʼ ἀπομουνωθέντα λάβῃ κορυθαίολος Ἕκτωρ,” ὃν παρῳδεῖ Διονύσιος ὁ Θρᾷξ, ἀντὶ τοῦ “λάβῃ” “δάκῃ” λέγων.

μή τις ἀπʼ Οὐλύμποιο] ἐκφοβεῖ τῷ θεῷ· ὅτε δὲ λέγει “μηδʼ Ἕκτορι ἶφι μάχεσθαι” (Il. 18. 14), ἀναφέρει ἐπὶ τὸ “μὴ ἀπάνευθεν ἐμεῖν” (89).

94. ἐμβήῃ] ἐμποδὼν στῇ, ἐναντίως σοι τῇ βάσει χρήσηται.

[*](B+)

95. πάλιν τροπάασθαι] συνήθως· ἔστι γὰρ ποιητικόν.

96. ** δηριάασθαι] πολεμεῖν τε καὶ μάχεσθαι.

97. αἲ γάρ, Ζεῦ τε πάτερ] παντελῶς ἐκβλητέον τοὺς δ΄ στίχους· [*](A~) πρῶτον ὅτι παιδιώδης καὶ ἀδύνατος ἡ εὐχή, εἶδʼ ὅτι φθονερά, εἶτα ἐρωτική. τί δὲ ἠδίκησαν οἱ Μυρμιδόνες; πῶς τε Φοῖβον ἐπικαλεῖται, ὃν ἤκουσεν ὑπὸ Θέτιδος φονέα ἑαυτοῦ ἔσεσθαι (Il. 21. 277); τί δὲ θαυμαστόν, εἰ ἐρήμην πορθοῖεν πόλιν; καὶ τὸ λύειν τὰ οἰκο- δόμων ἐστίν· πῶς δὲ τὸ “νῶιν” (99) εὐθεῖαν δηλώσει; καλῶς οὖν φησιν Ἀρίσταρχος Ζηνόδοτον ὑπωπτευκέναι, ὡς εἶεν παρεντεθέντες οἱ στίχοι ὑπὸ τῶν ἀρσενικοὺς ἔρωτας λεγόντων εἶναι παρʼ Ὁμήρῳ καὶ ὑπονοούντων παιδικὰ εἶναι Ἀχιλλέα Πατρόκλου.

98, 9. μήτε τις οὖν Τρώων— μήτ Ἀργείων] τινὲς ὑπερβο- [*](B=) λικῶς φασιν ἀντὶ τοῦ ἀπόλοιντο οἱ ἀριστεῖς. ἢ καὶ δεόντως πεποίηται τὴν εὐχήν, τοὺς μὲν μισῶν ὡς πολεμίους, τοὺς δὲ ὡς περιιδόντας [*](1. Ἀπόλλωνα ‖ 3. ἐπίστηται B ‖ 4. αὐτὰρ ‖ 5. παλλακίδος ‖ 7. μόνον B: μόνων ‖ 8. φ. τῂ B: φ. δὲ τῆ ‖ 12. δ΄ A: γ΄ ‖ 13. αὐτῶν A: αὐτοῦ ut B ‖ ἀπογυμνωθέντα A ‖ 16. μὴ σύ γ΄ ἄνευθεν textus Il. ‖ 18. χρήσεται B, χρῆσθαι ‖ 19. τροπέᾶσθαι ‖ an ἀσυνήθως ? ‖ 23. ἐρωτική Bek- ker: ἐρωτικά ‖ 25. supplevi, cf. Eust. ‖ 26. εὐθεῖον Bekker: σὐ θείαν ‖ 31. πεποίηται B: πεποίηκε ‖ 32. ὑπεριδόντας B)

164
ὑβριζόμενον. ἄλλως τε καὶ αὔξει τὴν εἰς Πάτροκλον χάριν, εἰ τοὺς Ἕλληνας σώζει διʼ αὐτόν, σὓς ἀπολέσθαι θέλει, ὡς οὐ κατὰ κηδεμονίαν τῶν Ἑλλήνων ἐκπέμπων τὴν συμμαχίαν, ἀλλὰ τῷ Πατρόκλῳ ἀντι- λέγειν οὐ θέλων.

[*](Α+Β–)

99. ἐκδῦμεν] παροξυτονητέον τὸ “ἐκδύμεν” ἔστι γὰρ ἀπὸ τοῦ ἐκδύμεναι ἀπαρεμφάτου, ἵνʼ ᾖ ὁ λόγος, ἡμῖν δὲ γένοιτο ἐκδῦναι τὸν ὄλεθρον. καὶ λείπει τὸ εἴη. εἰ γὰρ τοῦ δύοιμεν εὐκτικοῦ συγκοπὴν αὐτὸ φήσομεν, οὐ κατάλληλος ἔσται ὁ λόγος.

[*](B=)

101. ὣς οἳ μὲν τοιαῦτα—Αἴας δʼ οὐκέτι μίμνε] μέτεισιν ἐπὶ τὴν μάχην, ὅπως τὴν ναῦν ἐμπιπραμένην δείξας Ἀχιλλεῖ τὸν Πάτροκλον ἐξαγάγῃ. καλῶς δὲ τῇ ἐκλογῇ τῶν ὀνομάτων χρῆται· φυγὴν γὰρ οὐκ ὠνόμασεν, ἀλλʼ ὅτι μένειν οὐκ ἠδύνατο καὶ τὰς πολλὰς αἰτίας ἐπάγει. θαυμάσιον δὲ τὸ κατὰ τὴν ἀπαγγελίαν· εἰώθασι γὰρ οἱ ποιηταὶ φαντασίαν παρέχειν τῷ λόγῳ ἐπὶ τροπικὰ χωροῦντες, καὶ παρὰ τῷ Ὁμήρῳ ἐστὶ πολλὰ τοιαῦτα· ἐνθάδε χωρὶ παραβολῆς καὶ πάσης τροπικῆς ἀπαγγελίας ἐπῆρται ὁ λόγος, ἀπʼ αὐτῶν τῶν πραγμάτων γινομένης τῆς φράσεως.

[*](Β=)

**ὣς οἳ μὲν τοιαῦτα] πῶς πάντα ὑπισχνούμενος εἰδέναι οὐ λέγει ταῦτα; λέγομεν ὅτι πράγματα μὲν μνημονεῦσαι ῥᾴδιον, οὐ μὴν λόγους· ἀφανίζονται γὰρ τὰ ἔπη πτερόεντα ὄντα.

102. βιάζετο γὰρ βελέεσσιν] ὑπὸ βελῶν κατεπονεῖτο· τρωτὸς ἦν ἄρα· καὶ “ὅσ〈σ〉ον ἐμῇ κεφαλῇ περιδείδια, μή τι πάθῃσιν ” (Il. 17. 242).

103. δάμνα μιν Ζηνός τε νόος] μέγιστον ἐγκώμιον τοῦ Αἴαντος, ὅτι καὶ πρότερον καταστασιασθεὶς ὑπὸ Διὸς ἐπέμενεν.

[*](B=)

104. βάλλοντες] πρὸς ἐπίτασιν ἐπλεόνασε τῷ ῥήματι, “βάλ- λοντες” λέγων καὶ “βαλλομένη” (105) καὶ “βάλλετο” (ib.)· ἀμίμητα δὲ ταῦτα καὶ γραφεῦσι καὶ πλάσταις.

[*](B+)

δεινὴ δὲ ] τοῦτο τῆς

[*](B=)

καναχῆς ἐπίθετον. διὸ σὺν τῷ ν. §. καὶ μὴ ψαύοντες μὲν ἀκοντίζουσι τὴν κεφαλήν, ψαύοντες δὲ ἐρείδουσι τὴν ἀσπίδα, ὃ δὲ ἔστηκεν ἀκίνητος [τὴν προσβολήν]. καὶ ἔστιν αὐτὸν παραβάλλοντας τῷ Ἕκτορι τὴν ὑπεροχὴν γνῶναι· ὃ μὲν γὰρ ὑπὸ Διομήδους τὴν κόρυθα θλίβεις σκοτοδινιᾷ, ὃ δὲ ὑπὸ πολλῶν βαλλόμενος ἀνέχεται.

[*](4. μὴ βουλόμενος B ‖ 7. τοῦ Bekker: τὸ ‖ 13. εἰώθασι γ. W: ὁρῶ φασι μἐν γ. ὅτι B, ὁρῶ φασι γ. ‖ 14. παρέχουσι B ‖ 15. παρʼ αὐτῷ B ‖ ἐνταῦθα δὲ B ‖ 16. καὶ πάσης W: τοιαύτης πάσης καὶ ut B ‖ ἀπ’ W ἐπʼ ut B 29. διὸ W: δεινήν B, διʼ ἧς ‖ 30. τῆς κεφαλῆς B δέ τύπτουσι B )
165

106. καὶ φάλαρʼ εὐποίητα] ἄμεινον οὕτω γράφειν, ἵνʼ ᾖ ‘καὶ ἡ Α~Β+ πήληξ ἐβάλ〈λ〉ετο καὶ τὰ φάλαρα.ʼ ἡ πήληξ μὲν οὖν εἰς ὃ τὸν λόφον τιθέασι, φάλαρα δὲ τὰ κατὰ τὰς παρειὰς πίπτοντα μέρη διὰ τὸ φανὰ εἶναι καὶ λαμπρά· ὡς δὲ ὁ Θρᾷξ, ὁ ἑκατέρωθεν αὐτῆς κόσμος.

ὃ δέ] ὡς περὶ ἑτέρου· ὅμοιον δέ ἐστι τῷ “ὃ δʼ ἐρεύγετο οἰνο- βαρ〈ε〉ίων” (Od. 9. 374).

107. ἔμπεδον—ἔχων σάκος] διὰ τὸ μὴ ἔχειν τοὺς διαδεξομένους ὁπλοφόρους πλησίον, “οἵ οἱ σάκος ἐξεδέχοντο, ὁππότε μιν κάματός τε καὶ ἰδρώς” (Il. 13. 710, 1). §. “πάντῃ δέ” (111) ἀντὶ τοῦ γάρ. §. ἐπαινεῖται δὲ ὁ τόπος ὡς καὶ ζωγραφίας ἐναργέστερον ἔχων. οὐδὲ δύναντο ἀμφʼ αὐτῷ πελεμίξαι] τὸ περὶ αὐτῷ σάκος οὐδʼ ὅσον ἐδύναντο κινῆσαι.

108. ἐρείδοντες] πατάσσοντες. κυρίως δὲ ἐρεῖσαι τὸ ἐκ χειρὸς [*](B=) πατάξαι. εἴρηται δὲ καὶ ἐπὶ βολῆς· “καὶ διὰ θώρηκος πολυδαι- δάλου ἠρήρειστο (Il. 3. 358).

112. ἔσπετε νῦν μοι, Μοῦσαι] ὡς παράδοξον μέλλων λέγειν τὴν [*](Β=) ὑποχώρησιν Αἴαντος τὸν ἀκροατὴν προσεκτικώτερον ποιεῖ τοῖς παρὰ Μουσῶν λόγοις. συνέτεμε δὲ τὸ προοίμιον ἐπειγόμενος τῷ καιρῷ· ἐκεῖνος μὲν γὰρ ὁ λόγος (Il. 2. 484) ἐδεῖτο τερατείας ἐξαρίθμησιν ἔχων νεῶν καὶ ἡγεμόνων, ὃ δὲ μιᾶς νεὼς ἐμπρησμόν.

114. δόρυ μείλινον] οὐδʼ θεῷ εἰξεν, εἰ μὴ ἀχρεῖον αὐτῷ [*](B=) γέγονε τὸ δόρυ.

μείλινον ἄγχι παραστάς] πάλιν ἐπὶ τὸ κινδυνωδέστατον προήγαγε [*](B=) τὴν ὑπόθεσιν· παράδοξον γὰρ τὸ ἐγγὺς παραστῆναι τὸν Ἕκτορα. ἀλλʼ οὐδετέρου τρῶσιν ὑπέθετο, τοῦ μὲν διὰ τὴν ὑπεροχήν, εἰ καὶ ὑπὸ θεοῦ νῦν καταστασιάζεται (103), τοῦ δὲ διὰ τὴν ἀπὸ τοῦ Διὸς βοή- θειαν. ἀλλʼ ἔδει τὸν ἕτερόν γε βλαβῆναι ἐκ τῆς κλάσεως. διὰ μέσου οὖν ἐχώρησε τὴν ὑποχώρησιν Αἴαντος τῷ δόρατι περιθείς.

115. παρὰ καυλόν] “ καυλόν” τὸ καθιέμενον μέρος εἰς τὴν ἐπιδο- [*](B=) ρατίδα.

116. ἀπάραξε] εἰ ἀπήραξεν, πῶς ἐπιφέρει “τῆλε δʼ ἀπʼ αὐτοῦ [*](Α+Β–) [*](1. καὶ φάλαρα A B: καφάλαρʼ ‖ ἵνʼ ᾖ B: ἵνα ‖ 9. ὅτε ‖ 11. ἐναργέσ- τερον Bekker: ἐνεργέστερον ‖ 15. εἴρηται scripsi: εὔρηται ‖ 20. ἐδέετο ut B ‖ 21. νηῶν ‖ 22. οὐδὲ θ. ut B ‖ 23. ἐγένετο B ‖ 25. παραστῆσαι B ‖ 28. ἀλλʼ ἔδει scripsi: ἔδει γὰρ B, ἀλλʼ ἐπὶ ‖ κλάσεως B: ἐμπλάσεως )

166
αἰχμὴ χαλκείη (117); ἔστι δὲ τάχος περὶ τὴν ἀπαγγελίαν, καὶ τὸ μὲν “ἀπάραξε” περὶ ὅλου τοῦ πράγματός φησιν, ἔπειτα τὰ κατὰ μέρος ὑποτίθησιν.

[*](Α+Β=)