Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

13. *φθίης ἒξ ἔκλυες] ἐκ Φθίας.

14. Μενοίτιον] τὴν μητέρα Πατρόκλου οὐκ ὠνόμασεν ὡς προθανοῦσαν· ἦν δὲ Σθενέλης· ὁ δὲ Ἄκτωρ τὸ ἀνέκαθεν Μυρ- μιδών.

* καλὸν διάταγμα πῶς χρὴ περὶ γονέας ἔχειν, καὶ ὡς ἡ τούτων [*](B=) τελευτὴ πάντων ἔσχατόν ἐστι ⟨κακόν⟩.

15. “δώει δέ] ἔδει ζώειν δέ.ʼ

16. τῶν κε] περὶ ὧν ἄν· οὐχὶ ἑκάτερος περὶ τοῦ ἰδίου, ἀλλὰ περὶ [*](B=) τῶν ἀλλήλων· τοῦτο γὰρ δεῖγμα τῆς φιλίας. λείπει δὲ ἡ περί.

*τεθνηώτων] διὰ τοῦ η τὸ “τεθνηώτων.”

17. ἠὲ σὺ Ἀργείων] ἠθικῶς πάνυ καὶ ἐπὶ τοῦτο ἧκε τελευταῖον, [*](B=) καίτοι γε ἀκριβῶς εἰδὼς τὴν πρόφασιν τῶν δακρύων. ἅμα δὲ καὶ ὡς ἤδη μετατεθεὶς τὴν γνώμην εἰς τοὺς περὶ Ἑλλήνων προκαλεῖται αὐτὸν λόγους· διὰ τοῦτο γὰρ αὐτὸν ⟨καὶ⟩ ἀπεστάλκει πρὸς Νέστορα.

18. ⟨ὑπερβασίης⟩] τῆς παραβάσεως τοῦ δικαίου. λεληθότως [*](B=) ⟨δὲ⟩ ὑπεραπολογεῖται ⟨ἑαυτοῦ⟩, ὡς ἀδικηθεὶς ὠργίσθη.

21. ὦ Ἀχιλεῦ, Πηλέως υἱέ, μέγα φέρτατʼ Ἀχαιῶν] ὁμιλητικὴ [*](B=) ἡ ἀρχὴ καὶ θεραπεύουσα φιλότιμον ἄνδρα. ὁ δὲ λόγος φιλικὴν ἔχει [*](1. supplevi ex B ‖ τὸ λ. B ‖ 2. νεὸς B: νεὼς ‖ 8. schol. scriptum post p. 154, l. 19 ‖ 9. σύ γʼ B 10. τὰ post ὀλέκονται omisi ut B; post τὰ adnectitur schol. v. 18 ‖ 11. supplevi ex A ‖ κατὰ λόγον A ‖ 12. σημαίνεις A ‖ 15. Σθενέλης schol Pind. Ol. 107: ὅθεν ἔλης ‖ ὁ διάκτωρ τ. ἀ. Μυρμιδόνων: corr. ‖ 17. τὸ ante πῶς omisi ut B ‖ 18, 26, 29. supplevi ex B ‖ 29. ὤργισται B)

156
δέησιν, ἔλεον ἀτυχούντων, ἐπίπληξιν ἀπηνείας, μεγάλου ἔργου καὶ ῥμδίως ἀνυσθησομένου ἐλπίδα.

[*](B=)

Πηλέως] οὕτω Πτολεμαῖος· οἱ δὲ ὑπομνηματισάμενοι Ἰακῶς 〈“Πηλῆος”〉.

[*](B=)

22. μὴ νεμέσα] λείπει δεδακρυμένῳ· κλαίοντί μοι φησὶ μὴ μέμφου· εὐλόγως γὰρ ἐπὶ τοῖς Ἑλληνικοῖς ἀτυχήμασι τοῦτο πράττω.

βεβίηκεν] ἀπὸ τοῦ βιῶ βιᾶς, καὶ διαίρεσις “οἳ κεῖνον βιόωνται” (Od. 11.503). “ὡς εἴ ἑ βιύατο” (Il. 11. 467). τόδε ἀπὸ τοῦ βιάζω “ἡ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεύς” (Il. 22. 229). ἔστι δὲ ὅμοιον τῷ “ἦ μάλα δή με βιάζετε μοῦνον ἐόντα” (Od. 12. 297), ἐνεργητικὸν ἀντὶ παθητικοῦ.

[*](B=)

23. οἳ μὲν γὰρ δὴ πάντες] δαιμονίως ἐπαίρει τὸν Ἀχιλλέα, τὴν πᾶσαν σωτηρίαν τῶν Ἑλλήνων αὐτῷ ἀνατιθεὶς καὶ διδάσκων, ὅτι οὐδὲν ὤνησαν τοὺς Ἀχαιοὺς οἱ ἄλλοι ἀριστεῖς, ἀλλὰ κεῖνται τετρωμένοι.

[*](B–)

25. βέβληται μὲν ὁ Τυδείδης] τῷ μὲν καταλόγῳ τῶν τραυματιῶν ἐκπλήσ〈σ〉ειν αὐτοῦ τὴν διάνοιαν οἴεται, οὐ προτάττει δὲ Ἀγαμέμνονα, ἵνα μὴ πρόηται τὴν ἔντευξιν ἐπὶ τῷ ὀνόματι χαλεπήνας ὁ Ἀχιλ- λεύς, ἀλλʼ οὐδὲ ἔσχατον· δέος γάρ, μὴ τῇ τοῦ ὀνόματος μνήμῃ ἀνανεύσῃ πρὸς τὸ παρόν. διὸ εἰς μέσην αὐτὸν ἔταξε χώραν. πρῶτον δὲ Διομήδην, πρὸς ὃν μάλιστα δυσχεραίνει λέγοντα “ εἰσόκε τέκμωρ Ἰλίου εὕρωμεν” (Il. 9. 48) καὶ“ μὴ ὄφελες λίσσεσθαι (ib. 698), εἶτα Ὀδυσσέα φίλον ὄντα καὶ χθὲς ὁμώροφον γεγονότα. Εὐρυπύλῳ δὲ δέδωκε τὴν ἐσχάτην τάξιν. ὡς δὲ ἐκταραχθεὶς ἐξελάθετο Μαχά- ονος, διʼ ὃν καὶ ἐπέμφθη. τάχα δὲ σιωπᾷ τὸν Μαχάονα, ὡς τούτων αὐτόπτης γεγονὼς οὐδὲ συνέτυχε Νέστορι, ἵνα μὴ δοκῇ ταῦτα παρ’ ἐκείνου ἀκηκοὼς λέγειν. τινὲς δὲ ἤθελον μὴ τετρῶσθαι Μαχάονα, διʼ ὃ οὐ θεραπεύεται, οὐ〈δὲ) βελουλκεῖται ἀλλὰ καὶ τὸν κυκεῶνα πίνει, καὶ ὀβελίζουσι τοὺς στίχους ἐν οἷς φησιν ὁ Νέστωρ “τοῦτον δʼ ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο, ἰῷ ἀπὸ νευρῆς βεβλημένον” (Il.11. 663), ὅτι οἶδεν ὡς οὐ διὰ Μαχάονα ἐπέμφθη· οἱ δέ , [*](5. supplevi ex B ‖ 9. ὡς ἠὲ ‖ 18. supplevi ex B ‖ διάνοιαν B: ἡδονήν ‖ 19. πρόηται Eust.: προήσηται ‖ 20. τίθησιν post ἔσχ. add. Eust. ‖ γ. ἦν μὴ B ‖ 23. μηδ’ ὄ. λίσσεσθαι B, μὴ ὄ. λήσεσθαι ‖ 24. ὁμώροφον B: ὁμόροφον 26. supplevi ex B ‖ 27. αὐτόπτης B: ἀπόπτης 29. δι’ ὧν B)

157
ὡς ἔθος Ὁμηρικόν,περὶ ὧν 〈ἂν〉 τις πεμφθῇ, μὴ παλιλ〈λ〉ογεῖν περὶ αὐτῶν, ὡς Θέτις πρὸς Ἀχιλλέα οὐδὲν περὶ Διός (Il. 1. 532), οὐδὲ Ὀδυσσεὺς περὶ Χρύσου (ib. 487). §. καὶ ἡ Ἶρις περὶ Ποσειδῶνος (Il. 15. 217).

*ὁ Τυδείδης] Ἀριστοφάνης δίχα ἄρθρου.

[*](A=)

26. * δουρὶ κλυτός] δίχα ἐπιθέτου τὸ τοῦ Ἀγαμέμνονος ὄνομα ἀναγκαίως ἔταξεν.

27. * κατὰ μηρόν] ἐπὶ τὸν μηρόν· “νύξε δέ μιν κατὰ χεῖρα [*](B=) μέσην” (Il. 11. 252)· καὶ ἀντὶ τῆς ἔξ· “βῆ δὲ κατʼ Οὐλύμποιο ” (Il. 1. 44).

28. * πολυφάρμακοι] οὐχ ἑκάστης νόσου φάρμακον ἔχοντες, ἀλλ’ [*](B=) ἑκάστῃ νόσῳ ποικίλας θεραπείας προσάγοντες.

τοὺς μὲν— ἀμφιπένονται] ἀμφὶ μὲν τούτους. ὅτι δὲ κατὰ ἔθνος ἦσαν [*](B—) ἰατροί, ἀπὸ Ἰδομενέως δῆλον· “ὃ δʼ ἰητροῖς ἐπιτείλας” (Il. 13. 213).

τοῦτο δὲ λέγει αὔξων τὸ δεινόν· οὐδένα γὰρ περιοδευόμενον εἶδεν.

29. σὺ δʼ ἀμήχανος] ἀπροσμηχάνητος, πρὸς ὃν οὐκ ἔστι μηχανὴν [*](AB=) εὑρεῖν. §. ἐκείνους μέν φησιν ἰάσονται ἰατροί, σὺ δὲ ἔοικας [*](B=) ἀνίατος εἶναι τὴν ψυχήν.

30. χόλος] ἀντιμετείληφε τὴν μῆνιν. ἢ τάχα ἐφʼ ἑαυτοῦ εὔξατο μὴ [*](A+B=) κατὰ τὸ τυχὸν ἐμπεσεῖν 〈εἰς〉 χόλον, πόσῳ 〈δὲ〉 μᾶλλον〈εἰς〉 μῆνιν.

* καλῶς διὰ τῆς εἰς ἑαυτὸνεὐχῆς ἀπέστρεψε τὸν Ἀχιλλέα τῆς νόσου.

[*](B=)

31. αἰναρέτη] σύνθετόν ἐστι παρὰ θηλυκόν, ὡς “ ὑψαγόρη” (Od.2. [*](A~B–) 85) μισογύνη, ὃ ἀγνοοῦντες γράφουσιν “αἴνʼ ἀρετῆς,” ἵνʼ ᾖ ὁ χόλος πολέμιος ταῖς ἀρεταῖς καὶ ἐχθρός· “ μὴ ἐμὲ γοῦν οὗτός γε λάβοι χόλος —αἰναρέτης·” ἐπεκράτησε δὲ ἡ δίχα τοῦ σ ἀνάγνωσις Ἀριστάρχειος οὖσα, καὶ ἔστιν ‘εἰς αἰνὸν χρώμενε τῇ ἀρετῇ,ʼ εἰς ὄλεθρον, οὐκ εἰς σωτηρίαν. διʼ ἑνὸς δὲ ὀνόματος ἔπαινον ἔμιξε καὶ ψόγον· ὅτι μὲν γὰρ ἔχει ἀρετήν, φησίν, ὅτι δὲ οὐκ ἐπʼ ἀγαθῷ τῶν φίλων, διαβάλλει. αἰναρέτη. τίς σευ ἄλλος] γίνεται γὰρ ἐκ τοῦ ζήλου καὶ ἐκ τῆς [*](B=) μιμήσεως τῶν παλαιῶν ὠφέλειά τις. ὅθεν καὶ ὁ Νέστωρ τὰς οἰκείας διηγεῖται πράξεις, ζῆλον ἐντιθεὶς τοῖς ἀκούουσιν.

33. ἱππότα Πηλεύς] οὖκ ἦν ὡς ἔοικέ σοι πατήρ· προαιτησάμενος [*](B=) δὲ συγγνώμην διὰ τοῦ δακρύειν πικρότερον ἅπτεται τῶν ἐγκλημάτων· [*](11. φάρμακα B ‖ 12. νόσῳ B: νόσων ‖ 15. οὔτε post π. omisi, natum ex-οντα supra περιοδευόμενον scripto videturʼ W ‖ περιοδεύοντα B ‖ 17. 20. supplevi ex B 19. μὴ B: μηδὲ ‖ 23. αἴυʼ ἀρετῆς A: αἰναρέτης ut B ‖ 32. προπαραιτησάμενος B ‖ 33. δακρύειν B: δακρύου)

158
τοιαῦτα γὰρ τὰ τῶν φίλων ἐστί, καὶ μάλιστα, ὅταν πρὸς κρείσσους παρρησιάζωνται.

[*](A+B–)

34. γλαυκὴ δέ σε τίκτε θάλασσα] διὰ τὸ σκυθρωπὸν καὶ ἀπαρ- αίτητον τῆς θαλάσσης, καὶ μάλιστα ἐν χειμῶνι. ὅθεν καὶ τοὺς ἀπηνεῖς Κύκλωπας καὶ Λαιστρυγόνας Ποσειδῶνός φησι καὶ Πολύ- φημον Θοώσης τῆς Φόρκυνος (Od. 1. 71). γλαυκὴν δὲ ἅπαξ εἰπόντος αὐτὴν Ὁμήρου Ἡσίοδος ἀντὶ κυρίου “καὶ τοῖς, οἳ γλαυκήν” (Th. 440).

35. τι τοι νόος ἐστὶν ἀπηνής] τρία μέρη λόγου, ἵνʼ ᾖ τὲ “ὅ” ἀντὶ τοῦ διό· περισσεύει δὲ τὸ “τι.” §. Ἀρίσταρχος δὲ γράφει “ὅτε τοι.”

[*](B=)

* πρὸς τὰς οἰκήσεις τῶν γονέων· ὃ μὲν γὰρ ᾤκεἰ τὸ Πήλιον ὄρος, ἣ δὲ τὴν θάλασσαν.

[*](B=)

36. εἰ δέ τινα φρεσί] ἐρεθιστικῶς ταῦτα τῷ φιλοδόξῳ φησί, πρὸς ὃ μάλιστα δηχθεὶς ἀπολογεῖται, ὡς οὐ δέει θανάτου πεποίηται τὴν λειποταξίαν.

[*](A+B=)