Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

5. πρωτοτόκος] πρὸς τὸ μὴ εἶναι ἀσθενῆ, ἀλλὰ καὶ φιλόστοργον. “κινυρή” δὲ οἰκτρόφωνος. ἱφ’ ἓν δέ, ἵνʼ ᾖ ἐν τῷ τίκτειν θρηνοῦσα.

[*](B–)

εἰδυῖα τόκοιο] ἐγνωκυῖα· “νήπιον, οὔ πω εἰδότʼ ὁμοιίου πολέμοιο” [*](B=) (Il. 9. 440). §. τὸ δὲ “κινυρή” πρὸς τὴν Μενελάου λύπην.

[*](A+)

7. *οἷ] ἀντὶ τοῦ οὗ.

[*](A+ B=)

8. ὅστις τοῦ γε] αὐτοῦ, τοῦ Μενελάου ἢ Πατρόκλου.

[*](AB=)

9. οὐδʼ ἄρα Πάνθου υἱός] ὡς γὰρ ἐν κυνηγεσίοις πρωτόλεια τῷ πρώτως βαλόντι δίδοται, οὕτω καὶ οὗτος τῶν ὅπλων ἀντιποιεῖται· εἰ γὰρ καὶ γεγύμνωται, εἰκὸς αὐτῷ παρακεῖσθαι τὰ ὅπλα.

[*](A+)

14. * οὐ γάρ τις πρότερος] λείπει ἐμοῦ.

[*](B=)

19. Ζεῦ πάτερ] πολυκίνητος ὁ λόγος. ἐσχετλίασε πρῶτον, εἶτʼ ἐλογίσατο τὴν ὑπεροψίαν τῶν Πανθοιδῶν, καὶ οὕτως ἐπὶ τὴν ὑπό- μνησιν τῶν πάλαι μετῆλθεν· εἶτα μετὰ ἤθους ἀπειλεῖ τῷ πολεμίῳ ἀναχωρεῖν αὐτῷ παραινῶν.

[*](A+B =)

ὑπέρβιον εὐχετάασθαι] ὑπὲρ δύναμιν αὐχεῖν. §. καὶ τὸ μὲν σημαι- [*](B–)νόμενον πρὸς Εὔφορβον, ἡ δʼ ἀναφορὰ ἐπὶ Δία ὡς ἐκθαυμάζοντος τὸ θράσος· ὅταν γὰρ οἱ μέτριοι ἀδικῶνται παρὰ τῶν βιαίων, ἄγουσι τὴν πρὸς θεὸν παρρησίαν εἰς μέμψιν. καὶ ἑτέρωθι ὁ Μενέλαος ἀγανακτῶν πρὸς τὸ θεῖον παρατάττεται, “Ζεῦ πάτερ, οὔτις σεῖο θεῶν ὀλοώτερος ἄλλος” (ll. 3. 365).

[*](A~ B=)

20. οὔτʼ οὖν πορδάλιος] πρῶτον ἔθηκε τὴν πάρδαλιν· θρασὺ γὰρ 〈τὸ〉 ζῷον τοῦτο. δεύτερον δὲ τὸν λέοντα· μετὰ γὰρ θράσους καὶ ἀλκὴν ἔχει. τρίτον σῦν, οὐχ ὡς γενναιότερον, ἀλλ’ ὡς ἀλογίστῳ ὁρμῇ φερόμενον, λεόντων καὶ παρδάλεων πολλάκις τὸ παθεῖν φυλασσομέ- [*](2, 3. χάριν τῆς τε κυνὶ ἀνδρὶ ‖ 5. βοῦς scripsi, cf. A: ὀνόματος B, δούς ‖ 12. εἰδότα ‖ 17. δίδονται B || 22. τῶν B: τὴν || 23. παραινῶν B: πρὸ δεινῶν || 25. πρὸς Δ. B ‖ 30. τὸν πόρδαλιν B ‖ 31. supplevi ex B || 33. πορδά- λεων ut B)

211
νων· διὰ τοῦτο ἐπήνεγκεν “ οὗ τε μέγιστος θυμός” (21, 22). ἄλλως τε λέων μὲν καὶ πάρδαλις πολλάκις ἡμεροῦνται, ὃ δὲ ἀεὶ ἄγριος. §. διὰ τοῦ α τὸ “παρδάλιος.”

[*](A+)

21. συὸς κάπρου] μετὰ τὸ γένος τὸ εἶδος ἐπήγαγεν, ὡς τὸ “ἠύτε [*](A+) βοῦς ἀγέληφι μέγʼ ἔξοχος ἔπλετο πάντων, ταῦρος (Il. 2. 480).

23. * Πάνθου υἷες] Εὔφορβος, Πολυδάμας, Ὑπερήνωρ.

[*](B=)

24. *εὐδὲ μὲν οὐδέ] περισσὸν τὸ ἓν “οὐ〈δέ〉.”

[*](B=)

βίη περήνορος] ἢ πρὸ τῆς μήνιδος ἢ νῦν κατὰ τὸ σιωπώμενον [*](A~B–) ἀνόροται — οὐ γὰρ ἐν τῇ Ξ (516), “Ἀτρείδης δʼ ἄρʼ ἔκειθʼ Ὑκερή- νορα, ποιμένα λαῶν·” φεύγων γὰρ ἐκεῖνος ἀνῴρητο—Ὁμηρικὸν γὰρ ἔθος τὸ ἔνια παραλείπειν καὶ ὕστερον φράζειν. “ἀλλʼ ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησεν” (Il. 20. 90)· “οὐκ ἐθέλεσκε μάχην ἀπὸ τεί- χτος ὀρνύμεναι” (Il. 9. 353)· “ πρῶτον μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτʼ ἀγορεύων” (Il. 5. 832).

25. ὤνατο] ὠνείδισεν· 〈ἀπόνητο δὲ) ὄνησιν ἔλαβεν· ὠνόσατο δὲ [*](B=) ἐμέμψατο.

26. ἐλέγχιστον πολεμιστήν] καὶ “ μαλθακὸς αἰχμητής” (588). ἀλλʼ αἱ τῶν πολεμίων ἀποφάσεις οὐκ εἰσὶν ὀχυραί.

27. οὐδέ ἑ φημί] συγγνωστὸς ἀπαγγέλλων ἰδίας ἑαυτοῦ πράξεις· [*](B=) προσφόρως γὰρ οὐκ ἄλλου τινὸς μέμνηται ἢ ἀδελφοῦ Εὐφόρβου, ἐκ τῶν οἰκείων δυστυχημάτων ἀνακόπτων αὐτοῦ τὸ θράσος.

28. κεδνούς] ὧν 〈ἂν〉 κήδοιτό τις καὶ φροντίζοι. ἱστορία. φασὶ Πυθαγόραν ἐν τῷ κατὰ τὸ Ἄργος Ἡραίῳ ἀσπίδα χαλκῆν θεασάμενον εἰπεῖν, ὡς ταύτην φορῶν ἀνῄρητο ὑπὸ Μενελάου ὢν Εὔφορβος. στρέψαντας δὲ Ἀργείους τὴν ἀσπίδα ἰδεῖν ἐπίγραμμα Εὐφόρβου.

31. εἰςπληθὺν ἰέναι] τὸ ἑξῆς “ἐςπληθὺν ἰέναι, πρίντι κακὸν〈παθέειν〉.” [*](AB=) ἰέναι, μηδʼ ἀντίος ἵστασο] ἡ σύνταξις ὁμοία τῇδε “ἡδʼ ἐπὶ ἔργα ἰδεῖν, ἀλλὰ στοναχῇ τε γόῳ τε ᾗσται” (Od. 16. 144, 5).

32. ῥεχθέν] ὅτε οὐδέν ἐστιν ὄφελος. παροιμιακὸν δὲ τοῦτο. εὐμνη- [*](B =) μόνευτον δὲ αὐτὸ ποιεῖ ἡ συντομία τῆς ἀπαγγελίας.

[*](1. οὗ τε B: οὔτως ‖ 2. πόρδαλις B || 9. τῇ Ξ B: τῇ Ξτη ‖ 10. ἀνήρηται B ‖ 12. μάχος || 13. πρᾡην codd. Il. ‖ 15. suppl. W ex B ‖ 21. αὐτοῦ τὸ θράσος B: αὐτὸν τοῦ θράσους ‖ 24. ἀνήρηται ‖ 25. ὄντα Εὔφορβον: corr. Barnes ex codice nescio quo ‖ 27. supplevi ex B ‖ 28. ἡδʼ περὶ ἔ. || 31. αὐτὸ B: αὐτὸν ‖ ἐσαγγελίας B)
212

34. ἦ μάλα τίσεις] ἔν τισι τῶν ὑπομνημάτων “ἦ τάχα τίσεις.”

*τίσεις] ὡς “τίσειαν Δαναοὶ ἐμὰ δάκρυα” (Il. 1. 42).

[*](AB+)

37. * ἀρητόν] ὀξυντέον· ἐπιθετικόν γάρ ἐστιν.

38. ἦ κεν σφιν] ὄντως.

40. Πάνθῳ ἐν χείρεσ〈σ〉ι βάλω καὶ Φρόντιδι] πρὸς τὸ ἔθος σημειωτέον· καὶ γὰρ τῇ Ἀλκμήνῃ τὴν κεφαλὴν ἐκόμισαν Εὐ- ρυσθέως καὶ τὴν Μελανίππου Τυδεῖ· καὶ “ἕλχ’, ἵν’ ἀπʼ ὤμοιιν κεφαλὴν τάμοι ὀξέι χαλκῷ” (126).

[*](A=)