Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

772. * “〈Κεβριόνην〉 ἀμφʼ ὀξέα” περὶ αὐτόν, οὐκ ἐν αὐτῷ.

[*](B=)

775. ὃ δὲ στροφάλιγγι κονίης] καὶ ἡδέως ἐπεφώνησε καὶ περιπαθῶς.

ἄλλως : ὃ δὲ στροφάλιγγι] “ὃ δʼ ἐν στροφάλιγγι” διὰ τῆς “ἐν.”

[*](A+)

780. ὑπὲρ αἶσαν] ὑπὲρ βίαν, ἢ πλέον ἢ κατὰ μέτρον, ὑπὲρ τὸ [*](B=) καθῆκον.

784. τρὶς μὲν—ἐπόρουσε] τρίτον ὁρμήσας ἐννέα ἐφόνευσεν· [*](B+) ὑπὲρ μέτρον γὰρ τὸ φονεύειν κζ΄.

787. ἔνθʼ ἄρα τοι, Πάτροκλε] ἡ ἀποστροφὴ σημαίνει τὸν συναχ- [*](B=) θόμενον. σοὶ γάρ, ὦ Πάτροκλε, τῷ οὕτως ὑπʼ Ἀχιλλέως ἀγαπω- μένῳ, τῷ 〈τὸ〉 πᾶν εἰς σωτηρίαν τῶν Ἑλλήνων πραγματευσαμένῳ, 〈τῷ〉 Νέστορος φιλοπόνως ἀνασχομένῳ, 〈τῷ〉 Εὐρύπυλον φιλοστόρ- γως ἰασαμένῳ, 〈τῷ〉 ὑπὲρ τῶν Ἑλλήνων δακρύσαντι, τῷ τὸν σκληρῶς διακείμενον Ἀχιλλέα πείσαντι, 〈τῷ〉 κατὰ τῆς ἑαυτοῦ ψυχῆς τὴν ἔξοδον κατορθώσαντι· ταῦτα πάντα ἔνεστιν ἐπαναφέροντας ἐπὶ τὴν ἀποστροφὴν ὁρᾶν τὸ ἐν αὐτῇ περιπαθές.

789. δεινός] δεινῶς καὶ ἐπιφανῶς.

ὃ μὲν τὸν ἰόντα —οὐκ ἐνόησεν] ἐκ τοῦ πρὸς αὐτὸν εἰς τὸν περὶ αὐτοῦ.

[*](A+ B=)

792. *καταπρηνεῖ] πλατείᾳ.

[*](B+)

στρεφεδίνηθεν 〈δέ οἱ ὄσσε〉] περιενεχθέντα ἐστράφη. ἐκ δύο [*](B=) δὲ ὀνομάτων ταὐτὸ δηλούντων τραχεῖαν συνθεὶς τὴν προσηγορίαν τὴν βίαν τῆς πληγῆς παρίστησιν.

793. κρατὸς κυνέην] ἀφοπλίζει αὐτόν, ἴσον τῇ ὁπλίσει ἀπεργα- [*](B–) ζόμενος Ἕκτορα Ἀχιλλεῖ· ἅμα δὲ καὶ διαναπαύων τὸν ἀκροατὴν ὁπλοποιίαν παρεισάγει καὶ ἐπιτερπῆ κοσμοποιίαν. οὐ θέλει δὲ μετὰ θάνατον σκυλευθῆναι Πάτροκλον· αἰσχρὸν γὰρ Ἕλλησιν. ἔλεον 〈δὲ〉 καὶ ἀνδρ〈ε〉ίαν Πατρόκλου φησίν, ὡς οὐκ ἄλλως κρατηθέντος ἢ ἐν τῇ γυμνώσει τῶν ὅπλων. ἡ δὲ Ἀθηνᾶ ἀντὶ τούτου τὸν Ἕκτορα ἀπατᾷ (Il. 22. 214), ὡς καὶ Εὐμήλου τὸν ἄξονα 〈ἦξεν〉 ἀντὶ τῆς μάστιγος Διομήδους (Il. 23. 390).

796. πάρος γε μὲν οὐ θέμις ἦεν] ἐμπαθῶς τῷ θείῳ ὅπλῳ συνάχθεται.

797. ἱππόκομον] ἵππου κόμην ἔχουσαν. διὸ καὶ προπαροξύνεται.

[*](A+ B=)[*](3. αὐτῷ Bekker: ἑαυτῷ ‖ 5. δὲ ἐν ‖ 6. βίαν B: λίαν ‖ ὑπἐρ τὸ πλέον ὑπἐρ μ. B ‖ 8. ἐπώρουσε ‖ 12, 3, 4, 5. Supplevi ex B ‖ 15. τῆς σεαυτοῦ B || 27. supplevi ex B ‖ 32. εἶεν)
206

800. *ᾗ] τῇ αὐτοῦ.

[*](B=)

σχεδόθεν] ἐκ τοῦ σύνεγγυς χρόνου· ἢ ὡς 〈τὸ〉 “σχεδόθεν δέ οἱ [*](B–)ἦλθεν Ἀθήνη” (Od. 2. 267). §. τὴν ἀγανάκτησιν δὲ τῶν ἀκουόντων ἰᾶται οὐκ ἐπὶ πολὺ φάσκων ἀπολαύ〈σ〉ειν τῶν ὅπλων τὸν Ἕκτορα. διὸ ἐπήγαγε τὸ “σχεδόθεν δέ οἱ.”

[*](B–)

801. πᾶν δέ οἱ ἐν χείρε〈σ〉σιν ἄγη—ἔγχος] ὅλον ἐκ μέσου, καθὸ κατεῖχεν αὐτό. εἰ δὲ ἡ Πηλιὰς ἦν, οὐκ ἂν ἐκλάσθη.

804. λῦσε δέ 〈οἱ〉 θώρηκα] ὅτι οὐχ ἥνωντο ἀλλὰ ζωστῆρσι συνεί- χοντο οἱ θώρακες.

[*](B+)

806. στῆ δὲ ταφών] ἀπεστραμμένος πρὸς τὸν θεὸν ὄπισθεν ὄντα, ὃς ἅμα νοήματι αὐτὸν ἀπέδυσεν· διὸ καὶ εἰς τὰ μετάφρενα τιτρώ- σκεται. ἐπεστραμμένος δὲ ὑφʼ Ἕκτορος εἰς τὴν λαγόνα τιτρώ- σκεται (821).

[*](A+)

807. σχεδόθεν βάλε] Ζηνόδοτος “σχεδὸν οὔτασε·” καὶ πῶς φησιν “ὅς τοι πρῶτος ἐφῆκε βέλος” (812); δηλοῖ δὲ τὸ σχεδόν, ὡς “τὸν δὲ σχεδὸν ἄορι τύψας” (Il. 20. 462). Σέλευκος δέ φησιν οὐ δύνασθαι “σχεδό〈θε〉ν βάλε.”

Δάρδανος ἀνήρ] καὶ πῶς Πάνθοος μετὰ τῶν Ἰλιέων δημογερόντων καταλέγεται (Il. 3. 146); τινὲς οὖν μέτοικον αὐτὸν λέγουσιν εἶναι.

[*](A+ B=)

810. καὶ γὰρ δὴ 〈τότε〉 φῶτας ἐείκοσι] ὡς τῶν τότε τοιαύτην ἀσ- κούντων μελέτην, ὥστε τοὺς ἀντελαύνοντας ἀνατρέψαι τῶν ἀρμάτων. [*](B=)§. “διδασκόμενος” (811) δὲ πεῖραν λαμβάνων· πόλεμον δὲ τὸν ἐν Ἰλίῳ φησίν· ἔστι γὰρ νέος, ὡς καὶ ἡ 〈ἐπʼ〉 αὐτοῦ παραβολὴ δηλοῖ.

φῶτας ἐείκοσι] εἰκότως τὸ πρόσωπον συνίστησιν, ὡς δὴ μὴ δοκῇ ὑπὸ τοῦ τυχόντος ἀναιρεῖσθαι· τὸ ἐγκώμιον οὖν τοῦ Εὐφόρβου τῆς Πατρόκλου ἀρετῆς ἐστιν αὔξησις.

[*](B=)

814. οὐδʼ ὑπέμεινε Πάτροκλον] φιλέλλην ὁ ποιητὴς κατακωμῳδῶν τὸν βάρβαρον καὶ τὴν τοῦ Πατρόκλου δύναμιν αὔξων.

[*](B=)

817. ἂψ ἑτάρων εἰς ἔθνος] ταῦτα τοῦ ἀληθοῦς ἔχεται. εἰ γὰρ προσέθηκεν, ὅτι καὶ γυμνὸς ὢν ἵετο ἐπὶ τὸν Ἕκτορα, ἐξέπιπτεν 〈ἂν〉 τοῦ πιθανοῦ.

820. ἀγχίμολον] σύνεγγυς. καὶ “τὸν δʼ ἐξ ἀγχιμόλοιο ἰθών ” [*](2—5. schol. ad 807 iteratur ‖ 2. supplevi ex B ‖ 4. suppl. W 7. ἐκλάσθη : ἐκλίθη ‖ 8. λίπε δὲ ‖ 10. ἀπεστρεμμένος ‖ ὄπιθεν B, ἐπεὶ θεόν ‖ 15. δὲ W; οὖν ‖ τὸ σχεδὸν W: τῶν σχεδίων ‖ 20. supplevi ex A, textus ποτέ || 21. ἀναιρέψαι A: ἀναστρέφειν ut B ‖ 22. τὸν B: τῶν 23. suppl. W ‖ 24. δὴ W: ἂν ‖ δοκοίη ‖ 28. τὸν βάρβαρον W: τῶν-ων ‖ 32. ἀγχιμόλου)

207
(Il. 24. 352). χρονικῶς δέ· “ἀγχίμολον δὲ μετʼ αὐτὸν ἐδύσετο δῶμʼ Ὀδυσηος” (Od. 17. 336).

822. δούπησεν] τῷ σώματι· ὅπλα γὰρ οὐκ εἶχεν. §. ἀντὶ τοῦ [*](B=) ἀπέθανεν, ὡς τὸ “δεδουπότος Οἰδιπόδαο” (Il. 23. 679) ἀντὶ τοῦ [*](AB–) ‘ἀποθανόντος.ʼ

μέγα δʼ ἤκαχε λαὸν Ἀχαιῶν] διὰ τὴν Πατρόκλου ἀρετήν, διὰ τὸ [*](B=) Ἀχιλλέως ἐπʼ αὐτῷ πένθος, διὰ τὴν προσδοκωμένην τροπήν, διὰ τὸ μηδεμίαν φθάσαι ἀποδοῦναι χάριν ὡς εὐεργέτῃ.