Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum, Scholia in Iliadem, Scholia Graeca in Homeri Iliadem, Dindorf, Oxford, 1875

370. πολλοὶ δʼ ἐν τάφρῳ —ἵπποι] καὶ μήν φησιν ἔξω τὴν ἵππον [*](B=) εἴασαν. ἀλλ’ ὁ Ἀπόλλων ἱππήλατον ὁδὸν αὐτοῖς ἐποίησεν· [*](1. τὸ νέον W: τὸν σὸν ‖ supplevi ex B ‖ 3. τὸ διέτμανεν ‖ ἐκόσμηθεν ‖ 8. supplevi ex B ‖ 10. ἔχει γ. τι B: ἔχει γ. ἔχει ‖ 12. τὰ ὅμοια B 20. γινομένης B ‖ 23. περὶ τὰ ‖ καλῶν ‖ 25. Ὀδυσσῆος νόμος: corr. W ‖ τῆς αἰθερίας B ‖ 26. τὸ scripsi: τῷ)

186
“αὐτὰρ ἐγὼ προπάροιθε κιὼν ἵπποισι κέλευθον πᾶσαν λειανέω” (Il. 15.260)· “ἵππους δʼ εἰσελάσαντες ἐπὶ πρύμνῃσι μάχοντο” (ib.385).

[*](B=)

371. ἄξαντε] πρὸς τὰς συνωρίδας, αἷς ἐχρῶντο οἱ Τρῶες, τὸ [*](B–)δυῖκόν. §. “πρώτῳ” δὲ “ῥυμῷ” τῷ ἄκρῳ πρὸς τὸν ζυγόν· οἱ δὲ τῷ πρὸς τὸν ἄξονα. ὃ καὶ μᾶλλον τρίβεται.

ἄλλως : ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ] ἀπὸ κοινοῦ τὸ “ἅρματα.”

372. σφεδανόν] ἐσπευσμένως· οἳ δὲ συντόνως, ἅφ’ οὗ καὶ σφὴν ὁ διατείνων πάντα καὶ σφίγγων.

[*](B=)

374. τμάγεν] διεκόπησαν καὶ διεσχίσθησαν ἀπʼ ἀλλήλων. διʼ ὧν δὲ μεστοῖ πάσας τὰς ὁδούς, τὸ πλῆθος παρίστησι, “πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι” (Il. 10. 66).

[*](A–)

* ἀέλλη] ὀμιχλώδης κονιορτός.

375. * ὑπαὶ νεφέων] ἔμπροσθεν τῶν νεφῶν.

τανύοντο δέ] ἐμφαντικώτερον τοῦτο τοῦ ἔτρεχον.

377. ᾗ πλεῖστον] ὅπου πολὺν ἐργάσασθαι φόνον ἠδύνατο.

378. * ἔχε] ἤλαυνε τοὺς ἵππους.

[*](B=)

φῶτες ἔπιπτον] οἱ Τρῶες, φησί, πρηνεῖς πίπτοντες ὑπὸ τοῖς ἄξοσιν ἐγίνοντο, εἰς σὓς καὶ ἀνεκυμβαλίαζον οἱ δίφροι, ὡς τοὺς πίπτοντας αἰτίους πτωμάτων τοῖς ἐπιβάταις γίνεσθαι. πρηνεῖς δὲ ἔπιπτον ὡς ὄπισθεν τιτρωσκόμενοι.

[*](A+)

379. ἀνεκυμβαλίαζον] Ἀρίσταρχος διὰ τοῦ ᾱ “ἀνακυμβαλίαζον.” [*](B=)§. τουτέστιν ἀνεπήδων καὶ ἀνεκουφίζοντο, ἀπὸ τῶν κυμβάλων ἃ προσ- κρουόμενα ἀλλήλοις ὑπερπηδᾷ. ἅμα δὲ καὶ βομβῶδες ὂν τὸ ῥῆμα ἔδωκεν ἔμφασιν τῇ ἀνατροπῇ. τὸ δὲ ἐξῆς οὕτως, ἐγὼ οἶμαι ὑπὸ τῶν ἀξόνων πρηνεῖς ἔπιπτον ἐξ ὀχέων. οἳ γὰρ δίφροι ἀνεκυμβαλίαζον· ἀνακουφιζομένων οὖν τῶν ἀξόνων πρηνεῖς κατέπιπτον οἱ ἐπιβάται.

380. ἀντικρὺ δʼ ἄρα τάφρον] τοῦτο πρὸς τὴν ἀρετὴν τῶν Ἀχιλ- λέως ἵππων· Ἕκτωρ δὲ αὐτὸ μόνον ἐκαυχήσατο, οὐ μὴν ἐτέλεσεν, “ἵπποι δὲ ῥέα τάφρον” (Il. 8. 179)· Αἰσχύλος δὲ Ἕκτορα σὺν τῇ πανοπλίᾳ φησὶν ὄπιθεν ὁρμήσαντα πηδῆσαι τὴν τάφρον μὴ δείξαντα 〈τὰ〉 νῶτα τοῖς ἐχθροῖς (fr. 371 N.).

382. πρόσ〈σ〉ω ἱέμενοι] παρεκελεύετο γὰρ αὐτοὺς κατὰ τοῦ Ἕκτορος ὁρμᾶν.

[*](1. προπάροιθεν ἰὼν B ‖ 2. μάχονται B || 8. σφηνοδία τείνων: corr. Bekker || 9. καὶ διεσκορπίσθησαν B ‖ 14. τοῦ ἔτρεχον scripsi: τὸ ὑποτρέχον ‖ 24. οὔτως ἐγὼ οἶμαι corrupta: an οἱ ἐπιβάται ‖ 25. ἀνεκυμβάλιζον B ‖ 26. ἔπιπτον B ‖ 29. Ἕκτορα Hermann: Ἀχιλλέα || 31. suppl. Bekker)
187

383. τὸν δʼ ἔκφερον] ἐξενηνόχεισαν ἴσως διὰ τῆς ὑπʼ Ἀπόλλωνος [*](B–) γεγονυίας ὁδοῦ (Il. 15. 260). πῶς δὲ οὐ καταλαμβάνει Πάτροκλος: ἢ ὅτι καὶ αὐτὸς διαφόρους ἵππους ἔχει, ὡς Αἰνείας (Il. 5. 272)· καὶ γὰρ ἐν Ἀβύδῳ ἱπποστάσια ἔχει Πρίαμος (Il. 4. 500)· ἀμʼ οὗ- καὶ οἱ Ἀσίου, “ὃν Ἀρίσβηθεν φέρον ἵπποι” (Il. 2. 838)· ὧν καὶ διὰ τὴν ὑπεροχὴν ἐπιμελεῖται Ἀνδρομάχη (Il. 8. 187)· ἄλλως τε ἄτοπον ἐπιδιώκοντα πόρρω που ἐκεῖνον ἀμελεῖν τῶν λοιπῶν.

384. λαίλαπι] λαῖλαψ ὁ μετὰ ὑετοῦ ἄνεμος· ποτὲ δὲ ἀπλῶς ὑετός, “ὡς δʼ ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριχε χθών.”

385. ὀπωρινῷ] τῷ μετοπωρινῷ· καταρρήγνυται γὰρ ὄμβρος πολὺς [*](B–) κατὰ τὸ μετόπωρον. Ὁμήρῳ δὲ οὐκ ἀρκεῖ τὸ φυσικὸν μόνον πρὸς αὔξησιν, ἀλλὰ καὶ τὴν τοῦ θείου ὀργὴν προσπαρέλαβεν, ὠφελῶν κἀν ταῖς παραβολαῖς καὶ δεικνὺς ὅσα τοῖς ἀδικοῦσι συμπίπτει δεινά, οὐ καθʼ ἔνα μόνον, ἀλλὰ κοινῇ· ἐντεῦθεν Ἡσίοδός φησι “λιμὸν ὁμοῦ καὶ λοιμόν” (Opp. 243).

387. οἳ βίῃ εἰν ἀγορῇ] παιδευτικὰ πρὸς τοὺς βασιλέας ταῦτα [*](B–) καὶ τοὺς κριτάς. οὐκοῦν ἐὰν παρὰ καιρόν τι φαίνηται γινόμενον, oὐκ ἐχρῆν ἐπικαλεῖν τὸ δαιμόνιον. ἔοικε γὰρ κολάζειν τοὺς ἀδίκους.

〈οἳ βίῃ εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας〉] σκολιὰς ποιήσωσι [*](B–) θέμιστας· ἢ τὸ ‘ κρίναντες’ ἀπὸ κοινοῦ.

388. θεῶν ὄπιν οὐκ ἀλέγοντες] τὴν ἐπιστροφὴν τῶν θεῶν οὐκ [*](B=) ἔχοντες 〈ἐν〉 λόγῳ.

389. *τῶν δέ] τῶν ἀσεβῶν ἀνδρῶν.

390. κλιτῦς] κλίματα ὀρῶν. §. καὶ ἐχρῆν μὲν περισπᾶσθαι, ἐπεὶ [*](AB=) ἀπὸ τοῦ ‘κλιτύας,ʼ ἀνεγνώσθη δὲ ὀξυτόνως, ὡς τὸ “κνημῖδας γραπ- [*](AB+) τὰς δέδετο, γραπτὺς ἀλεείνων ” (Od. 24. 229).

χαράδραι] κυρίως οἱ κοῖλοι τόποι, παρὰ τὸ κεχαράχθαι· νυνὶ δὲ [*](B =) αἱ ῥύσεις.

ἄλλως: χαράδραι] χάραδρός ἐστιν ὁ ἐν γεωλόφοις κατερρηγ- [*](B–) μένος τόπος, χαράδρα δὲ ὁ ἐν ἐπιπέδοις ἐκ ποταμῶν καὶ ὑετῶν ἐκρησσόμενος.

392. ἐξ ὀρέων ἐπικάρ] τὸ τέλειον “ἐπὶ κάρα,” ὅ ἐστιν ἄνωθεν [*](A+ B–) [*](5. τὸν δʼ Ἀρ. || 9. βέβριχε etiam textus ‖ 12. τ. ἀπὸ τοῦ B ‖ 16. βασιλεῖς B ‖ 19. ποιήσουσι ut B ‖ 22. supplevi ex B ‖ 24. ἀποκλίσεις A ‖ 25. ἦν ante ἀνεγνώσθη omisi ut B ‖ κνημίδας ‖ 25, 26. γραπτὰς etiam Apoll. Soph., ῥαπτὰς textus: γραπταὶ ‖ 26, δἐ διὸ γρ. || 31. ἐκρησσό- μενος D: ἐκρεόμενος ‖ 32. κάρα ὅ B cf. A: κάρας)

188
κάτω. ἄμεινον δὲ ἐπικαρσίως εἶναι τὸ τέλειον διὰ τὸ σύνηθες τῶν ἀποκοπῶν. οἳ δὲ ‘ἐπικάρπια ἔργα μινύθει.ʼ

[*](B=)

393. ὣς ἵπποι] ὡς αἱ χαράδραι. κέχρηται δὲ ἐνταῦθα τῇ παρα- βολῇ, ὡσεὶ “μεγάλα στενάχουσι ῥέουσαι” (391), εἶτα ἀντέθηκε “μεγάλα στενάχοντο θέουσαι.”

στενάχοντο] πρὸς τοῦτο ἡ πᾶσα παραβολή· τὰ δʼ ἄλλα εὐσε- βείας χάριν παρέθηκεν.

[*](B=)

395, 8. ἄψ ἐπὶ νῆας ἔεργε—μεταίσσων] θαυμάσειεν ἄν τις τὴν Ὁμήρου φύσιν κατὰ πολλὰ ὅτι λανθάνει τὰ ὅμοια λέγων, ὥστε δοκεῖν ἄλλα καὶ ἄλλα εἶναι. ταῦτα γὰρ οὐδὲν διαφέρει τῶν ἐπʼ Ἀχιλλεῖ λεγομένων, ὅπου κατὰ νώτου φησὶν αὐτὸν τῶν πολεμίων γενόμενον τὴν ἑτέραν μοῖραν τῶν βαρβάρων διώκειν· “ἔνθα δια- τμήξας τοὺς μὲν πεδίονδʼ ἐδίωκεν” (Il. 21. 3).

ἄλλως: ἄψ ἐπὶ νῆας] πάλιν ὀπισθορμήτους ἀπεῖργεν ἐπὶ τὰς ναῦς.

[*](B=)

395. παλιμπετές] παλιμπετῶς· ἀπὸ τῶν εἰς τοὐπίσω πιπτόντων βελῶν. §. ἀναμφιβόλως δὲ αὐτοὺς ἔχειν βούλεται, ὅπερ καὶ ἐπὶ Δόλωνος πράττουσιν (Il. 10. 354).

[*](B=)