Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

185. Ἑρμῆς δώτωρ ἐάων (Od. 8. 335). Ἑρμῆς πάντων ἀγαθῶν [*](Β–) αἴτιος· καὶ οἱ μὲν θεοὶ κοινῇ “ δοτῆρες ἐάων,” ὁ δὲ Ἑρμῆς ἰδίᾳ δοτὴρ ἐάων· ὅθεν καὶ υἱὸς αὐτοῦ Εὔδωρος (186)· ἐξ αὐτοῦ δὲ τὸ Ἀκακήσιον ὄρος· οἳ δὲ ‘υἱὸν ἀκακῆταʼ προπερισπωμένως, ὡς γυμνῆτα.

ἀκάκητα] ὁ μηδενὸς κακοῦ αἴτιος.

[*](A+)

πόρεν δέ οἱ] Ἑρμῆς αὐτῇ ἀγαθὸν δῶρον ἔδωκε τὸν υἱόν· διὸ καὶ Εὔδωρος (186)· μέγα γὰρ δῶρον παιδοποιία.

187. μογοστόκος] μογοῦσα περὶ τοὺς τόκους· ἑνικῶς δὲ εἶπε τὸ ὄνομα τοῦ συστήματος τῶν Εἰλειθυιῶν, ὡς “μῆνιν ἄειδε θεά” (ll. 1. 1).

Εἰλείθυια] αἱ Εἰλείθυιαι, ὡς “μῆνιν ἄειδε θεά” (Il. 1. 1) ἀντὶ τοῦ θεαί. §. αἱ λήθην ἐμποιοῦσαι ταῖς τικτούσαις.

188. πρὸ φόωσδε] Ἀρίσταρχος χωρὶς τῆς “πρό” · [*](Α+) Ζηνόδοτος μᾶλλον ἐπὶ τοῦ Εὐρυσθέως ἁρμόζειν φησὶ τὸ “πρὸ φόωσ· ἠλιτόμηνος γάρ (Il. 19. 118).

ἄλλως: πρὸ φόωσ] ἢ περισσεύει ἡ “πρό, ὡς “νῆάς τε προ- πάσας,” ἢ τόπον δηλοῖ. ὡς “διαπρὸ δὲ χαλκὸν ἔλα〈σ〉σεν” (Il. 13. 388)· οἳ δὲ ὅτι πρὸ τοῦ γαμηθῆναι τῷ Ἐχεκλεῖ ἐγεννήθη, ὡς καὶ τὸν Εὐρυσθέα ἡ Ἥῥα “ἐκ δʼ ἄγαγε πρὸ φέωσδε καὶ ἠλιτόμηνον ἐόντα” (Il. 19. 118)· τοῦτο γὰρ αἰτήσασθαι Ἑρμῆν τὰς Εἰλειθυίας.

189. τὴν μέν] τὴν Πολυμήλην.

191. * τὸν δέ] τὸν Εὔωρον.

Φύλας] πατὴρ Πολυμήλης.

192. ἀμφαγαπαζόμενος] φιλοφρονούμενος.

195. μετὰ Πηλείωνος ἑταῖρον] τὸν Πάτροκλον, κατʼ ἐξοχήν.

[*](Β=)

196. γέρων] τινὲς γράφουσι “ γερήνιος ἱππότα Φοῖνιξ,” λέγοντες [*](Β=) ὡς καὶ Νέστωρ διὰ τὸ εἶναι γέρων οὕτως ἐκαλεῖτο.

ἱππηλάτα Φοῖνιξ] δαιμονίως παρέλιπεν ἐπὶ τούτου τὸν πλείονα [*](Β=) λόγον, ἐπεὶ φθάνει καὶ τὸν βίον καὶ τὸ γένος αὐτοῦ διασημήνας ἡμῖν (Il. 9. 447). οὐκ ἔδει δὲ παρὰ Πηλέως λαβόντα τὴν Δολόπων ἀρχὴν διὰ γῆρας αὐτὴν ἀφαιρεθῆναι.

197. Λαέρκεος] ὁμώνυμος αὐτῷ ὁ Πύλιος χρυσοχόος (Od. 3. 35 425).

[*](1. ὑπερῶα σ. ‖ 4. δωτῆρες ‖ 5. δωτὴρ ‖ 15, 17. supplevi ex A ‖ 33. supplevi ex B ‖ αὐτῆς B)
174
[*](Β=)

200. μή τις μοι] οὐδὲν τῶν πρακτέων παρέλιπεν, ἀλλὰ καὶ τάσσει καὶ προτρέπει διὰ τῶν ἰδίων λόγων αὐτοὺς ἐντρέπων, “ μή τις μοι ἀπειλάων λελαθέσθω, ἃς ἐπὶ νηυσὶ θοῇσιν,” ἵνα μὴ δοκῆτε εἶναι πρὸ τῶν κινδύνων θρασεῖς, ἐν δὲ τοῖς πόνοις δειλοί.

[*](Β=)

ἀπειλάων] συνήθως, ἢ τῶν καυχήσεων. πρᾳότητα δὲ Ἀχιλλέως ἐμφαίνει ὁ λόγος, τότε μὲν ὑπ〈ερ〉ενεγκόντος τὰς ὕβρεις, νῦν δὲ ἀντὶ προτροπῆς αὐτοῖς ταῦτα προβαλ〈λ〉ομένου.

202. μηνιθμόν] τὸν τῆς μήνιδος χρόνον, ὃς ἦν μετὰ τῆς παρούσης ἡμερῶν ἑκκαίδεκα. πρὸς τὸ ἐν τῇ ζήτημα.

[*](Β=)

〈καί μ᾿〉 ᾐτιάασθε] λείπει 〈τὸ〉 ‘ταῦτα λέγοντες.’ πάλιν δὲ οἰκείως τὴν σύνταξιν τοῦ ἐπιμεριζομένου ἀπέδωκεν. τινὲς δὲ “μη- τιάασθε” ἑνίζουσιν, οὐχ ὑγιῶς.

[*](Α~Β–)

203. χόλῳ—σʼ ἔτρεφε] διὰ τὸ ἄμετρον τῆς ὀργῆς. ἔστι δὲ ὡς Σάμος ἀντὶ τοῦ Σάμη (Il. 2. 634) καὶ “ἐν πύλῳ ἐν νε- κύε〈σ〉σιν” (Il. 5. 397) ἀντὶ τοῦ πύλῃ.

204. ἀέκοντας ἑταίρους] οὐκ ἐγκαλοῦσιν, ὅτι συμμαχεῖν οὐ θέλεις, ἀλλʼ ὅτι καὶ τοὺς ἑταίρους κατέχεις.

206. κακὸς χόλος] νῦν ὁμοίως ἡμῖν τὸ περὶ ψυχὴν πάθος φησίν.

[*](Α+)

207. ταῦτά μʼ ] τὸ πλῆρες ‘ταῦτά μοι·ʼ ἢ‘ἐβάζετε εἰς ἐμὲ ταῦτα ἅμα,ʼ οὐχ ὑγιῶς.

ἐβάζετε] Ἰακῶς τὸ “βάζετςε.”

[*](Α+)

νῦν δὲ πέφανται] νῦν δὲ ἐν μέσῳ ἐστὶν ἡ μάχη.

208. ἕης τὸ πρὶν —ἐράασθε] “ἕης” διῄρηται ὡς τὸ“ὅου κλέος” (Il. 2. 325). §. ἐντέχνως δὲ χάριν αὐτοῖς δοκεῖ κατατίθεσθαι προ- [*](Β=)πέμπων καὶ τὴν ὁρμὴν ἔρωτα κέκληκεν· καὶ ὡς ἐπιτυχόντας ὧν ἐπεθύμουν ἀνδρίζεσθαι παρακελεύεται.

[*](Α~Β–)

211. ἄρθεν] ἡρμόσθησαν, δασέως· δῆλον δὲ ἐκ τῆς παραβολῆς. οἳ δὲ ψιλοῦσιν, ἵνʼ ᾖ ‘λόγοις ἐπήρθησαν καὶ φρονήματος ἐπληρώ- θησαν.ʼ

βασιλῆος] ὅτι καὶ Ἀχιλλεὺς βασιλεύς· διό φησιν ὁ Ἀγαμέρμ- νων “ὅ〈σ〉σον βασιλεύτερός εἰμι (Il. 9. 160).

[*](6. suppl. Bekker ‖ 7. πρ. αὐτὰς προβαλλομένου Β ‖ 9. ἡμέρας ἑκκαιδεκά- της: corr. W ‖ confert p. 161, Ι ‖ 10. supplevi ex B ‖ 12. ἑνίζουσιν scripsi: στίζουσιν ‖ 22. ἰακῶς A: ποσαχῶς ‖ 24. ἦς τὸ lemma ‖ ἕης δ. scripsi: ἓν ο δ. ‖ 31. Ἀχιλλεὺς W: Ἀγαμέμνων)
175

213. 〈δώματος〉 ὑψηλοῖο] ταῦτα γὰρ μᾶλλον καταπνεῖται· ἀμε- [*](B=) λέστερον δὲ τὰ ταπεινὰ οἰκοδομεῖται.

215. κόρυν] τινὲς “κόρυθα.” οὐ γάρ ἐστιν ὅμοιον τῷ πίτυς, ἵνα εἰς ν ποιήσῃ τὴν αἰτιατικήν· καὶ “κόρυθα βριαρήν” (Il. 11. 375) φησίν· ἔστι δὲ ὅμοιον τῷ ὄρνιν.

217. ὣς πυκνοὶ ἐφέστασαν] καὶ κατὰ στίχον ἕστασαν, ὅ ἐστι 〈κατὰ〉 βάθος, καὶ κατὰ ζυγόν, ὅ ἐστι κατὰ μέτωπον.