Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum, Scholia in Iliadem, Scholia Graeca in Homeri Iliadem, Dindorf, Oxford, 1875

333. πᾶν δʼ ὑπεθερμάνθη] ἀντὶ τοῦ ὅλον. τοῦτο δὲ ἐμφαίνει τὴν [*](Β=) ἀθρόαν αἱμορραγίαν. ἀλλαχοῦ δὲ “ψυχρὸν δʼ ἕλε χαλκὸν ὀδοῦσιν” (Ιl. 5. 75).

τὸν δὲ κατʼ ὄσσε] ἀντὶ τοῦ ‘ δέʼ §. ἡ δὲ “καττά” πρὸς τὸ [*](Β=) ἔλαβεν.

335. Πηνέλεως δὲ Λύκων τε συνέδραμον] τὸ διήγημα κατὰ ἀνα- [*](Β=) στροφήν· οὐ γὰρ πρῶτον ἀποτυχόντας εἰσάγει εἶτα διὰ τοῦτο συμ- πλεκομένους, ἀλλʼ ὥσπερ αἰτίαν τῆς συνδρομῆς ἀποδιδοὺς τὸ προγεγενημένον δεδήλωκεν, ὅτι ἀκοντίσαντες ἐπʼ ἀλλήλους ἥμαρτον.

336. μέλεον δʼ ἠκόντισαν] ματαίως. οἱ τραγικοὶ δὲ τὸ “μέλεον” [*](Α +Β=) ἐπὶ τοῦ οἰκτροῦ τάσσουσιν. §. ὁ δὲ “δέ ” ἀντὶ τοῦ γάρ.: φάσγανον ἐρραίσθη] ὑπὸ τῆς βίας τοῦ τύψαντος, ὡς τὸ [*](Β=) Μενελάου “τριχθά τε καὶ τετραχθά” (Il. 3. 363).

αὐχένα θεῖνε] ἀντὶ παρῳχημένου τοῦ ἐπάταξε. ποικίλλει δὲ [*](AB-) συνήθως τὰς πληγάς.

340. ἔσχεθε δʼ οἶον δέρμα] μόνον δὲ τὸ δέρμα κατέσχε καὶ κατεκράτει τὴν κεφαλὴν ἐκκοπεῖσαν.

342. κιχείς] ἀπὸ τοῦ κίχημι, ἢ τῆς κιχὼν παθητικόν, ὡς τῆς [*](A-) [*](4. Ἀχιλλῆι ‖ 6. Σενομήδη, cf. schol. Ar. Lys. 447 ‖ φησίν W: ἔφη ‖ 9. μήν Bekker: μἐν ‖ 12. πολέσιν ‖ ἐφʼ ἠν scripsi: ἔφη γὰρ ‖ 19. sup- plevi ex B ‖ 25. ἀκόντισαν ‖ 27. ἐρραίσθη B: ἐρέσθη)

184
λιπών ἡ λιπείς, τῆς ἐριπών ἡ 〈ἐ〉ριπείς· “ἐριπέντι Πολυνείκει” (Pind. Ol. 1 43).

343. ἐπιβησόμενον] ἐπιβατικῶς ἔχοντα.

345. Ἐρύμαντα] παρὰ τὸ ἔρυμα. τινὲς δὲ “Ὀρύμαντα.”

[*](Β=)

κατὰ βστόμα νηλέι χαλκῷ] ποικίλως πάνυ· φθάνει γὰρ τὸ ἐναντίον διαθέμενος περὶ τὸν Πάνδαρον (Il. 5. 291). τοῦ μὲν γὰρ ἄνωθεν πλη- γέντος τὸ δόρυ διὰ τοῦ στόματος διέρχεται, ἐνταῦθα δὲ ἡ μὲν πληγὴ διὰ τοῦ στόματος γίνεται, διαπερᾷ δὲ τὸ δόρυ διὰ τῆς κεφαλῆς.

[*](Β=)

347. κέασ〈σ〉ε δʼ ἄρʼ ὀστέα] οἰκείως ἐπὶ μὲν ὀστῶν “κέασσεν,” ἐπὶ δὲ ὀδόντων “ἐτίναχθεν” (348), ἐπὶ δὲ τοῦ δόρατος“ἐξεπέρησε” (346).

[*](Β=)

348. ἐκ δʼ ἐτίναχθεν ὀδόντες] ἐπάνω τῆς ὑπέρας ἠνέχθη ἡ πληγὴ κατὰ τὸν ἐγκέφαλον, οἱ δὲ ὀδόντες κατ ἐπιδρομὴν [*](Β=)τοῦ δόρατος ἐξετινάχθησαν. §. “ὀστέα” (347) δὲ Ἀπολλώνιος τοὺς σφονδύλους φησίν.

[*](Β=)

ἐνέπλησθεν δὲ—αἴματος ὀφθαλμοί] ἡ αἱμορραγία ὅλην τὴν κεφαλὴν διελθοῦσα διὰ τῶν ὀφθαλμῶν ἐφάνη μάλιστα· εἰσὶ γὰρ ἐξ ὑμένων λεπτῶν· ὅθεν οἱ ἰκτεριῶντες ἀπʼ ὀφθαλμῶν δῆλοι τὰ πρῶτα γίνονται τῆς χολῆς ὑποδραμούσης.

[*](Β=)

350. πρῆσε χανών] ἐξεφύσησεν· καὶ ἀλλαχοῦ “ἐν δʼ ἄνεμος πρῆσεν” (Il. 1. 481). εἰκὸς δὲ τῶν ἐν τῇ κεφαλῇ φλεβῶν διακο- πεισῶν προχυθὲν τὸ αἷμα διὰ τῶν ὀφθαλμῶν καὶ τοῦ στόματος καὶ τῶν ῥινῶν χωρῆσαι.

[*](Α=Β–)

352. ὡς δὲ λύκοι ἄρνεσσιν] ὅταν ἑνὸς ἔφοδον δηλῶται θέλῃ, λέοντα εἰς τὴν εἰκόνα παραλαμβάνει, “ ἤτοι ὃ μὲν πρώτῃσι— βόεσ〈σ〉ι” (Il. 15. 634). νῦν δὲ τὴν τοῦ πλήθους ἔφοδον ἐμφῆναι βουληθεὶς τὰ ἀγεληδὸν ἐφορμῶντα ζῷα παρέλαβε, τοὺς λύκους.

ἐπέχραον] ἀθρόοι ἐπεβάρησαν, ἢ ἀθρόοι ἐπήλθοσαν.

[*](Β–)

353. ὑπὲκ μήλων αἱρεύμενοι] ἐξ αἰγῶν ἢ προβάτων ὑπεξαιρούμενοι.

[*](Α=Β–)

μήλων] προβάτων καὶ αἰγῶν. καὶ ἐν ἄλλοις “μῆλʼ ὄιές τε καὶ αἶγες” (Il. 9. 84). πρόβατα γὰρ πάντα ἐκάλουν τὰ θρέμ- ματα οἱ παλαιοί· καὶ Εὔπολις (Capr. fr. 14 Κ.) προβατικὸν χορόν φησι τὸν ἐξ αἰγῶν.

[*](Α~)

αἵ τʼ ἐν ὄρεσσιν] αἱ ἄρνες δηλονότι καὶ οἱ ἔριφοι. §. καλῶς δὲ [*](6. 8. τοῦ περὶ Π. B ‖ 9. ἄρʼ ὀστέον ‖ ὀ. ἐκέασθεν ‖ 11. ὑπερῴας Β, ὑπερώης ‖ 12. supplevi ex B ‖ 14. σπονδύλους B ‖ 25. ἔφοδον Β: ἐφόδιον ‖ 28. ἐρεύμενοι ‖ ὑπεξαιρούμενοι Bekker: ὑπεξυφαιρούμενοι B, ὑφαιρούμενοι ‖ 33. αἱ ἔρ.)

185
καὶ τὸ νέον καὶ τὸ θῆλυ καὶ τὸ “ἐν ὄρεσ〈σ〉ιν,” ἔνθα οὐκ ἔστι φυγή.

354. διέτμαγεν] διὰ τοῦ ε τὸ “διέτμαγεν,” ὡς “κόσμηθεν” [*](A+) (Il. 3. 1)· τὸ γὰρ ‘διέτμαγονʼ ἐνεργητικόν ἐστιν.

356. ὣς Δαναοί] καὶ Μυρμιδόνας συμπεριλαμβάνει.

*ἐπέχραον] ἐπήλθοσαν.

357. δυσκελάδου] προσφυὲς τὸ ἐπίθετον· βοῶσι γὰρ καὶ οἱ διώ- [*](Β=) κοντες καὶ διωκόμενοι.

358. Αἴας δʼ ὁ μέγας] δαιμονίως οὐκ ἄλλῳ περίκειται τὸ ἐπιτηρεῖν [*](B=) τὸν Ἕκτορα ἀλλὰ τῷ Αἴαντι, εἰκότως· ἔχει γάρ τι πρὸς αὐτὸν ὁ ἥρως ὡς ἂν διʼ αὐτὸν ἀποκρουσθεὶς τῆς νεώς (122)· εἰκὸς οὖν αὐτὸν σπεύδειν ἀποδοῦναι τὴν ὁμοίαν.

Αἴας δʼ ὁ μέγας] πρὸς διαστολὴν τοῦ Ὀἰλέως.

[*](A+)

361. σκέπ〈τ〉ετο] σκοπεύων ἐφυλάττετο· τ〈οι〉οῦτον δὲ ἀκοντο- [*](Α~Β–) δόκον φασίν.

ὀιστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων] καλῶς ἐπὶ μὲν τοῦ βαρέος [*](B=) “δοῦπον,” ἐπὶ δὲ τοῦ ταχέος “ῥοῖζον.”

364. ἀπʼ Οὐλύμπου] τοῦ τόπου, ἔνθα τὰ νέφη ἐπικαθέζεται.

νέφος ἔρχεται οὐρανὸν εἴσω] οὐ τὴν ἄνω φορὰν ποιούμενον— [*](B=) πῶς γὰρ ἐξ αἰθέρος γενομένης τῆς λαίλαπος ὑψοῦται τὰ νέφη ;— ἀλλὰ τὴν εἰς πλάτος. οὕτω καὶ οἱ Τρῶες προσεδρεύοντες πρώην τῷ ναυστάθμῳ ἐπεξετάθησαν εἰς τὸ πεδίον.

οὐρανόν] τὸν ὑπὲρ τὰ νέφη τόπον εἴωθε καλεῖν.

[*](B+)

365. αἰθέρος ἐκ δίης] “Δίης ” τινὲς τῆς ὑπὸ Διὸς ἀρχομένης, ὡς [*](Β—) Ὀδυσσήιος δόμος(Od.18.353). §. ὅταν ἐκ τοῦ αἰθέρος ὁ Ζδεὺς ἐπιτείνῃ B= λαίλαπα. §. ἐν δὲ τοῖς ὑπομνήμασι κατὰ δοτικὴν τὸ “ λαίλαπι ” [*](B=) ἵνʼ ᾖ, ὅταν ὁ Ζεὺς ἐν λαίλαπι παρατείνῃ τὰ νέφη.

ἄλλως: αἰθέρος ἐκ δίης] ὡς ἐξ εὐδίας ἐπιταράσσεται ὁ οὐρανός, οὕτω ταραχὴ γέγονε τῶν Τρώων.

368, 9. λ〈ε〉ῖπε δὲ λαὸν—οὓς ἀέκοντας] ὅτι πρὸς τὸν νοῦν ὑπήντησεν.