Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

175. Πηλῆος θυγάτηρ] ἑτέρου Πηλέως. εἰ γὰρ ἦν ἀδελφιδοῦς [*](Α~Β+) Ἀχιλλέως, κἂν ἐμνήσθη αὐτοῦ ἐν τῷ Ἅιδῃ περὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἐρωτῶν, καὶ ἐν ταῖς Λιταῖς φάσκων “ἔνθα δέ μοι μάλα θυμὸς ἐπέσσυτο (Il. 9. 398) “κτῆσιν ἐμὴν δμῶάς τε” (Il. 19. 333) ἔφασκεν ἂν καὶ τῆς ἀδελφῆς ἀπόλαυσιν. Πηλέα τε οὐκ οἶδεν ὁ ποιητὴς ἑτέρᾳ γυναικὶ συνελθόντα. οἱ δὲ νεώτεροι ὡς ἀδελφιδοῦν [*](1. ὅτι B: ἢ ‖ ἡ B: ἢ ‖ 2. ἐρέτας B: ἀρετὰς ‖ 3. ἐπὶ κληῖσιν B: ἐπίκλησιν ν ‖ ναύτας W: λισὰς κ΄ ‖ 4. μὲν ἐρετῶν scripsi: μέγιστον ‖ ρκ΄: numerus corruptus ‖ τιμὰ scripsi: τίμιον ‖ τὸ scripsi: τὸν ‖ 5. ἀπὸ τε: numerus corruptus ‖ 7. πεντήκοντα ἐρεγμούς: corr. Boeckh ‖ 11. τὸ σημαίνειν post ἐπ. del. W ‖ 17. ἢ πρὶν Euripidis codd.: τίς ἐστι B, ἦρι ‖ δὲ B: ἐν ‖ 19. solutionis particulam servavit B ‖ 21. Μειλιακὸν ‖ Μηλίδος corruptum ‖ 25. κὰν scripsi: καὶ ‖ 29. οἱ δὲ νεώτεροι ἀ. B, νεοτελῆ δἐ ὡς ἀ.)

172
Ἀχιλλέως φασὶ τῆς πρώτης τάξεως ἡγεῖσθαι· ὃ καὶ μαρτυρεῖ ἐπιστήμην πολέμου· ὡς Ἀχιλλέως τε ἀδελφὴν γαμῶν ἀπερείσια δίδωσιν ἔδνα· εἰ δὲ μὴ ἐμνήσθη αὐτῆς ἐν Ἅιδου· οὐδὲ γὰρ Ὀδυσσεὺς Κτιμένης( Od.15. 363). Φερεκύδης δὲ ἐξ Ἀντιγόνης τῆς Εὐρυτίωνος, Σουίδας ἐκ Λαοδαμείας τῆς Ἀλκμαίωνος, Στάφυλος ἐξ Εὐρυδίκης τῆς Ἄκτορος. Ζηνόδοτος δὲ Κλεοδώρην φησίν, Ἡσιέδου (fr. 95 M.) καὶ τῶν ἄλλων Πολυδώρην αὐτὴν καλούντων.

[*](B+)

176. Σπερχειῷ ἀκάμαντι] φασὶ Πέλωρα τὸν γίγαντα σπερ- χόμενον ὑπὸ Ποσειδῶνος ἅλλεσθαι εἰς τὸν ποταμὸν καὶ πληγέντα τῇ τριαίνῃ ἀποθανεῖν.

177. * Βώρῳ Περιήρεος υἷι] ὁ Μενέσθιος.

Περιήρεος] Περιήρους τοῦ Διοπείθους τοῦ Μυρμιδόνος.

[*](A +)

υἷι] προπερισπαστέον καὶ διὰ τοῦ ι γραπτέον.

178. *ὅς] ὁ Περιήρης.

ὄπυιε] τὴν αὐτὴν Πολυδώρην.

[*](Α+Β–)

179. ἑτέρης] ἀντὶ τοῦ ‘δευτέραςʼ διὰ τὸ μέτρον· πρὸς ὃ ἡ διπλῆ.

[*](Α+Β=)

180. παρθένιος] ὁ ἐκ νομιζομένης παρθένου.

[*](Β=)

τὸν τίκτε] προειπὼν τὸ κεφάλαιον ἐπὶ μέρους ἐξηγεῖται. §. [*](Α+Β=)“ χορῷ” δὲ “καλή” καλλίχορος· ἀρετῆς γάρ ἐστι τοῦτο παρθένων. διὰ τοῦτο καὶ “ μετὰ μελπομένῃσιν” (182) αὐτῆς ἠράσθη.

[*](Β=)

181. κρατύς] πάντων γὰρ περιγίνεται ὁ λόγος· ὅθεν καὶ “σῶ- κος” (Il. 20. 72) διὰ τὸ σωκεῖν, ὅ ἐστιν ἰσχύειν.

183. ἐν χορῷ Ἀρτέμιδος] ὡς διὰ τὴν ἀρετὴν ἀξιωθείσης αὐτῆς χορεύειν τῇ θεῷ, ἢ ὡς συγχορευούσης τῇ θεῷ. §. ἀθετεῖται δέ. ᾐδέσθη γὰρ ἂν τὴν θεόν.

[*](Β–)

χρυσηλακάτου] χρυσοῖς βέλεσι χρωμένης· τὸν κάλαμον γὰρ τῶν βελῶν τινες ἠλακάτην φασίν· καὶ Αἰσχύλος ἐν Αἴτναις (fr. 7) [*](Α+Β–)τοὺς ποταμοὺς πολυηλακάτους φησίν. §. “κελαδεινῆς ” δὲ διὰ τὰς ἐν ταῖς θήραις ἐκβοήσεις,“ἢδʼ ἀμφ’ αὐτῷ θῆκε πολὺν κέλαδον” (ll.9.547), ἢ διὰ τὰς χορείας, ἢ ἐπεὶ Ἐγκέλαδον ἀπέκτεινε βιαζόμενον αὐτήν.

[*](Α–)

184. ὑπερῷʼ ἀναβάς] ὅτι ταῖς γυναιξὶν ἀνάγαιοι θάλαμοι ἐγίνοντο πρὸς τὸ μὴ συντυγχάνειν τοῖς ἀνδράσιν· τὰ μετέωρα δὲ τῶν οἰκημάτων ᾦα Λακεδαμόνιοι καλοῦσιν, ἃ νῦν ὑπερῷά φαμεν· [*](1. ἡγεῖται Β ‖ ὂ W: ὡς ‖ 2. γαμῶν ‖: γαμεῖν ‖ 5. Εὐρυτίωνος D: Εὐρυ- τίονος ‖ Ἀλκμαίωνος D: Ἀκμαίονος ‖ 8. Πέλωρα etiam B: -έα coni. ‖ 12. Διοπλήθους ‖ 19. καὶ ante καλλ. omisi ‖ ἀρετὴ γὰρ καὶ αῦτη π. Eust. ‖ 23. ὡς Bekker: πῶς ‖ 28. κελαδεινῆς Β: κελαδινὴ)

173
δύναται δὲ νῦν τοῦ ὑπερώιον εἶναι ἀποκοπὴ καὶ τοῦ ὑπερῶι συνα- [*](Β–) λ〈ο〉ιφή.

185. Ἑρμῆς δώτωρ ἐάων (Od. 8. 335). Ἑρμῆς πάντων ἀγαθῶν [*](Β–) αἴτιος· καὶ οἱ μὲν θεοὶ κοινῇ “ δοτῆρες ἐάων,” ὁ δὲ Ἑρμῆς ἰδίᾳ δοτὴρ ἐάων· ὅθεν καὶ υἱὸς αὐτοῦ Εὔδωρος (186)· ἐξ αὐτοῦ δὲ τὸ Ἀκακήσιον ὄρος· οἳ δὲ ‘υἱὸν ἀκακῆταʼ προπερισπωμένως, ὡς γυμνῆτα.

ἀκάκητα] ὁ μηδενὸς κακοῦ αἴτιος.

[*](A+)

πόρεν δέ οἱ] Ἑρμῆς αὐτῇ ἀγαθὸν δῶρον ἔδωκε τὸν υἱόν· διὸ καὶ Εὔδωρος (186)· μέγα γὰρ δῶρον παιδοποιία.

187. μογοστόκος] μογοῦσα περὶ τοὺς τόκους· ἑνικῶς δὲ εἶπε τὸ ὄνομα τοῦ συστήματος τῶν Εἰλειθυιῶν, ὡς “μῆνιν ἄειδε θεά” (ll. 1. 1).

Εἰλείθυια] αἱ Εἰλείθυιαι, ὡς “μῆνιν ἄειδε θεά” (Il. 1. 1) ἀντὶ τοῦ θεαί. §. αἱ λήθην ἐμποιοῦσαι ταῖς τικτούσαις.

188. πρὸ φόωσδε] Ἀρίσταρχος χωρὶς τῆς “πρό” · [*](Α+) Ζηνόδοτος μᾶλλον ἐπὶ τοῦ Εὐρυσθέως ἁρμόζειν φησὶ τὸ “πρὸ φόωσ· ἠλιτόμηνος γάρ (Il. 19. 118).

ἄλλως: πρὸ φόωσ] ἢ περισσεύει ἡ “πρό, ὡς “νῆάς τε προ- πάσας,” ἢ τόπον δηλοῖ. ὡς “διαπρὸ δὲ χαλκὸν ἔλα〈σ〉σεν” (Il. 13. 388)· οἳ δὲ ὅτι πρὸ τοῦ γαμηθῆναι τῷ Ἐχεκλεῖ ἐγεννήθη, ὡς καὶ τὸν Εὐρυσθέα ἡ Ἥῥα “ἐκ δʼ ἄγαγε πρὸ φέωσδε καὶ ἠλιτόμηνον ἐόντα” (Il. 19. 118)· τοῦτο γὰρ αἰτήσασθαι Ἑρμῆν τὰς Εἰλειθυίας.

189. τὴν μέν] τὴν Πολυμήλην.

191. * τὸν δέ] τὸν Εὔωρον.

Φύλας] πατὴρ Πολυμήλης.

192. ἀμφαγαπαζόμενος] φιλοφρονούμενος.

195. μετὰ Πηλείωνος ἑταῖρον] τὸν Πάτροκλον, κατʼ ἐξοχήν.

[*](Β=)

196. γέρων] τινὲς γράφουσι “ γερήνιος ἱππότα Φοῖνιξ,” λέγοντες [*](Β=) ὡς καὶ Νέστωρ διὰ τὸ εἶναι γέρων οὕτως ἐκαλεῖτο.

ἱππηλάτα Φοῖνιξ] δαιμονίως παρέλιπεν ἐπὶ τούτου τὸν πλείονα [*](Β=) λόγον, ἐπεὶ φθάνει καὶ τὸν βίον καὶ τὸ γένος αὐτοῦ διασημήνας ἡμῖν (Il. 9. 447). οὐκ ἔδει δὲ παρὰ Πηλέως λαβόντα τὴν Δολόπων ἀρχὴν διὰ γῆρας αὐτὴν ἀφαιρεθῆναι.

197. Λαέρκεος] ὁμώνυμος αὐτῷ ὁ Πύλιος χρυσοχόος (Od. 3. 35 425).

[*](1. ὑπερῶα σ. ‖ 4. δωτῆρες ‖ 5. δωτὴρ ‖ 15, 17. supplevi ex A ‖ 33. supplevi ex B ‖ αὐτῆς B)
174
[*](Β=)

200. μή τις μοι] οὐδὲν τῶν πρακτέων παρέλιπεν, ἀλλὰ καὶ τάσσει καὶ προτρέπει διὰ τῶν ἰδίων λόγων αὐτοὺς ἐντρέπων, “ μή τις μοι ἀπειλάων λελαθέσθω, ἃς ἐπὶ νηυσὶ θοῇσιν,” ἵνα μὴ δοκῆτε εἶναι πρὸ τῶν κινδύνων θρασεῖς, ἐν δὲ τοῖς πόνοις δειλοί.

[*](Β=)

ἀπειλάων] συνήθως, ἢ τῶν καυχήσεων. πρᾳότητα δὲ Ἀχιλλέως ἐμφαίνει ὁ λόγος, τότε μὲν ὑπ〈ερ〉ενεγκόντος τὰς ὕβρεις, νῦν δὲ ἀντὶ προτροπῆς αὐτοῖς ταῦτα προβαλ〈λ〉ομένου.

202. μηνιθμόν] τὸν τῆς μήνιδος χρόνον, ὃς ἦν μετὰ τῆς παρούσης ἡμερῶν ἑκκαίδεκα. πρὸς τὸ ἐν τῇ ζήτημα.

[*](Β=)

〈καί μ᾿〉 ᾐτιάασθε] λείπει 〈τὸ〉 ‘ταῦτα λέγοντες.’ πάλιν δὲ οἰκείως τὴν σύνταξιν τοῦ ἐπιμεριζομένου ἀπέδωκεν. τινὲς δὲ “μη- τιάασθε” ἑνίζουσιν, οὐχ ὑγιῶς.

[*](Α~Β–)