Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

399. Πρόνοον] παραβάτης ἦν, διὸ καὶ ἀσπίδα φέρει· ὁ δὲ Θέστωρ ἡνίοχος αὐτοῦ.

[*](B=)

βάλε δουρί] συντόμως ἅμα καὶ κεχαρισμένως τῷ ἀκροατῇ ποιεῖται τὴν ἐκδίκησιν τῶν Ἑλλήνων.

401. *ὃ δὲ Θέστορα] Θέστορα δέ.

402. *δεύτερον ὁρμηθείς] ἀπὸ κοινοῦ τὸ “βάλε” (399).

[*](B=)

εὐξέστῳ] οὐ διαιρήσεις τὴν λέξιν διὰ 〈τὸ〉 μέτρον.

*εὐξέστῳ] ἀδιαίρετον.

[*](A=B+)

403. ἀλείς] συστραφεὶς ἐν ἑαυτῷ.

405. γναθμόν] ἀρσενικῶς, καίτοι τῆς γνάθου θηλυκῶς λεγο- μένης, ἐπεὶ πᾶν ὄνομα εἰς μος ὀξύτονον ἀρσενικόν ἐστιν, ὡς λιμός.

[*](B=)

διὰ δʼ αὐτοῦπεῖρεν ὀδόντων] διέπειρε δὲ τῶν ὀδόντων αὐτοῦ, Ἀττικῶς.

[*](B=)

406. ὑπὲρ ἄντυγος] ἐμφαντικῶς τῇ προσθήκῃ τοῦ “ὑπὲρ ἄντυγος ” καὶ τὸν τόπον ἔδειξε, διʼ οὗ εἷλκε, καὶ τὸ πρᾶγμα ὑπʼ ὄψιν ἤγαγεν.

[*](B=)

ἕλκε δὲ δουρὸς—ὡς ὅτε τις φῶς] παντάπασιν ἡ παραβολὴ ὡμοίω- [*](1. ἐπικαρσίως εἶναι Bekker, ἐπὶ κρασὶν ὡς εἶναι οὕτω B: ἐπικρασίως εἶναι || 10. γοῦν B 11. Ἀχιλλεῖ B: Ἀχιλλέα 16. βελῶν B: βολῶν ‖ 17. πράτ- τουσιν scripsi: γράφουσιν ‖ 18. παραιβάτης B || 21. πεποίηται τὴν τῶν Ἑ. ἐκδίκησιν B, περὶ τῶν ἐκδικουμένων Ἑ. ‖ 24. supplevi ex B || 28. ὄνομα in fine lineae fere evanidum)

189
ται. καταδέδυκε γὰρ ἐν τῷ δίφρῳ, ὡς ὁ ἰχθὺς ἐν τῇ θαλάσσῃ. καὶ ὃ μὲν τῷ ἀγκίστρῳ, ὃ δὲ τῇ αἰχμῇ ἐνέχεται. κεχήνασιν ἀμφότεροι. καὶ ὃ μὲν ἕλκων παραβέβληται τῷ ἁλιεύοντι, ὃ δὲ ἑλκόμενος τῷ ἰχθύι, τὸ δὲ δόρυ διʼ οὗ εἵλκετο τῷ ἁλιευτικῷ καλάμῳ.

407. ἐπὶ προβλῆτι] διδάσκει ποῦ δεῖ τοὺς ἁλιεύοντας καθέζε- [*](B=) σθαι, οὐ παρʼ αἰγιαλῷ, ὅπου σπανίως ἰχθὺς παρατρέχει.

ἱερὸν ἰχθύν] οἳ μὲν τὸν ἀνθίαν, ἐπεὶ Ἀριστοτέλης ἐν τῷ θ΄ περὶ [*](Α+B–) ζῴπν (9. 37 I p. 620b 33) ἱστορεῖ, ὅτι “ὅπου δʼ ἂν ἀνθίας ὁραθῇ, οὐκ ἀδικεῖ τι θηρίον· ᾧ καὶ σημείῳ χρώμενοι κατακολυμβῶσιν οἱ σπογγιεῖς καὶ καλοῦσιν ἱεροὺς ἰχθύας τούτους·” οἳ δὲ χρύσοφρυν, οἳ δὲ πομπίλον. ἄμεινον δὲ μέγαν καὶ ἀσυνήθη θεοῖς ἀνειμένον θαλασσίοις· οἳ δὲ διερόν. Πλάτων δὲ ἀγνοῶν ἱερόν φησι, διὰ τὸ μὴ θηρεύεσθαι ἐπὶ τῶν ἡρωικῶν (? Pol. III 13, P. 404 b).

408. λίνῳ] τῇ διὰ νεύρων ὁρμιᾷ· καὶ ταῦτα γὰρ λίνα φασίν. §. [*](A~ B +) τὸ δὲ “θύραζε” ὅμοιον τῷ “δόρυ μείλινον ὦσε θύραζε” (Il. 5. 694).

[*](B+)

ἤνοπι χαλκῷ] ἐμφώνῳ ἢ λαμπρῷ, ἐν ᾧ ἐστιν ἐνοπτ〈ρ〉ίσασθαι.

ἄλλως: ἤνοπι χαλκῷ] τῷ ἀγκίστρῳ· ἀπὸ τοῦ ὅλου τὸ μερικόν. §. [*](B=) “ἤνοπ,” δὲ ἐμφώνῳ· μόνος γὰρ τῶν ἀψύχων φωνὴν ἔχει. οἱ Πυθα- [*](B+) γορικοὶ γάρ φασι τὸν χαλκὸν παντὶ συνηχεῖν θείῳ πνεύματι καὶ ἐν νηνεμίᾳ πολλάκις ἀτρεμούντων ἁπόντων σειομένοις ἐοικέναι τὰ κοῖλα χαλκώματα.

411. * ἐπεσσύμενον] γράφεται καὶ “ἐπεσσύμενος.”

ἄλλως: βάλε πέτρῳ] πῶς λίθων εὐπορεῖ ἐφʼ ἅρματος ὤν; ἔοικε [*](B=) κατὰ τὸ σιωπώμενον καταβεβηκέναι, εἶτα μετὰ τὸ πλῆξαι τὸν Εὐρύαλον πάλιν ἐπαναβεβηκέναι. ὅτι γὰρ ἐφʼ ἅρματός ἐστι, πάλιν ἑξῆς φησι (427) “Πάτροκλος δʼ ἑτέρωθεν ἐπεὶ ἴδεν ἔκθορε δί- φρου.” καὶ τὸ “ἐπεσσύμενον” ἐπὶ μὲν πεζοῦ οἰκεῖον, ἀπίθανον δὲ ἐπὶ ἱππότου.

414. θυμοραῖστής] φησὶ τετρασυλλάβως καὶ βαρυτόνως ὁ [*](B=) Γλαῦκος· οὐδέποτε γὰρ τὸ ῥαῖσαι εἶπεν ἢ δισυλλάβως. πῶς οὖν τὸ “θυμοραιστέων” (591. Il. 18. 220) διεῖλεν:

415. Ἀμφότερον] εἰς ἰδιότητα ὥξυνεν Ἀρίσταρχος τὸ “Ἀμφο- [*](A+) [*](2. μέν ἐν τῷ B ‖ 5. ἁλιέας B ‖ 6. σπάνιος B ‖ 7. θ΄ Dindorf: ιθ΄ B, ἐννεακαιδεκάτῳ ‖ 9. ἔστι θ. codd. Arist. ‖ σπογγεῖς B codd. Arist., σπονγιεῖς ‖ 10. ἰχθῦς codd. Arist. ‖ 13. ἐστιν post ἡ. del. W ‖ 23. λίθων B: λίθους ‖ 25. ἐστὶ B: ἔστη ‖ 27. τὸ ἐπεσσύμενον B: τότε ἐτεσσύμενος)

190
τερός· ἀγνοεῖ δέ, ὅτι ἐπὶ τοῦ ἀριθμοῦ οὐ λέγεται ἑνικῶς· τὸ γὰρ “ἀμφότερον βασιλεὺς ἀγαθός” (Il. 3. 179) μεσότητός ἐστιν ἐπίρρημα.

[*](B=)

416. Τληπόλεμόν τε] διὰ ταχέων πάλιν καταλέγει τίσιν ἐπιτρέ- χει· τὸ γὰρ ἐπὶ πάντων κατὰ μέρος 〈ἐπ〉εξεργάσασθαι ἀδόλεσχον ἦν.

417. καὶ Ἀργεάδην πολύμηλον] τὸ πολύμηλος ἐπίθετον, Ἀργεά- δης δὲ τὸ κύριον· εἰ δὲ κύριον τὸ πολύμηλος, ἔσται τὸ Ἀργεάδης πατρωνυμικόν.

[*](B=)

419. Σαρπηδὼν δʼ ὡς οὖν ἴδεν] ἔδει γὰρ ἀπὸ τῶν πολεμίων γενέσθαι τινὰ ὑπεναντίωσιν· τὸ γὰρ μέχρι παντὸς ἀναιρουμένους αὐτοὺς εἰσάγειν καὶ ἀπίθανον καὶ ἀργόν.

[*](B =)

ἄλλως: Σαρπηδὼν δέ] καλῶς τῷ Ἀχιλλεῖ τὸν ἄριστον τῶν Τρώων φυλάττων τῷ Πατρόκλῳ τὸν ἄριστον τῶν συμμάχων ἄγει εἰς μάχην.

[*](A B -)

ἀμιτροχίτωνας] οὐχ ὑποζωννυμένους μίτρας τοῖς θώραξιν, ἢ ἀνα- κώλους ἔχοντας χιτῶνας πρὸς τὸ μὴ δεῖσθαι μίτρας· οἳ δὲ οὐδέποτε δὲ μίτραν φησὶ τὴν ζώνην ὁ ποιητής. ἄτοπον δὲ οὕτω καταφρονεῖν καὶ μὴ χρῆσθαι μίτρᾳ, ὅπου καὶ Ἅρης ταύτῃ χρῆται. οἳ δὲ τοὺς ἅμα θώρακι συνηρτημένην ἔχοντας μίτραν. οἳ δὲ οὐκ ἐπὶ πάντων τὸ ἐπίθετον ἀλλʼ ἐπὶ τῶν ἀνῃοημένων, οἷον ἐπεὶ εἶδεν αὐτοὺς ἀμιτροχίτωνας γεγενημένους διὰ τὸ ἐσκυλεῦσθαι.

[*](B=)

422. 〈νῦν) θοοὶ ἔστε] ἀγαθοὶ 〈καὶ ταχεῖς εἰς τὸ〉 πολεμεῖν γίνεσθε, ὡς τὸ “νῦν τοι ἐελδέσθω πόλεμος κακός, εἰ θοός ἐσσι ” [*](B=)(494). §. καιρίως δὲ κεῖται τὸ “νῦν,” οἷον ‘ εἰ καὶ πρότερον ἐφεύγετε, νῦν ἐπιστρέψατε ἑαυτούς.ʼ

[*](B=)

423. ἀντήσω γὰρ ἐγώ] ἐναντίος ἥξω. ἀνύσιμοι δὲ αἱ ἐκ τῶν πονούντων παραινέσεις.

ὄφρα δαείω] οἶδε μέν, ὅτι οὐκ Ἀχιλλεύς· ἀγνοεῖ δέ, εἰ Πάτρο- κλός ἐστιν.

427. ἔκθορε] κατὰ τὸ σιωπώμενον ἐπιβέβηκε τῷ ἅρματι.

[*](B–)

428. ὥς τʼ αἰγυπιοί] πρὸς τὸ ἰσοδυναμοῦν τῶν ἀντιμαχομένων τῇ εἰκόνι κέχρηται, ἐνδείξασθαι βουλόμενος ὅτι ὅμοιοι ἦσαν οἱ συνιστά- μενοι· διόπερ οὐχ ἑτερογενῆ ὄρνεα ὑποτίθεται.

[*](4, 5. τίσιν ἐπιτρέχει B: τίνας ἐπιτρέχων || 5. supplevi ex B ‖ 6. τὸ Bekker: ὁ ‖ 7. τὸ π. scripsi: ὁ π. ‖ 9. νῦν ἴδεν ‖ 12. καλῶς W: καὶ ὡς ‖ 13. Πατρόκλῳ B: Ἀχιλλεῖ (in fine lineae) κλῳ (in initio sequentis lineae) ‖ 16. οῦτως || 17. ὁπου γε B || αὐτῇ B ‖ 19. ὅτι εἶδεν B, ἐπεὶ οἶδεν ‖ 21. supplevi ex B 24. ἑαυτούς B: αὐτούς ‖ 32. ἑτερογενῆ W; ἐτεροῖον ἤ)
191

ἀγκυλοχεῖλαι] παρὰ σύνθεσιν ἐκ τοῦ ἀγκυλόχειλος, ἢ ὡς τὸ “δωδεκέται” παρὰ Κρατίνῳ (fr. 406 K.).

429. πέτρῃ ἐφʼ ὑψηλῇ μεγάλα κλάζοντε] ἄκρως τὸ ὁμοίωμα [*](A=B–) παρετήρησεν· οὐ γὰρ ἀφώνως συμβάλλει τὰ ζῷα ταῦτα εἰς μάχηνʼ φησὶ γοῦν καὶ Ἀλέξανδρος ὁ Μύνδιος μετὰ βοῆς ἐπὶ πετρῶν ταῦτα μάχεσθαι.

430. κεκλήγοντες] ὡς λέγοντες· ἐν δὲ τῇ ἑτέρᾳ τῶν Ἀρι- [*](Α+) στάρχου “ κεκληγῶτες·” οὕτω καὶ αἱ πλείους· οὐ γὰρ ἀναγκαῖον τὸ Αἰολικόν, μέτρου μὴ ἐπείγοντος.