Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

41. ἴσκοντες] ὁμοιοῦντες. οἱ δὲ νεώτεροι ἐπὶ τοῦ λέγοντος τάττουσι τὴν λέξιν. ἐντέχνως δὲ ὀνειδίσας δειλίαν ἐγγὺς ἔθηκε τὸ τῆς ὑπεροχῆς, εἴ γε καὶ μόνη 〈ἡ〉 φαντασία Ἀχιλλέως ἱκανὴ τρέψασθαι τοὺς πολε- [*](A+)μίους. §. τὴν δὲ ἄρχουσαν τοῦ “ἴσκοντες” συσταλτέον· ἀπὸ γὰρ τοῦ εἰδῶ μέλλων εἴσω· ἅμα δὲ τῷ πλεονασμῷ καὶ τοῦ κ διαίρεσις τῆς διφθόγγου γίνεται ἐίσκω, καὶ ἀποβολῇ τοῦ ε ἴσκω.

[*](B=)

43. ὀλίγη δέ τʼ ἀνάπνευσις ] ἡ περιλειπομένη αὐτοῖς τοῦ πολέμου ἀναπνοὴ μικρά ἐστιν· ἔτι γὰρ ὅσον καὶ ἀπολώλασιν. δεῖ οὖν ταχὺ ἐπιβοηθῆσαι. ἢ καὶ οὕτως ‘ὀλίγον ἐστὶ διʼ οὗ ἀνάπνευσις πολέμου γίνεται,ʼ ἵνα κατασκευάσῃ ὅτι ἐκείνους μὲν μεγάλα ὠφελή- σομεν, αὐτοὶ δὲ ὀλίγον πονήσομεν. καὶ ἔσται σύμφωνον καὶ τὸ ἐπι- φερόμενον “ῥεῖα δέ κʼ ἀκμῆτες” (44)· δεῖ γὰρ ἐπὶ τελευτῇ τοῦ λόγου καὶ ῥᾴστην τὴν βοήθειαν ἀποδεῖξαι, ἵνα καὶ διὰ τούτου προτρέψηται.

[*](B–)

46. μέγα νήπιος] ὡς ἀνεννόητος τῶν μελλόντων. αἱ δὲ προαναφωνή- σεις αὗται τὸν ἀκροατὴν ἐπαίρουσιν, ὡς “νηπίη, οὐδʼ ἐνόησεν, ὅ μιν μάλα τῆλε λοετρῶν ” (Il. 22. 445).

[*](1. μᾶλλον B ‖ 4. χειμῶσι B ‖ 5. φησὶ W: φασὶ ut B 6. θεώσης ‖ καὶ τοῖς οἳ γλαυκὴν A: καὶ τοι γε σὐ γλαύκη ‖ 12. οἰκεῖ B ‖ 14. schol. iteratur * ‖ ἐρεθιστικῶς B schol. alt.: ἐρεθιστικὰ 15, 16. τὴν λειποταξίαν etiam schol. alt.: τὸ λιποτάξιον B ‖ 17. τάττουσι B: ἄγουσι ‖ 18. τέθεικε B ‖ 21. τῇ ἐπενθέσει A ‖ κ A: ΙΙ ‖ 26. κατασκευάζῃ B ‖ μέγα B )
159

*ἔμελλεν] ἐῴκει· οὐ γὰρ αὖθις ἔμελλε παρακαλεῖν.

[*](AB+)

47. λιτέσθαι] ἐχρῆν μὲν αὐτὸ προπαροξύνεσθαι—ἐνεστῶτος γάρ [*](A+B–) ἐστιν, ὡς καὶ τὸ νοητὸν ἀπαιτεῖ —ὅμως ἡ παράδοσις παρώξυνεν ὡς μέσου ἀορίστου δευτέρου ὄν. (ὡς ἐνεστῶτος προπαρωξύνθη] τοῦτο δὲ ὡς ἐνεστῶτος παρωξύνθη· καὶ λόγου γὰρ ἔχεται· τὰ γὰρ εἰς θαι ἀπαρέμφατα τῷ ε παραληγόμενα, οὐκ ὄντα ἀπὸ τῶν εἰς μι, ἔχοντα ἐν τῇ τρίτῃ ἀπὸ τέλους τὸ ι συνεσταλμένον, μὴ ἐπιφερομένου διπλοῦ μηδὲ δύο συμφώνων, παροξύνεται, ἱκέσθαι ἰδέσθαι λιπέσθαι πιθέσθαι λιτέσθαι.

* λιπέσθαι] καταλιπεῖν.

49. ὤμοι, διογενές] σχετλιάζει πρὸς τὸ “εἰ δέ τινα φρεσὶ σῃσι” [*](B=) (36). πρὸς δὲ τὸν Πάτροκλον καὶ εὔλογος ἡ ἀγανάκτησις, ὅτι ώς ἀγ- νοῶν τὴν αἰτίαν τῆς μήνιδος Ἀχιλλέως ταῦτα ἔφη· ὅθεν καὶ ἄνωθεν διηγεῖται τὸ γνωριμώτατον, ὥσπερ ἐξελέγχων αὐτὸν ὅτι τὴν αἰτίαν εἰδὼς τῆς ὀργῆς ἄλλας ὑπονοίας ἐκόμιζεν.

50. ἥν τινα οἶδα] Ἀρίσταρχος “εἴ τινα οἶδα·” ἵνʼ ᾖ ἠθικώτερον· [*](A–B=) εἰ καὶ οἶδά τινα μαντείαν, οὐ φροντίζω· τῆς δὲ μαντείας ἐν ταῖς Λιταῖς ἐμέμνητο (Il. 9. 410).

*ἤν τινα] εἴ τινος.

53. ὁππότε δή] Ἀρίσταρχος “ὁππότε τις.”

* τὸν ὁμοῖον ἀνήρ] ἄνδρα ἀπὸ κοινοῦ.

* ἀμέρσαι] ἀποστερῆσαι, ἀπομερίσαι καὶ ἀποδιῶξαι. §. μέτριον [*](B~) δὲ τὸ μὴ φάναι κρείσσονα ἀλλʼ ὅμοιον.

[*](B=)

54. * γέρας ἂψ ἀφελέσθαι] δοὺς πάλιν στερῆσαι.

[*](B=)

ὃ τε κράτει] “ὅ τε” ἀντὶ τοῦ ἐπεί· ἢ ἀντὶ τοῦ ὅστε, ἵνʼ ᾖ, [*](B=) ὁπόταν ἀνήρ, ὅστε κράτεϊ προβεβήκῃ, τὸν ὅμοιον ἐθελήσῃ ἀμέρσαι. §. “προβεβήκῃ” δὲ προὔχητῶν ᾶλλων. §. “κράτεϊ” δὲ τῇ ἀρχή. τῇ [*](B=) βασιλείᾳ. ἴσως δὲ ἐκείνων μέμνηται ὧν ἔλεγε Νέστωρ, “ἀλλʼ ὅδε [*](B=) φέρτερός ἐστιν, ἐπεὶ πλεόνεσσιν ἀνάσσει” (Il.1. 281). καὶ Ἀγαμέμ- νων “καί μοι ὑποστήτω, ὅσ〈σ〉ον βασιλεύτερός εἰμι” (Il. 9. 160).

*ὅ τε κράτεῖ προβεβήκῃ] ὁπόταν τῷ κράτει προέχῃ.

56. κούρην, ἣν ἄρα μοι γέρας] τὸν φόβον τοῦ θανάτου ἀπωσάμενος [*](B=) [*](3, 4. ἡ π. παροξύνει· ἐνεστῶτος γὰρ ὃν ὡς ἀορίστου παρωξύνθη· ἔχεται δὲ κ. λόγου B ‖ 4. inclusa delet 6. supplevi ex B ‖ ε B: ι ‖ 8. μηδὲ B: μήτε ‖ 10. λιτέσθαι textus ‖ 16. ἵνʼ ᾖ B: ἣ ‖ 26. προβεβήκει B: προ- βεβῇ ‖ ἐθέλῃσιν B ‖ 27. προβεβέκῃ B, προβεβήκει ‖ προύχει ut B ‖ 30. supplevi ex B)

160
ἐπὶ τὴν ὀργὴν μετέστησε τὴν αἰτίαν. καὶ πρὸς εἰδότα μέν φησιν, ὃς καὶ τῆς χειρὸς ἐξήγαγε τὴν παῖδα καὶ τοῖς κήρυξι παρέδωκεν, ἔστι δὲ ἠθικόν. ἔθος γὰρ τοῖς θυμουμένοις καὶ πρὸς τοὺς εἰδότας διηγεῖσθαι. ἄλλως τε καὶ ἀνάγκη προ〈σ〉βαλεῖν τὴν αἰτίαν, ἐπεὶ ὑπερτίθεται τὴν ἔξοδον. καὶ τῷ Πατρόκλῳ μεγάλα δοκεῖν χαρίζεσθαι, ἐκ- διδοὺς αὐτὸν μεθʼ ὕβριν τοσαύτην. εὖ δὲ καὶ δύο δικαιώματα προβέ- βληται, ὅτι παρʼ Ἑλλήνων τὸ γέρας εἴληφεν, οὐ παρʼ Ἀγαμέμνονος, καὶ ὅτι ἐξ ὧν ἔκαμε λαβὼν ἀφῄρηται.

56. κούρην, ἣν ἄρα μοι γέρας ἔξελον] διʼ ὅλου φαίνεται τοῦ ὀνόματος κρατῶν· καὶ “γέρας,” οὐ παλλακίδα καλεῖ.

57. *πόλιν] τὴν Πήδασον οἱ τῶν Κυπρίων ποιηταί(fr. 15 K), αὐτὸς δὲ Λυρνησόν (Il. 2. 690). σημειωτέον δὲ τοῦτο πρὸς τὸ “δῷσι πόλιν Τροίην εὐτείχεον” (Il. 1. 129), ὅτι οὐ μόνον Τροία εὐτείχ〈ε〉ος.

[*](B=)

58. τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων] οὔτε τὸ“κρείων” ἁρμόζον ἐχθρῷ παρὰ ἐχθροῦ” οὔτε τὸ “ἐκ χειρῶν ἕλετο —Ἀγα- μέμνων” ἀληθές· οἱ γὰρ κήρυκες παρέλαβον αὐτήν. ῥητέον δέ, ὡς τὸ μὲν πρότερον ἐν ἤθει ἀναπεφώνηται, ὥσπερ εἰ ἔλεγεν ἀνασχετλιάζων ‘ὁ θαυμάσιος καὶ κράτιστος,ʼ τὸ δὲ δεύτερον οὐ ψεῦδος, ὅτι τὰς αἰτίας οὐχὶ τοῖς ὑπηρέταις ἀλλὰ τοῖς ἐπιτάττουσι λογιστέον. ἔχει δὲ καὶ ἔνδειξιν ὁ λόγος πολλὴν καὶ αὔξει τὴν κατηγορίαν. ἐν δὲ ῥητορικῇ καὶ ἑνὸς ὀνόματος χρῆσις εὔκαιρος τὸ ὅλον ἡτεροίωσεν.

[*](B+)

59. μετανάστην] ἐν τῇ Μα〈σ〉σαλιωτικῇ καὶ τῇ Ῥιανοῦ “μετα- νάστιν,” καὶ ἀκούουσι τὴν Βρισηίδα· ἐδόκουν δὲ ἀτιμότεροι εἶναι οἱ μέτοικοι ὡς διὰ μοχθηρίαν τρόπων τὰς ἰδίας καταλιπόντες. “κατὰ ξένου μετοίκου” ὁ κωμικός (Aristoph. Equ. 347).

[*](B+)

61. ἀσπερχές] ἄγαν ἐπιτεταμένως. κεχολῶσθαι] ἀντιφράζει αὐτὸ τῷ “οὐ πρὶν μηνιθμὸν κατα- παυσέμεν” (62).

62. μηνιθμόν] ὀργήν. §. ὡς τὸ “κεκορυθμένον” (802).

62, 63. ἀλλʼ ὁπόταν —νῆας ἐμάς] μέμνηται ὧν ἐν Λιταῖς ἠπείλησε “πρίν γʼ υἱὸν Πριάμοιο δαίφρονος, Ἕκτορα δῖον, Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι” (Il. 9. 651).

[*](3. ἔθος B: ὅμοιον ‖ 4, 5. supplevi ex B ‖ 14. εὐτειχής coni. Bekker 16. ἀφείλετο B ‖ 21. supplevi ex B ‖ 22. έτεροποιεῖ B, ἐποίησεν 23, 24. μετανάστιν Lobeck Bekker: μετανάστειν ‖ 25. ἐῶντες B ‖ 30. ὀργήν D: τροφήν vel τροφή)
161

*μηνιθμόν] ὀργήν. §. ὡς τὸ “κεκορυθμένον” (802).

64. τύνηδ’ ὤμοιιν] οὐ βούλεται ταχεῖανκρίσιν ἐπαγαγεῖν τῷπολέμῳ· [*](B=) διὸ κατασχὼν Ἀχιλλέα προαπόπειράν τινα διὰ Πατρόκλου ποιεῖται, ἵνα λαμπρὸν τοῦτον ἐπιδείξας λαμπρότερον αὐτῷ ἐπαγάγῃ Ἀχιλλέα.

65. ἄρχε —Μυρμιδόνεσ〈σ〉ι] Μυρμιδόνων ἄρχε πρὸς τὸ μάχεσθαι, [*](B+) ὅ ἐστιν ἡγοῦ.

66. εἰ δὴ κυάνεον] εἰ δὴ ταῦτα οὕτως ἔχει. §. ἔνιοι γράφουσιν [*](B=) “ἡ δή,” ἵνʼ ᾖ, ἐν τόπῳ τὸ τῶν πολεμούντων πλῆθος ἀμετακίνητόν [*](B–) ἐστιν· ἅθεν φησὶν “ὡς δʼ ὅτʼ ἀμʼ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο κινήσῃ πυκινὴν νεφέλην στεροπηγερέτα Ζεύς” (297, 8).

**ἀμφιβέβηκε] περικεκύκλωκεν.

68. κεκλίαται] περικλείονται τῷ τῆς θα- [*](B+) λάσσης αἰγιαλῷ. ἀεὶ δὲ ἡ κλίσις παρʼ Ὁμήρῳ τὴν περιοχὴν δηλοῖ.

χώρης ὀλίγην ] τῆς δὲ χώρας 〈ἤτοι〉 τοῦ τόπου ὀλίγην μοῖραν οἱ Ἕλληνες ἔχουσιν.