Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

235. ἀνιπτόποδες] οἱ φυλασσόμενοί τι μιαρὸν πατῆσαι. ἢ μὴ [*](Α+Β–) προιόντες τοῦ ἱεροῦ, ὡς μὴ δεῖσθαι νίπτρων—καὶ Καλλίμαχος “ἧσεν ἐκδοὺς σάμβαλον αὐλείου” (fr. 492 Schn.)—ἢ διὰ τὸ ὑποδε- δέσθαι. ἢ καθʼ ὑπόμνησιν τοῦ κατακλυσμοῦ ὅτι πεπολημένοι μετὰ τὸ σωθῆναι ηὔξαντο τῷ Διί· οἳ δὲ “ἀνιπτόποδας” ἀνιπταμένους ταῖς διανοίαις, μετεωρολόγους. §.“ χαμαιεῦναι” δὲ οἱ χαμαὶ [*](Β=) ὄντες καὶ τὰ πόρρω σκοποῦντες.

236. ἠμὲν δήποτʼ ἐμόν] τὴν ἀπὸ τῆς μητρὸς δέησιν (Il. 1. 528) [*](Β–) ἑαυτοῦ εὐχὴν νενόμικεν· ὁ γὰρ τὴν Θέτιν αὐτῷ ἀνεὶς Ἀχιλλεὺς ἦν, καὶ εἰς αὐτὸν ἄγεται . καὶ Ἀλκμὰν γάρ φησι “καί ποτʼ Ὀδυσσῆος ταλασίφρονος ἄαθʼ ἑτα〈ι〉ρων Κίρκα ἐπαλείψασα” (fr. 41 B.)· οὐ γὰρ αὐτὴ ἤλειψεν, ἀλλʼ ὑπέθετο Ὀδυσσεῖ.

237. τιμήσας μὲν ἐμέ] Ζηνόδοτος οὐδὲ γράφει· Ἀριστοφάνης ἀθετεῖ.

240. ἀλλʼ ἕταρον πέμπω] ὡς παρόντα τὸν θεὸν καὶ [*](Β=) ἀγνοοῦντα διαλέγεται ἀνθρωπείως· πάντα γὰρ οἶδεν ὁ θεός.

ἄλλως: ἀλλʼ ἕταρον] ὁ “ἀλλά” ἀντὶ τοῦ δέ.

241. τῷ κῦδος] πρέπον Ἀχιλλεῖ δόξαι αἰτεῖσθαι πρὸ σωτηρίας· [*](Β=) διὸ καὶ Ζεὺς διδοὺς τὸ ἕτερον τὸ μεῖζον αὐτῷ δίδωσι, φημὶ δὲ τὴν ἀνδραγαθίαν· οὐδεὶς γὰρ πάντα κατορθοῖ παρὰ θεοῖς τὰ αἰτούμενα.

243. ἐπίστηται] δύναται.

244. ἦ οἱ καὶ τότε χεῖρες] ὡς ἐρωτηματικὸν περισπαστέον.

245. ὁ〈π〉πότʼ ἐγώ περ ἴω] Ἀρίσταρχος ὡς ἡνίοχόν φησιν ἠκο- [*](Β–) λουθηκέναι Πάτροκλον Ἀχιλλεῖ ἐν οἷς φησι “κλαῖον, ἐπειδὴ πρῶτα πυθέσθην ἡνιόχοιο” (Il. 17. 427), οἳ δὲ ἐν Ἰλίῳ γεγενῆσθαι. πῶς οὖν Ἀχιλλεῖ συναγωνίζεται ἡνίοχος ὤν; καὶ τί θαυμαστὸν ἡνιο- [*](5. μὴ ante τι add. B ‖ 6. 7. οἶσιν ἄθικτον coni. Naeke Hec. 50, ᾗσιν ἄθικτον Raucb de aertiis 18, ἤιεν ἐκδοὺς Schneider ‖ 8. πεπ. corruptum ‖ 14. supplevi ex B ‖ ποτέ ‖ 15. ὤαθʼ Schnedewin ὤFαθʼ coni. Bergk: ὦτά θ’ ‖ suppl. Heyne ‖ ἐπήλειψεν coni. Heyne, ἐπάλειψʼ αἶψα Bergk ‖ 19. supplevi ex B ‖ 20. ἀνθρωπείως B: ἀνθρωπιαίως ‖ 23. ἕτερον B: ἄτερον ‖ τὸ μ. pr. expuncto quod antea scripserat τῷ ‖ 24. θεῶν B ‖ 26. ἧ οἱ pr. expuncto quod antea scripserat εἴ οἱ: εἴ οἱ καὶ textus)

178
χοῦντα καιρῷ καὶ ἀναιρεῖν, ὅπου καὶ Αὐτομέδων τοῦτο ποιεῖ (Il. 17. 517) ἡνιοχῶν Πατρόκλῳ;·

*μῶλον] μολυσμόν.

[*](B–)

247. ἀσκηθής ] ἐκ τοῦ γὰρ θεραπεύειν τὸ ὑγιαίνειν. ἡ δὲ [*](B=)λέξις Αἰτωλῶν. §. διὰ δὲ τῆς προσθήκης τοῦ “μοί” τὸ φιλόστοργον ἦθος δηλοῖ.

[*](B=)

248. τεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν] ἴσον νομίζει θάνατον καὶ ἀποβολὴν δὅπλων.

249. τοῦ δʼ ἔκλυε] σοφῶς καὶ διὰ βραχέων τὸ πᾶν ἐξήνεγκεν.

251. νηῶν μέν οἱ ἀπώσασθαι] πρὸς τὸ πρῶτον ὑπήντησεν.

[*](A-)

252. σόον] γράφεται καὶ “σάο” διὰ τὸ “σαώτερος ὥς κε νέκαιʼ (Il. 1. 32) καὶ “σάω δʼ ἐρίηρας ἑταίρους” (303). πρὸς τὸ “ἢν γὰρ δή με σαῶσι θεοὶ καὶ οἴκαδ’ ἵκωμαι” (Il. 9. 393).

[*](B=)

255. στῆ δὲ πάροιθε] εἰκότως θεατὴς τῆς μάχης γίνεται καρα- δοκῶν τὸ ἀποβησόμενον.

*ἔτι δέ] ἔτι γάρ.

[*](B=)

259. σφήκεσσι] παρόσον ὁμοθυμαδὸν ὁρμῶσι τῶν σκηνῶν καὶ θυμοῦ μεστοί· θυμικὸν γὰρ σφήξ, καὶ μάλιστα ἐνόδιος, ἀδιαλείπτως ἐρεθιζόμενος ὑπὸ τῶν ὁδιτῶν.

[*](B=)

260. εἰνοδίοις] παρὰ τὴν ὁδὸν ἔχουσι τὴν σφηκιάν.

[*](B=)

ἐριδμαίνωσι] εἰς ἔριν ἐμβάλλωσιν· οἳ δὲ ἐρεθίζωσιν. §. [*](B–)“ἔθοντες” δὲ ἐξ ἔθους ἐπιόντες· “ἔθων Οἰνῆος ἀλωήν” (Il. 9. 540).

[*](ΑΒ=)

261. αἰεὶ—] ἀθετεῖται διὰ τὴν ταὐτολογίαν· τὸ γὰρ “ἀεί” ταὐτόν ἐστι τῷ “ἔθοντες,” τὸ δὲ “κερτομέοντες” τῷ “ἐριδμαίνωσι,” τὸ δὲ “ὁδῷ ἐπί” τῷ “εἰνοδίοις.ʼ ἄλλως τε ὁ ποιητὴς κερτόμησιν [*](B=)ἀεί φησι τὸ διὰ λόγων ἐρεθίζειν, οὐκ ἔργῳ. §. τινὲς δὲ ὁδῷ ἔπι οἰκίʼ ἔχοντες” γράφουσιν ἐπὶ τῶν παίδων ἀκούοντες. καὶ κερτομέοντες” λείπει τὸ οἱ, οἱ κερτομικοί.

[*](B=)

263. παρά τις τε κιών] παροδεύων τις. πλεονάζει οὖν ὁ “τέ” σύνδεσμος.

[*](Α+)

264, 5. ἔχοντες προ〈σ〉σω πᾶς] πρὸς τὸ σχῆμα· καὶ τὸ “πᾶς” ἴσον τῷ ‘πάντες.ʼ

[*](8. νομίζει B: νομίζεις ‖ 11. σαότερος ‖ 12. οὐ ante πρὸς del. W ‖ 13. σόωσι ‖ 19. ἐρεθιζόμενος B: ἐρεθιζομένη ‖ 21. ἐιμμβάλλωσιν B: ἐμβάλλουσιν ‖ ἐρεθίζωσιν B: ἐρεθίζουσιν ‖ 22. εἰς ἔθος ἔχοντες B ‖ 26. κερτομίζειν B, κεντομεῖν A ‖ 27. ἔργῳ B: ἔργων ‖ 28. supplevi ex B)
179

265. πρό〈σ〉σω πᾶς πέτεται] ἥκιστα ἂν ἴδοις σφῆκα φεύγοντα, διώκοντα δὲ προθυμότατα.