Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

248. τεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν] ἴσον νομίζει θάνατον καὶ ἀποβολὴν δὅπλων.

249. τοῦ δʼ ἔκλυε] σοφῶς καὶ διὰ βραχέων τὸ πᾶν ἐξήνεγκεν.

251. νηῶν μέν οἱ ἀπώσασθαι] πρὸς τὸ πρῶτον ὑπήντησεν.

[*](A-)

252. σόον] γράφεται καὶ “σάο” διὰ τὸ “σαώτερος ὥς κε νέκαιʼ (Il. 1. 32) καὶ “σάω δʼ ἐρίηρας ἑταίρους” (303). πρὸς τὸ “ἢν γὰρ δή με σαῶσι θεοὶ καὶ οἴκαδ’ ἵκωμαι” (Il. 9. 393).

[*](B=)

255. στῆ δὲ πάροιθε] εἰκότως θεατὴς τῆς μάχης γίνεται καρα- δοκῶν τὸ ἀποβησόμενον.

*ἔτι δέ] ἔτι γάρ.

[*](B=)

259. σφήκεσσι] παρόσον ὁμοθυμαδὸν ὁρμῶσι τῶν σκηνῶν καὶ θυμοῦ μεστοί· θυμικὸν γὰρ σφήξ, καὶ μάλιστα ἐνόδιος, ἀδιαλείπτως ἐρεθιζόμενος ὑπὸ τῶν ὁδιτῶν.

[*](B=)

260. εἰνοδίοις] παρὰ τὴν ὁδὸν ἔχουσι τὴν σφηκιάν.

[*](B=)

ἐριδμαίνωσι] εἰς ἔριν ἐμβάλλωσιν· οἳ δὲ ἐρεθίζωσιν. §. [*](B–)“ἔθοντες” δὲ ἐξ ἔθους ἐπιόντες· “ἔθων Οἰνῆος ἀλωήν” (Il. 9. 540).

[*](ΑΒ=)

261. αἰεὶ—] ἀθετεῖται διὰ τὴν ταὐτολογίαν· τὸ γὰρ “ἀεί” ταὐτόν ἐστι τῷ “ἔθοντες,” τὸ δὲ “κερτομέοντες” τῷ “ἐριδμαίνωσι,” τὸ δὲ “ὁδῷ ἐπί” τῷ “εἰνοδίοις.ʼ ἄλλως τε ὁ ποιητὴς κερτόμησιν [*](B=)ἀεί φησι τὸ διὰ λόγων ἐρεθίζειν, οὐκ ἔργῳ. §. τινὲς δὲ ὁδῷ ἔπι οἰκίʼ ἔχοντες” γράφουσιν ἐπὶ τῶν παίδων ἀκούοντες. καὶ κερτομέοντες” λείπει τὸ οἱ, οἱ κερτομικοί.

[*](B=)

263. παρά τις τε κιών] παροδεύων τις. πλεονάζει οὖν ὁ “τέ” σύνδεσμος.

[*](Α+)

264, 5. ἔχοντες προ〈σ〉σω πᾶς] πρὸς τὸ σχῆμα· καὶ τὸ “πᾶς” ἴσον τῷ ‘πάντες.ʼ

[*](8. νομίζει B: νομίζεις ‖ 11. σαότερος ‖ 12. οὐ ante πρὸς del. W ‖ 13. σόωσι ‖ 19. ἐρεθιζόμενος B: ἐρεθιζομένη ‖ 21. ἐιμμβάλλωσιν B: ἐμβάλλουσιν ‖ ἐρεθίζωσιν B: ἐρεθίζουσιν ‖ 22. εἰς ἔθος ἔχοντες B ‖ 26. κερτομίζειν B, κεντομεῖν A ‖ 27. ἔργῳ B: ἔργων ‖ 28. supplevi ex B)
179

265. πρό〈σ〉σω πᾶς πέτεται] ἥκιστα ἂν ἴδοις σφῆκα φεύγοντα, διώκοντα δὲ προθυμότατα.

267. βοὴ δʼ ἄσβεστος] Ἀχαιῶν μὲν ἐπὶ τῇ χαρᾷ βοησάντων, [*](Β=) Τρώων δὲ θορυβηθέντων.

268. ἑτάροισιν ἐκέκλετο] οὔπω ἐμβάλ〈λ〉ουσιν εἰς τὸν πόλεμον, [*](B=) ἀλλʼ ἔτι περὶ αὐτὸν οὖσιν, ἐπεὶ οὐδʼ ἂν ἠκούσθη· καλῶς δὲ ἐπὶ Ἀχιλλέως μὲν ἡσυχίαν ἄγει, νῦν δὲ ἐπʼ ἐξουσίας γεγονὼς παρα- καλεῖ γενναίαν καὶ φιλόστοργον παράκλησιν, φίλους τε Ἀχιλλέως καλῶν ἰσάζεσθαι παρακαλεῖ τῷ φίλῳ.

271. Πηλείδην τιμήσομεν] μέγαν αὐτοῖς ὑπογράφει σκοπὸν [*](Β=) ἀνδραγαθίας τὴν Ἀχιλλέως τιμήν.

272. ἀγχέμαχοι] ἀπὸ κοινοῦ τὸ “ μέγ’ ἄριστος” (271). §. Σέλευκος δὲ ἀθετεῖ.

273. γνῷ δὲ καὶ Ἀτρείδης] ἔμφρων ὁ Πάτροκλος ὁ παρόντα μὲν [*](B–) ἐλέγχων μετὰ παρρησίας—“νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν” (Il. 16. 33) —ὑπὲρ ἀπόντος δὲ τοῦ φίλου ἀπολογούμενος. τὰ αὐτὰ δὲ τῷ Ἀχιλλεῖ προφέρεται. ἅμα δὲ καὶ ἐμβριθὴς ἡ παράκλησις δεῖξαι σπεύδοντος Ἀγαμέμνονι, ὡς αἴτιος τῆς Ἑλληνικῆς γέγονε συμφορᾶς.

274. οὐδὲν ἔτισεν] περισσεύει τὸ “ἕν·” ἔστι γὰρ ‘οὐκ ἔτισεν.ʼ [*](Α+) 276. ἐν δʼ ἔπεσον] ἀκολούθως τοῖς Ἀχιλλέως παραγγέλμασιν [*](Β–) “ἔμπεσʼ ἐπικρατέως, μὴ δὴ πυρὸς αἰθομένοιο νῆας ἐνιπρήσωσι” (81).

ἀμφὶ δὲ νῆες] οὐ πᾶσαι, ἀλλʼ αἱ τῶν Μυρμιδόνων.

278. ὡς εἴδοντο Μενοιτίου] αὐτοὶ μὲν οὐκ εἶδον ὡς Μενοιτίου [*](B=) υἱόν, προαναπεφώνηκε δὲ τοῦτο ἀφʼ ἑαυτοῦ ὁ ποιητής.

279. αὐτὸν καὶ θεράποντα] Αὐτομέδοντα ἐν τοῖς ὅπλοις ὄντα [*](B=) Πατρόκλου ᾤοντο εἶναι τὸν Πάτροκλον, Ἀχιλλέα.

280. πᾶσιν ὀρίνθη θυμός] ἀντὶ τοῦ ‘πάντων.ʼ §. ἐνδείκνυται δὲ [*](B=) ποιητὴς τοὺς πολλοὺς οὐκ ἀληθείᾳ, δόξῃ δὲ καὶ φαντασίᾳ πραγμάτων> ἐχομένους.

280, 1. φάλαγγες, ἐλπόμενοι] ἔστι τι ὅμοιον καὶ παρὰ Θουκυδίδῃ (I 110) “ἐκ τῶν Ἀθηνῶν καὶ τῆς ἄλλης συμμαχίας ν΄ τριήρεις πλέουσαι ἐπʼ Αἴγυπτον ἔσχον κατὰ τὸ Μενδήσιον κέρας, οὐκ εἰδότες τῶν γεγενημένων οὐδέν.”

[*](1. ἵδοις Bekker: ἰδάν ‖ 10. τιμήσωμεν ‖ 11. τὴν Ἀχ. τιμήν εἰς ἀνδραγαθίον B ‖ 17. ἔτι post πρ. del. W ‖ ἐρβριθὴς ἡ ποράκλησις B: ἐμβριθείση παρακλήσει ‖ 19. τὸ δἐνA ‖ 26, 8, 9. suppleiex B ‖ 30. ἔ. τὸ ὅ. ‖ 31. ἐκ τῶν Thuc. codd.: ἔχον ‖τριήρεις Thuc. ccdd.: πλήρεις ‖ 32. ἐπ΄ Αἴγιπτον Thuc.codd.: ἐπάγυρτον )
180
[*](Α~)

ἄλλως: φάλαγγες, ἐλπόμενοι] ἀντὶ τοῦ ἐλπομένων. Ζηνόδοτος δὲ γράφει “ἐλπόμεναι,” ἐπὶ τῶν φαλάγγων. §. ἐπαινεὶ δὲ Ἀρί- σταρχος, ὅτι οὐ φεύγοντας ἐποίησεν εὐθέως, ἀλλὰ καταπλησσομένονς.