Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

823. σῦν ἀκάμαντα] ἰσχυρὸν ἰσχυρότερος. μέχρι μὲν οὖν ἴσοι [*](B=) ἦσαν, λέουσιν αὐτοὺς εἴκασε (756), νῦν δὲ ἑτερογενέσι ζῴοις καὶ ἀνίσοις.

825. πίδακος ἀμφʼ ὀλίγης] τὸ δίψος παρέλαβεν εἰς αἰτίαν τῆς [*](B=) συμπλοκῆς, ἐπεὶ οὐδὲ ἂν περὶ ταύτης ἔρις ἦν αὐτοῖς.

ἄλλως: πίδακος ἀμφʼ ὀλίγης] ἐν μὲν γὰρ κρήνῃ ἀφθόνως ῥεούσῃ

[*](B=)

οὐκ εἰκὸς περὶ ὕδατος μάχεσθαι, ἐν δὲ τῇ βραχείᾳ πίδακι ὥσπερ ἆθλον πρόκειται τῷ νικῶντι τὸ ποτόν.

826. ἀσθμαίνοντα] φύσει γὰρ τοιοῦτος ὁ σῦς· τῷ δʼ ηὔξηται ἡ δίψα· [*](B–) πολλῷ δὲ μᾶλλον διὰ τὴν μάχην ἀσθμαίνει. ἔστιν οὖν ἀγωνιζόμενον.

830. ἦ που ἔφησθα πόλιν κεραῖζέμεν] οὐκ ἐᾷ ἐπʼ ἄκρον φέρεσθαι τὰς ἐλπίδας.

833. τάων δὲ πρόσθε] ὅρα τὸ ἔμπληκτον τοῦ βαρβάρου· τὴν γὰρ [*](B-) ἀλαζονείαν ἐξελέγχων αὐτὸς εἰς τὰ ὅμοια ἐμπίπτει.

834. ὀρωρέχαται] ὁρμῶνται ἢ ἐκτέτανται, ὡς τὸ “τανύοντο δὲ [*](B=) μώνυχες ἵπποι (375).

836. ἦμαρ ἀναγκαῖον] τὸ εἰς ἀνάγκην ἄγον, ὡς “δούλιον ἦμαρ” [*](B=) (Il. 6. 463).

839. μή μοι πρὶν ἰέναι, Πατρόκλεις] κατὰ τὸ πιθανὸν μιμεῖται, [*](B=) τίνας εἰκὸς εἰρηκέναι λόγους Ἀχιλλέα ἐκπέμποντα Πάτροκλον.

844, 5. σοὶ γὰρ ἔδωκεν νίκην Ζεύς] Ζεὺς ἡ Μοῖρα. ἢ ἐπεὶ αὐτὸς [*](B–) συνεχώρησεν. ὃ δὲ ἤδει ὁ ποιητής, τοῦτο τῷ ἡρωικῷ προσώπῳ περιέθηκεν.

847. τοιοῦτοι δʼ εἴπερ μοι ἐείκοσιν] ἀξιομίμητον τὸ ἦθος· οὐ γὰρ [*](ΑΒ=) κατεπλάγη τὸν θάνατον, οὐ τὸ βάθος τῶν ἀλγηδόνων, οὐ τὴν ἐρημίαν [*](1, 2. δώματʼ Ὀδυσσεύς codd. Od. ‖ 9. ἰσχυρότερον B ‖ 10. ἑτεροίεσι ‖ || 19. ὅπου ἔ. || 30. ᾔδει B: ἰδιο)

208
τοῦ βοηθήσοντος, ἀλλʼ ἔτι φρυάγματος μεστός ἐστι καὶ ἐρεθίζει μᾶλλον ἢ ἱκετεύει, ἀντιποιούμενος τῆς νίκης καὶ τελευτῶν.

[*](AB+)

850. σὺ δέ με τρίτος] πολλοστός, ὡς “ἀσπασίη τρίλ〈λ〉ιστος ” (Il. 8. 488). οἳ δὲ Μοῖραν καὶ Ἀπόλλωνα ἕν—ἄμφω γὰρ θεοί—οἳ δὲ κατὰ κοινοῦ τὴν Μοῖραν παρειλῆφθαι. τινὲς δὲ τὸ ἐξεναρίζειν ἐπὶ τῶν αὐτοχείρων· καὶ οὕτω τρίτος Ἕκτωρ.

[*](B=)

ἄλλως: σὺ δέ με τρίτος] αὔξει αὑτὸν ὡς ὑπὸ πολλῶν θεῶν καὶ ἀνθρώπων ἀναιρεθέντα, μειοῖ δὲ τὸν Ἕκτορα ὡς Εὐφόρβου δεύ- τερον.

[*](B~)

851. ἄλλο δέ τοι ἐρέω] δόγμα ἐστὶ τοῦτο τῷ ποιητῇ, ἀπαλλασ- σομένας τὰς ψυχὰς ἔχειν τι μαντικώτερον· πλησίον γὰρ ἤδη τῆς θείας φύσεως γινομένη ἡ ψυχὴ προγινώσκει τι τῶν μελλόντων.

852. *βέῃ] βιώσῃ, ὡς “τί νυ βειόμαι, αἰνὰ παθοῦσα (Il. 22. 431).

[*](A=B–)

854. χερσὶ δαμέντʼ Ἀχιλῆος] πόθεν ὁ Πάτροκλος οἶδεν, ὅτι Ἀχιλλεὺς κτενεῖ τὸν Ἕκτορα; ὥσπερ Ἀχιλλεὺς ἀκούσας παρὰ Θέτιδος· ἢ ἐπεὶ κατʼ Ἀρτέμωνα τὸν Μιλήσιον ἐν τῷ περὶ ὀνείρων, ὅταν ἀθροισθῇ ἡ ψυχὴ ἐξ ὅλου τοῦ σώματος πρὸς τὸ ἐκκριθῆναι, μαντικωτάτη γίνεται· καὶ Πλάτων ἐν ἀπολογίᾳ Σωκράτους (p. 39c)· “καὶ γάρ εἰμι—ἐνταῦθα, ἐν ᾧ μάλιστα ἄνθρωποι χρησμῳδοῦσιν, ὅταν μέλλωσιν ἀποθανεῖσθαι.”

[*](A+)

* δαμέντʼ] ἐκ πλήρους γραπτέον τὸ “δαμέντι.”

[*](B–)

856. ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη] ὅτι πνεῦμα ποιὸν ἡ ψυχὴ κατὰ παντὸς οἰκοῦν τοῦ σώματος. οἳ δὲ τοῦ προσώπου· ὕστατα γὰρ τὸ πνεῦμα ἐντεῦθεν ἀναχωρεῖ.

857. ὃν πότμον γοόωσα] Πυθαγόρας φησίν, ὡς ἀναχωροῦσα ἡ ψυχὴ ἐν ἐκείνῳ γίνεται, ἂν γεννωμένῳ σώματι ἢ φυτῷ καταντήσῃ. λυπεῖται οὖν ὡς ἀκμάζον ἐῶσα σῶμα καὶ δεδοικυῖα, μή ποτε ἀναξίῳ περιπέσῃ. πρὸς ἀρετὴν οὖν συγκαλεῖ λέγων ὡς τὰ γενναῖα τῶν σωμάτων ἡ ψυχὴ 〈καταλιποῦσα θρηνεῖ〉.

[*](B+)

ἀνδροτῆτα] ἀντὶ τοῦ ἀνθρωπότητα, ἀνθρώπου φύσιν· ἀνδρ〈ε〉ίαν γὰρ οὐ καταλείπει ἀρετὴν ἰδίαν οὖσαν.

[*](B–)

860. τίς δʼ οἷδ’, εἴ κ’ Ἀχιλεύς] δειλοῦ ὁ λόγος· τὰ δὲ ὑπ’ [*](2. τελευτῶν B: μετὰ τελευτήν ‖ 5. κατὰ κοινοῦ etiam B, κοινὴν D || 10. ὥστε post ποιητῆ omisi ‖ 15. Ἀχιλλῆος ‖ 16. παρὰ A: ὑπὸ ‖ 22. δαμέντι etiam Eust.: δαμέντα A ‖ 27. ἐν ante ᾡ del. W 30. supplevi ex B2 || 33. εἴ κεν Ἀχιλλεύς)

209
Ἀχιλλέως ἀνδρεῖα· “τέθναθι· κῆρα δʼ ἐγὼ τότε δέξομαι” (Il. 22. 365.

867. ἄμβροτοι, σὓς Πηλῆι θεοὶ δόσαν] ἡ ἀναφορὰ ἐπὶ τὸν Πο- σειδῶνα· φησὶ γὰρ “Ποσειδάων δὲ πόρʼ αὐτοὺς πατρὶ ἐμῷ Πηλῆι, ὃ δʼ αὖτʼ ἐμοὶ ἐγγυάλιξεν” (Il. 23. 277)· φασὶ γὰρ ἐν τοῖς γάμοις ὑπὸ μὲν Ποσειδῶνος τοὺς ἵππους δοθῆναι Πηλεῖ, ὑπὸ δὲ Ἡφαίστου ὅπλα καὶ ξίφος.

*ἄμβροτοι] οὐ μετέχοντες θανάτου.

θεοὶ δόσαν ἀγλαὰ δῶρα] τινὲς γράφουσιν “ἤματι τῷ, ὅτε γῆμε Θέτιν λιπαροκρήδεμνον.” καὶ γάρ φησι “τὰ μὲν Πηλῆι θεοὶ δόσαν— ἤματι τῷ, ὅτε σὲ βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ” (Il. 18. 84).

1. Οὐδʼ ἔλχθʼ Ἀτρέος υἱόν] ἡδέως σφόδρα τούτοις ἀνταπέδωκεν “οὐδʼ ἄρα Πάνθου υἱὸς ἐυμελίης ἀμέλησε Πατρόκλοιο πεσόντος ἀμύμονος” (9).

2. εὖ Πατρόκλου πεσόντος πρῶτος αἰσθάνεται Μενέλαος· φησὶ [*](A+B=) γὰρ “ ὃς κεῖται ἐμῆς ἕνεκʼ ἐνθάδε τιμῆς” (92). καὶ ὅτι ὁμότροποι· ἄμφω γὰρ ἤπιοι— “νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο μνησάσθω” (670)—ὁ δὲ Μενέλαος οὐ μόνον πρὸς τοὺς ἀρχομένους πρᾷος ἦν, ἀλλʼ ἤδη καὶ πρὸς τοὺς πολεμίους, ὥστε Ἄδραστον ζωγρήσας σῴζειν ἐβούλετο. (Il. 6. 37). ἢ ὅτι καὶ περὶ πάντα σπουδαῖος ὁρᾶται, αὐτόματος ᾔει πρὸς τὴν δαῖτα (Il. 2. 408), προανέστη τοῦ ἀδελφοῦ (Il. 10. 32), Ὀδυσσέως καταπονουμένου ἧκεν ἄγων Αἴαντα (Il. 11. 464), ἔμεινεν ἐν τῷ Σουνίῳ “ἐπειγόμενός περ ὁδοῖο, ὄφρ’ ἕταρον θάπτοι” (Od. 3. 284)· ἢ προθυμότερον ποιῶν ἑαυτῷ σύμμαχον Ἀχιλλέα. ἄλλως τε οἱ ἄλλοι τραυματίαι εἰσὶ πλὴν Αἴαντος, ὃν νῦν οὐκ ἔδει ὑπείκειν Ἔκτορι.

Τρώεσσι δαμείς] Ἕκτορι καὶ Εὐφόρβῳ· καὶ τοὺς Δαρδανίους A+B= γὰρ Τρῶάς φησιν.

3. κεκορυθμένος] ὅθεν καὶ κορυστής· ἀντιμετείληπται τὸ θ τοῦ σ.

[*](4. πρὸ αὐτοῦ ‖ 5. ἐμῷ ‖ 12. addidi: Ἰλιάδος ρ Ὁμήρου ῥαψηδίας textui inscriptum ‖ 16. scholion scriptum post schol. ad v. 7 ‖ 17. εἵνεκ’ ut B || 18. ἔννης Πατρόκλοιο ‖ 21. πάντα A:-ας ut B ‖ 27. ὃν B: ᾦ ‖ Ἕκτορι B; Ἔκτορα)
210
[*](B-)

4. ὥς τις περὶ πόρτακι μήτηρ] τὸν Αἴαντα λέοντι εἰκάζει “ ᾧ ῥά τε νήπιʼ ἄγοντι” (134), τὸν Ὀδυσσέα τῆς ταπεινώσεως χάριν 〈κυνὶ〉 “ὡς δὲ κύων— ἄνδρʼ ἀγνο〈ι〉ήσασʼ ὑλάει” (Od. 20. 14, 15), τὸν δὲ Μενέλαον συμπαθεῖ μὲν ζῴῳ, οὐ μὴν βιαίῳ· τοῦτο γὰρ τῷ ἤθει τοῦ [*](AB =)ἀνδρὸς καὶ τῇ παρούσῃ τύχῃ οἰκεῖον. §. εὖ δὲ ἀντὶ τοῦ βοῦς τὸ “μήτηρ” ἔλαβε, τὸ φιλοστοργότατον τῆς φύσεως ὄνομα.

[*](A + B=)

πόρτακι] πόρταξ ὑποκοριστικῶς. τριχῶς δὲ τὸ ὄνομα παρʼ αὐτῷ λέγεται· πόρταξ, ὡς νῦν· πόρις, “ὡς δʼ ὅταν ἄγραυλοι πόριες” (Od. 10. 410)· πόρτις, “πόρτιος ἠὲ βοός” (Il. 5. 162).

[*](Α + B=)