Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

203. χόλῳ—σʼ ἔτρεφε] διὰ τὸ ἄμετρον τῆς ὀργῆς. ἔστι δὲ ὡς Σάμος ἀντὶ τοῦ Σάμη (Il. 2. 634) καὶ “ἐν πύλῳ ἐν νε- κύε〈σ〉σιν” (Il. 5. 397) ἀντὶ τοῦ πύλῃ.

204. ἀέκοντας ἑταίρους] οὐκ ἐγκαλοῦσιν, ὅτι συμμαχεῖν οὐ θέλεις, ἀλλʼ ὅτι καὶ τοὺς ἑταίρους κατέχεις.

206. κακὸς χόλος] νῦν ὁμοίως ἡμῖν τὸ περὶ ψυχὴν πάθος φησίν.

[*](Α+)

207. ταῦτά μʼ ] τὸ πλῆρες ‘ταῦτά μοι·ʼ ἢ‘ἐβάζετε εἰς ἐμὲ ταῦτα ἅμα,ʼ οὐχ ὑγιῶς.

ἐβάζετε] Ἰακῶς τὸ “βάζετςε.”

[*](Α+)

νῦν δὲ πέφανται] νῦν δὲ ἐν μέσῳ ἐστὶν ἡ μάχη.

208. ἕης τὸ πρὶν —ἐράασθε] “ἕης” διῄρηται ὡς τὸ“ὅου κλέος” (Il. 2. 325). §. ἐντέχνως δὲ χάριν αὐτοῖς δοκεῖ κατατίθεσθαι προ- [*](Β=)πέμπων καὶ τὴν ὁρμὴν ἔρωτα κέκληκεν· καὶ ὡς ἐπιτυχόντας ὧν ἐπεθύμουν ἀνδρίζεσθαι παρακελεύεται.

[*](Α~Β–)

211. ἄρθεν] ἡρμόσθησαν, δασέως· δῆλον δὲ ἐκ τῆς παραβολῆς. οἳ δὲ ψιλοῦσιν, ἵνʼ ᾖ ‘λόγοις ἐπήρθησαν καὶ φρονήματος ἐπληρώ- θησαν.ʼ

βασιλῆος] ὅτι καὶ Ἀχιλλεὺς βασιλεύς· διό φησιν ὁ Ἀγαμέρμ- νων “ὅ〈σ〉σον βασιλεύτερός εἰμι (Il. 9. 160).

[*](6. suppl. Bekker ‖ 7. πρ. αὐτὰς προβαλλομένου Β ‖ 9. ἡμέρας ἑκκαιδεκά- της: corr. W ‖ confert p. 161, Ι ‖ 10. supplevi ex B ‖ 12. ἑνίζουσιν scripsi: στίζουσιν ‖ 22. ἰακῶς A: ποσαχῶς ‖ 24. ἦς τὸ lemma ‖ ἕης δ. scripsi: ἓν ο δ. ‖ 31. Ἀχιλλεὺς W: Ἀγαμέμνων)
175

213. 〈δώματος〉 ὑψηλοῖο] ταῦτα γὰρ μᾶλλον καταπνεῖται· ἀμε- [*](B=) λέστερον δὲ τὰ ταπεινὰ οἰκοδομεῖται.

215. κόρυν] τινὲς “κόρυθα.” οὐ γάρ ἐστιν ὅμοιον τῷ πίτυς, ἵνα εἰς ν ποιήσῃ τὴν αἰτιατικήν· καὶ “κόρυθα βριαρήν” (Il. 11. 375) φησίν· ἔστι δὲ ὅμοιον τῷ ὄρνιν.

217. ὣς πυκνοὶ ἐφέστασαν] καὶ κατὰ στίχον ἕστασαν, ὅ ἐστι 〈κατὰ〉 βάθος, καὶ κατὰ ζυγόν, ὅ ἐστι κατὰ μέτωπον.

218. θωρήσ〈σ〉οντο] γράφεται καὶ “ θωρήσ〈σ〉εσθον.”

[*](A=)

221. ἀνέῳγε] πλεονασμῷ τοῦ ε, ὁμοίως τῷ “ἐπὶ στόμʼ ἔωσε” (Il. 16. 410), Ἀττικῶς.

222. δαιδαλέης] δαίδαλα ἔλεγον τὰ ποικίλα κατασκευάσματα ἀπὸ Δαιδάλης τῆς Μήτιδος μητρός, παρʼ ᾖ Ἀθηνῶ ἐτράφη.

Θέτις—θῆκε] οὐκ ἄρα κεχώρισται Πηλέως μετὰ τὴν γένεσιν [*](A+B=) Ἀχιλλέως Θέτις, ἀλλὰ μέχρι γήρως συνῆν αὐτῷ· δῆλον δὲ καὶ ἐκ τοῦ “ πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα εὐχομένης” (Il. 1. 396).

223. θῆκʼ ἐπὶ νῆας ἄγεσθαι] οἱ περὶ Ζηνόδοτον “θῆκʼ ἐπὶ νηὸς [*](A+) ἰόντιι.”

224. οὔλων τε ταπήτων] εὐειλήτων διὰ μαλακότητα, ἀφʼ οὗ καὶ [*](B=) οὔλη θρίξ.

225. τετυγμένον] εὖ πεποιημένον. §. οὐ στρατιώτης δὲ ἀλλὰ Πυθαγορικός τις δοκεῖ νεανίας εἶναι.

227. οὔτε τέῳ 〈—ὅτε μὴ Διὶ πατρί〉] Ἀρίσταρχος “ὅτι” [*](A-B=) διὰ τοῦ ι. οὐ γὰρ ὅτε Διὶ καὶ τοῖς ἄλλοις ἔθυεν. καλῶς δὲ τῷ προπάτορι Διὶ ἀφώρισε μόνῳ τὴν φιάλην.

228. τό ῥα] διʼ ἑνὸς ρ αἱ Ἀριστάρχου.

[*](A=)

χηλὸς οἱονεὶ κῆλος παρὰ τὸ ἐγκεῖσθαι, οἳ δὲ παρὰ τὸ κῆλα, [*](Β+) ὅ ἐστι τὰ ξύλα, οἳ δὲ παρὰ τὸ χωρῶ· Λάκωνες μὲν κιβωτὸν βούλονται, ἄλλοι λάρνακα, Μυτιληναῖοι δὲ ἀντίπηγα.

θεείῳ] τοῦτο κατὰ ἔθος πάτριον.

231. μέσῳ ἕρκεϊ] ἐπεὶ ἐν μέσῳ τοῦ οἴκου ἑρκείου Διὸς βωμὸς [*](Β–) ἵδρυται, μεσέρκειον καλοῦσι τὸν Δία. ἕρκος δὲ νῦν τὸ περίφραγμα τῆς σκηνῆς. ἢ καὶ στρατιωτική τις σκηνή, ἐν ᾗ μέσῃ ἐσχάρα ἔκειτο.

233. Δωδωναῖε] εἰκότως τὸν πολίτην καὶ γείτονα καὶ προπάτορα [*](AB–) [*](7. suppl. Bekker ‖ 9. τὸ ἐπὶ ‖ ἔωσε scripsi: ἀνέωγεν ‖ 14. σύνεστιν B ‖ 20. οὐλόθριξ B ‖ 23. Ἀ. τὸ ὅτε B, Ἀ. οὔτι ‖ 26. Ἀρίσταρχος A ‖ 29. Μιτυληναῖοι ut B || 30. θεεῖα ‖ 33. ἐν μ. τῇ ἐσχάρᾳ: corr, W )

176
θεὸν ἐπικαλεῖται, ὡς καὶ Πάνδαρος τῷ Λυκογενεῖ (Il. 101) καὶ Χρύσης Σμινθεῖ (Il. 1. 39), ὁ δὲ Δωδωναῖος καὶ Νάιος· ὑδρηλὰ γὰρ τὰ ἐκεῖ χωρία. οἳ δὲ γράφουσι “Φηγω- ναῖε·” Σκοτουσαῖοι γάρ φασι παρʼ ἑαυτοῖς λόφον εἶναι φακόεντα ἀπέχοντα Σκοτούσης σταδίους ιε΄, ἐν ᾧ Διὸς Φηγωναίου ἐστὶν ἱερόν. οἳ δὲ γράφουσι “Βωδωναῖε”—πόλις γὰρ Θεσσαλίας Βω- δώνη, οὗ τιμᾶσθαι τὸν Δία— τινὲς δὲ “ἀναδωδωναῖε” ὑφʼ ἕν. παρὰ τὴν ἀνάδοσιν τῶν ἀγαθῶν. ὠνόμασται δὲ ἀπὸ Δώδωνος τοῦ Διὸς καὶ Εὐρώπης τῆς Ὠκεανοῦ, ὃς καὶ παρὰ Διὸς τὴν μαν- τικὴν εἰλήφει· ἄλλοι φασὶ Δευκαλίωνα μετὰ τὸν κατακλυσμὸν ἐν Ἠπείρῳ γενόμενον παρὰ τῆς πελειάδος τῆς ἐπικαθημένης τῇ δρυὶ κελευσθῆναι κατοικεῖν αὐτοῦ καὶ γήμαντα Δωδώνην Ὠκεανίδα τὴν πόλιν οὕτω προσονομάσαι· ὅτι δὲ ἐν Θεσπρωτοῖς οἶδε τὸ μαντεῖον τοῦ Διός, ὁ ποιητὴς φανερὸν ἐποίησεν ἐν Ὀδυσσείᾳ (14. 328), καὶ Εὐριπίδης (Phoen. 982) “Θεσπρωτὸν οὖδας. σεμνὰ Δωδώνης βάθρα;” Ὅμηρος δὲ οὐκ οἶδε τοῦ Διὸς ἱερὰν δρῦν, ἐπεὶ κἂν εἰρήκει. ὡς περὶ τῆς ἐν Ἰλίῳ “φηγῷ ἐν ὑψηλῇ πατρὸς Διὸς αἰ- γιόχοιο” (Il. 7. 60) καὶ “Διὸς περικαλλέι φηγῷ” (Il. 5. 693). [*](ΑΒ=) §. Δωδῶναι δύο, ἣ μὲν Θεσσαλίας, ἣ δὲ Μολοσσίας. τινὲς δὲ Δωδώνην τὴν γῆν, παρόσον πάντα δίδωσιν· δυσχείμερον (234) δέ, ὅτι πάγοις καὶ κρυμοῖς ὑπὸ τοῦ οὐρανοῦ συνέχεται.

[*](Α~Β=)

Πελασγικέ] ὑπὸ Πελασγῶν ἵδρυται τὸ περὶ Δωδώνην τέ- μενος. οἳ δὲ “Πελαργικέ·” ἐν γὰρ τῷ τεμένει λόφον εἶναι λευκόν, ὃν οὕτω καλεῖσθαι παρὰ τῷ ποιητῇ· οἳ δὲ “Πελαστικέ,” οὗ πέλας [*](Β=)ἐστὶν ὁ ἀήρ. §. “τηλόθ,ʼʼ δὲ “ναίων,” ἐπειδὴ ὁ αἰθὴρ ἄποθεν ἡμῶν. Ζεὺς γάρ ἐστιν ἡ τοῦ κόσμου ψυχὴ ἀεροειδὴς οὖσα.

234. δυσχειμέρου] οἱ περὶ Ζηνόδοτον “πολυπίδακος,” διὰ τὸ Καλ- λιμάχου “κρηνέων τʼ Εὐρώπῃ μισγομένων ἑκατόν” (cf. fr. 484).

[*](Α+Β–)

Σελλοί] “Ἑλλοί” ἀπὸ Ἑλλοῦ τοῦ Θεσσαλοῦ· οὕτω δὲ ὁ ποιητὴς καὶ οἱ παλαιοί· τινὲς δὲ “Σελλοί” ἀπὸ Σε〈λ〉λήεντος τοῦ ποταμοῦ, ὃς νῦν Ἄωος καλεῖται· ἐὰν δὲ εἴπωμεν “Σελλοί,” [*](1. supplevi ex Steph. Byz. s. v. Δωδώνη ‖ Λυκηγενεῖ textus Il. ‖ 3. τὰ ἐκεῖ B : ἔχει ‖ 3, 4. Φηγωναῖε Steph.: Φηγοναῖε ‖ 4. Σκοπουσαῖοι ‖ 5. Φηγωναίου Steph.: Φηγοναίου ‖ 6, 7. Θ. ἡ Βωδὼν B ‖ 7. ἄνα δωδωναῖε ‖ 8. Δώδωνος Steph.: Δωδώνου ‖ 10. ἄλλοι scripsi cf. Steph.: ἀλλὰ ‖ 11. πέρα τ. πεδιάδος: corr. ex A ‖ 15. σεμνὰ codd. Eur.: σαμένας ‖ 22. supplevi ex B ‖ 24. οὗ B: ὅτι ‖ 28. κρηνέων Bekker: κρηναίων ‖ 29. Σελλοῦ τ. Θετταλοῦ B ‖ 30. an Πίνδαρος pro ποιητὴς ut A AD Eust.? ‖ 31. Ἄωος κ. scripsi: ὡς καλῶς κ.)

177
ἔσονται περὶ πᾶσαν τὴν Δωδώνην οἰκοῦντες, οὐ περὶ τὸ τέμενος τοῦ θεοῦ· καὶ βέλτιον· ἐν Δωδώνῃ γὰρ τὸ γένος ἐστὶ τῶν ἱερέων τοῦ Διὸς κατὰ διαδοχήν· κοινὸν δὲ τοῖς πᾶσιν Ἕλλησι τὸ ἐνταῦθα ἱερόν. §. σημειωτέον, ὅτι ἄνδρας φησὶν αὐτόθι προφητεύειν.