Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

281. ναῦφι] ἀπὸ εὐθείας παρῆκται· δηλοῖ γὰρ γενικήν.

283. πάπτηνεν δὲ ἕκαστος] δεινότατον τῶν ἐπῶν Ὁμήρου τοῦτό φησιν Ἀριστοτέλης (fr. 129), ἐν ᾧ πάντες φευκτιῶσιν. καὶ οἰκεῖον βαρβάρων.

[*](Β=)

286. νηὶ πάρα πρυμνῇ] καλῶς τῇ κινδυνευούσῃ νηὶ πρώτῃ ἐπι- κουρεὶ· τοῦτο γὰρ ἔλεγεν Ἀχιλλεὺς “ μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι φυκτὰ πέλωνται” (128).

287. ὃς Παίονας ἱπποκορυστάς] Μίμνερμος (fr. 17 Bergk) “Παίονας ἄνδρας ἄγων, ἵνα τε κλειτὸν γένος ἵππων.’ ἐν δὲ τῷ Καταλόγῳ καὶ “Παίονας ἀγκυλοτόξους” (Il. 2. 848). ἢ οὗτοι ὑπὸ Ἀστεροπαῖον, οἱ δὲ ἱππεῖς ὑπὸ Πυραίχμην. ἢ διαφόρῳ ὁπλίσει ἐχρῶντο. ἢ ἰπποτοξ〈ότ〉αι ἤσαν.

288. ἐξ Ἀμυδῶνος] Ἀμυδὼν φρούριόν ἐστι Μακεδόνων περὶ τὸν Ἀξιὸν ποταμὸν κείμενον.

[*](Α+Β)

290. ἕταροι δέ μιν ἀμφεφόβηθεν ] ἐκ πλήρους ἡ [*](Β=)“ἀμφί. §. τὸ δὲ ἑξῆς, περὶ αὐτὸν οἱ Παίνες ἐφόβηθεν. §. ἅμα μὲν [*](B=)ηὔξηται τοῦ Πατρόκλου 〈ἡ〉 ἀρετὴ οὐ τὸν τυχόντα ἀνελόντος, ἅμα δὲ διὰ τὴν ὑπεροχὴν τοῦ ἀναιρεθέντος πιθανὸν φεύγειν τοὺς ἄλλους.

[*](B–)

293. κατὰ δʼ ἔσβεσεν] ἐπαινεῖται ταῦτα ὡς ἐν τῷ τάχει ἔχοντα καὶ ἀξιοπιστίαν, εἴ μὴ πᾶν εἶπε πεπρῆσθαι τὸ σκάφος.

[*](B=)

ἔσβεσεν] αἴτιος τῆς σβέσεως ἐγένετο. ἢ Πάτροκλος ἔσβεσεν ὅπερ ὁ Ζεὺς ἀνῆψεν (121).

[*](Β=)

294. ἡμιδαής] ἐναργῶς ἔχει τὸ “ἡμιδαής·” σχεδὸν γὰρ αἴρει τὰς αἰσθήσεις ἡ τῶν ὀνομάτων ἔμφασις, καὶ ἐν ὄψει τὸ πρᾶγμα δείκνυσιν.

[*](Β=)

τοὶ δὲ φόβηθεν] ὅρα ὅτι οὐκ ἀφίσταται τοῦ ὀνόματος (cf. 290)· τοῦτο γάρ ἐστι τὸ καιρὸν παρασχὸν κατασβέσαι, ἡ τῶν πολεμίων ὑποχώρησις.

296. ἀλίαστος] ἀνέκλέιπτος.

[*](Β–)

297. ἀφʼ ὑψηλῆς κορυφῆς] ἐπεὶ ἐν ταῖς ἀκρωρείαις πυκνὰ νέφη ἐπικαθίσαντα σκοτίζειν εἴωθε τὸν ὑποκείμενον τόπον· μέμνηται δὲ [*](10. πέλονται ‖ 12. ἀιόνας Bekker: Παιέᾶνας ‖ 13. ἀγκυλότοξοι ‖ οὗτοι Bekker: οὔτω ‖ 19. ἄμα μἐν W: μία δὲ ‖ 20. supplevi ex B ‖ 27. ὀν. αἴσθησις B ‖ 28. τοῦ ῥήματος B)

181
αὑτοῦ ὁ ποιητής· ἔλεγε γὰρ “εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέ- βηκεν” (66).

298. κινήσῃ —νεφέλην] πιθανῶς οὐκ εἶπε ‘σκεδάσῃ·’ οὐ γὰρ προ- τροπάδην ἀπίασιν· ὁπότε δὲ προτροπάδην φεύγουσιν, “ὡς δʼ ὅτ’ ἀπʼ Οὐλύμπου νέφος ἔρχεται ” (364).

299. σκοπιαί] τόποι ἐπιτήδειοι πρὸς σκοπὴν τῶν πόρρω· §. καὶ [*](Β=) ταῦτα δὲ Ὅμηρος τὰ αὐτόματα θεοῖς ἀνατίθησιν, οἱ δὲ μετʼ αὐτὸν μετεωρολέσχαι οὐδαμοῦ προστιθέασιν ὄνομα θεοῦ. §. Νέστορος εἰπόντος “αἴ κεν τι φόως Δαναοῖσι γένηαι” (Il. 11. 797) φησὶν “ἄσπετος αἰθήρ” (300).

πρώονες] οἱ λόφοι τῶν ὀρῶν παρὰ Ἀργείοις. §. ἔστι δὲ τοῦ [*](A=) πρῶνες διαίρεσις.

300. ὑπερράγη ] τῶν νεφῶν διαρραγέντων ωφθη ὁ[*](A~B=) αἰθήρ, ὥς φαμεν ῥαγῆναι τὸν ὑετόν.

303. οὐ γάρ πω—Τρῶες] δαιμονίως ἔτι συνέχει τὸν ἀγῶνα ὁ [*](Β=) ποιητής· οὐ γὰρ πιθανὸν μηδενὸς δεινοῦ γενομένου φυγεῖν προτρο- πάδην τοὺς βαρβάρους.

304. προτροπάδην] ἀμετάστρεπτοι.

305. *ἀνθίσταντο] τινὲς “ἄντα ἵσταντο.”

306. κεδασθείσης] ἄλλος γὰρ ἄλλῃ ἔφυγεν. διὰ δὲ τῶν Μυρ- [*](Β=) μιδόνων σβέσας τὸ πῦρ καὶ τοὺς πολεμίους ἐάσας τοὺς ἡγεμόνας προήγαγεν ἀριστεύοντας, δεικνὺς ὡς οὐ σβέννυται τὸ γενναῖον τῶν ἀνδρῶν ἐν ταῖς συμφοραῖς. οὐκ ἐδεήθησαν οὖν ἀναψύξεως, ἀλλʼ ἐκθυμότερον ἀφ’ ὧν ἔπαθον ἀμύνονται τοὺς Τρῶας.

309. διαπρὸ δὲ χαλκὸν ἔλασ〈σ〉εν] διήλασε τὸν χαλκὸν εἰς τοὔμπροσθεν.

311, 2. Θόαντα στέρνον] ἀντὶ τοῦ Θόαντος. §. καὶ πρὸς τὴν ὁμωνυμίαν ἡ διπλῆ.

[*](A+)

312. * στέρνον] λείπει ἡ κατά.