Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. Ὣς οἳ μὲν περὶ νηός] οὐ περὶ Ἕκτορος καὶ Αἴαντος ποιεῖται τὸν [*](B–) λόγον, ἀλλὰ περὶ ἀμφοτέρων τῶν στρατευμάτων. [οἳ μὲν γὰρ ὡς ἀρχηγὸν πονηρῶν ἔργων ἀπολέσθαι θέλουσιν, οἳ δὲ καὶ μετὰ θάνατον χάριν εἰδότες τῷ δεσπότῃ σῶσαι τὴν ναῦν προῃρηνται.] ὡς μέλλων δὲ ἑτέρων μεγάλων ἐνάρχεσθαι πραγμάτων, παραγραφὴν ἐνέβαλε τὸν στίχον. ἔστι δὲ τοιαῦτα πολλὰ παρʼ Ὁμήρῳ· “ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον” (Il. 9. 1)· “ὣς οἳ μὲν μάρναντο δέμας πυρός” (Il. 11. 596) “ὣς ὃ μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱός” (Il. 12. 1)· “ὣς οἳ μὲν στενάχοντο κατὰ πτόλιν” (Il. 23. 1)· “ὣς ὃ μὲν ἔνθʼ ἡρᾶτο” (Od. 7. 1)· “ὣς ὃ μὲν ἔνθα καθεῦδε ” (Od. 6. 1. 7. \344). §. ἡ δὲ “περί” ἀντὶ τῆς ἐπί· ἀντιφράζει γὰρ αὐτὴν τῷ ἕνεκα· [*](B–) “Πατρόκλῳ ἐπάμυνον, οὗ εἵνεκα φύλοπις αἰνή” (Il. 18. 171)· ʼσχήσω ἀμυνέμεναι περὶ Πατρόκλοιο θανόντος” (Il. 17. 182). δηλοῖ δὲ καὶ τὴν ὑπέρ, “λεπτὸν καὶ περίμετρον” (Od. 2. 95), καὶ περισσῶς, “τὴν περὶ κῆρι φίλησε πατήρ” (Il. 13. 430).

3. δάκρυα θερμά] εἰκότως ὁ πρᾶος Πάτροκλος κλαίει, τὰ μὲν [*](B–) ἀκοῇ τὰ δὲ αὐτοψεὶ τῶν δεινῶν ἐπισκοπήσας. διὸ οὐδὲ φθέγξασθαί τι οἷός τε ἐστὶ συγκεχυμένος ὑπὸ τῶν δακρύων, ἀλλὰ σιωπῶν ἵσταται διὰ τοῦ σχήματος τὸν ἔλεον ἐπαγόμενος. καὶ ἐν ταῖς Λιταῖς (Il. 9. 433) ὁ Φοῖνιξ “δάκρυʼ ἀναπρήσας· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν.”

*μελάνυδρος] ἡ βαθύυδρος, ᾗ κατὰ τοὺς φυσικοὺς μέλαν ἐστὶ [*](A+B=) τὸ ὕδωρ.

4. αἰγίλιπος ὑψηλῆς, ἦς καὶ αἶγες ἀπολ〈ε〉ίπονται διὰ τὸ ὕψος· [*](A=B–) ἐλαφρὰ δὲ ἔχουσι καὶ νευρώδη σκέλη αἱ αἶγες. σἳ δὲ τῆς μηδὲν φυούσης κατὰ Ἀργείους—ὃ γὰρ ἀποτρώγει αἴξ, ἄσπορον αὐτὸ ποιεῖ —οἳ δὲ καθύγρου καὶ λιπαινούσης τὰς αἶγας. §. ἀθρόον δὲ ἔκχυσιν [*](5. addidi: ἀρχὴ τῆς π textui inscriptum ‖ 7-9. quae inclusi hoc scholio aliena sunt; explicant cur de Proteailai potissimum nave dimicetur: habet etiam B ‖ 16. ἕνεκα Bekker: ἐνεκάλει ‖ 22. ὄψει B ‖ ‖ οὔτε B ‖ 25. δεῖε ‖ 28. supplevi ex B ‖ 29. supplevi ex A B ‖ 30. ὅ Bekker: ὡν ‖ ἀποτρώγει A: ἀποτράγῃ ‖ 31. ἀθρόων B)

154
δακρύων παριστὰς κατὰ πετρῶν φησι ῥεῖν τὴν κρήνην· τὰ γὰρ ἀφʼ ὑψηλῶν φερόμενα ὕδατα σφοδροτέραν τὴν πρόχυσιν ἐμφαίνει.

* δνοφερόν] τὸ μετὰ δονήσεως φερόμενον.

5. * ᾤτειρε] Ἀρίσταρχος γράφει “θάμβησε” οὐ γὰρ ἂν 〈ἐπ〉έπληξεν ἐν τῷ πυνθάνεσθαι, εἴπερ ᾤκτειρεν.

[*](B–)

7. τίπτε δεδάκρυσαι] ἄτοπός ἐστιν αὐτὸς μὲν ἕνεκα παλλακίδος κλάων, τὸν δὲ Πάτροκλον κόρην καλῶν ἐπὶ τοιούτοις δεινοῖς δακρύοντα· ἴσως οὖν αὐτὸν ἐπίτηδες ἐταπείνωσε παύων τῆς ἱκετείας· ὅπως δʼ ἄν τις ἤθους ἔχοι, τοὺς πέλας ψέγει· οἱ μὲν σκληροὶ τοὺς ἐπιεικεῖς καὶ πρᾴους γυναιξὶν εἰκάζουσιν, οἱ δὲ ἐπιεικεῖς τοὺς στερεοὺς ἀγρίους καὶ ἀνημέρους φασίν. καὶ νῦν ὁ μὲν Ἀχιλλεὺς τὸν Πάτροκλον ὡς κόρην, ὁ δὲ Πάτροκλος τὸν Ἀχιλλέα ὡς πετρῶν παῖδα (35).

[*](B=)

ἠύτε κούρη νηπίη] πᾶσαν ἡλικίαν εἰσαγαγών ὁ ποιητὴς γερόντων νέων ἐφήβων, ἐπεὶ καὶ βρέφος εἰσήγαγε τὸν Ἀστυάνακτα, θήλειαν οὐ δυνάμενος εἰσαγαγεῖν διὰ παραβολῆς τὸ λεῖπον πρόσωπον ἀνεπλήρωσε καὶ λαβὼν εὐτελὲς πρᾶγμα μεγαλοπρεπῶς καὶ μετʼ ἐναργείας αὐτὸ ἐκφέρει. δεκτέον δὲ τὴν μητέρα χερνῆτιν, σπεύδουσαν “ἵνα παισὶν ἀεικέα μισθὸν ἕληται” (Il. 12. 435)καὶ οὐκ ἐθέλουσαν αὐτὴν ἐξαγα- γεῖν· κατὰ γὰρ Ἡσίοδον“χαλεπὴ δʼ ὑπόπορτις ἔριθος (Opp. 601).

[*](B–)

ἠύτε κούρη] οὐκ ἠρκέσθη τῷ “κο〈ύ〉ρη,” προσέθηκε δὲ καὶ τὸ “νηπίη” προανελεῖν αὐτοῦ θέλων τῇ αἰδοῖ τὴν δέησιν· ταῦτα δὲ ἐκ τοῦ ποιητικοῦ προσώπου εἰσίν· πολλαχοῦ γὰρ ἐνδύεται τὰ ἡρωικὰ πρόσωπα.

[*](B=)

8. ἥ θʼ ἅμα μητρὶ θέουσα] οὐχ ἅμα ἐκείνῃ θεούσῃ καὶ αὐτὴ συνθεῖ, ἀλλὰ προσυπακουστέον τῷ “ μητρί” τὸ βαδιζούσῃ, ὅπως συνεξανύῃ θέουσα ἡ κόρη.

ἀνώγει] καὶ ὡς περισπώμενον αὐτὸ ἔκλινεν· “καὶ δὲ τόδʼ ἠνώγεον εἰπεῖν ἔπος” (Il. 7. 394)· τὸ γὰρ “ἠνώγει Πρίαμός τε” ἄδηλον, μὴ ὑπερσυντελίκου ἐστίν, ὡς “ἠ〈ε〉ίδειν” (Apoll. Rhod. IV 1700) ἤ〈ε〉ιδεν.

ἀνώγει] “ἠνώγεα, τοὶ δὲ μέγα νήπιοι οὐκ ἐπίθοντο” (Od. 9. 44).

[*](B=)

* ἀνώγει] αἱ γὰρ ἀξιώσεις τῶν βρεφῶν κελεύσμασιν ἐοίκασιν.

[*](B–)

9. εἱανοῦ] τοῦ ἐνδυτηρίου πέπλου. ἐν ἄλλοις γοῦν “πέπλον μὲν κατέχευεν ἑανόν” (Il. 5. 734). σημειωτέον δέ, ὅτι καὶ ἐπὶ εὐτελοῦς [*](1. παριστᾷ καὶ κατὰ B ‖ 2. σφ. ἔκχυσιν B ‖ 3. δονηρὸν textus ‖ 5. suppl. ‖ 6. ἔσται B ‖ 7. κλαίων τ. B ‖ 9. ψέγει B: ψέγειν ‖ 20. supplevi ex B ‖ 23. συνθεούσῃ B ‖ 28. suppl. Bekker ‖ 30. ἐπείθοντο )

155
πέπλου. δηλοῖ δὲ ⟨καὶ⟩ τὸν λαμπρόν, “ἑανοῦ κασσιτέροιο” (Il. 18. 613). “ἁπτομένη” δὲ ἐπισπωμένη, “πρύμνης νεὸς ἥψατο” (Il.15. 704), “ἥψατο δʼ ἡμιόνου” (Il. 23. 666)· καὶ τὸ καθικνεῖσθαι, “ἅπτηται κατόπισθε” (Il. 8. 339). ὅθεν καὶ καθάπτεσθαι τὸ διὰ λόγων καθικνεῖσθαι.

*εἱανοῦ] λαμπροῦ.

11. *εἴβεις] κατείβεις, καταστάζεις.

12. ἠέ τι Μυρμιδόνεσσι] εἰρωνευόμενος ταῦτά φησιν—ἐπίσταται [*](B=) γὰρ περὶ οὗ κλαίει—καὶ τελευταῖον τοῦτο ἐπιφέρει “ἠὲ σὺ Ἀργείων ὀλοφύρεαι ὡς ὀλέκονται” (17);

* πάντες περιεσπά⟨σθη⟩ σαν τῷ λόγῳ τῶν ἐρωτηματικῶν.

[*](A=)

* πιφαύσκεαι] προορᾷς, προσημαίνεις.

[*](B=)

13. *φθίης ἒξ ἔκλυες] ἐκ Φθίας.

14. Μενοίτιον] τὴν μητέρα Πατρόκλου οὐκ ὠνόμασεν ὡς προθανοῦσαν· ἦν δὲ Σθενέλης· ὁ δὲ Ἄκτωρ τὸ ἀνέκαθεν Μυρ- μιδών.

* καλὸν διάταγμα πῶς χρὴ περὶ γονέας ἔχειν, καὶ ὡς ἡ τούτων [*](B=) τελευτὴ πάντων ἔσχατόν ἐστι ⟨κακόν⟩.