Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

15. “δώει δέ] ἔδει ζώειν δέ.ʼ

16. τῶν κε] περὶ ὧν ἄν· οὐχὶ ἑκάτερος περὶ τοῦ ἰδίου, ἀλλὰ περὶ [*](B=) τῶν ἀλλήλων· τοῦτο γὰρ δεῖγμα τῆς φιλίας. λείπει δὲ ἡ περί.

*τεθνηώτων] διὰ τοῦ η τὸ “τεθνηώτων.”

17. ἠὲ σὺ Ἀργείων] ἠθικῶς πάνυ καὶ ἐπὶ τοῦτο ἧκε τελευταῖον, [*](B=) καίτοι γε ἀκριβῶς εἰδὼς τὴν πρόφασιν τῶν δακρύων. ἅμα δὲ καὶ ὡς ἤδη μετατεθεὶς τὴν γνώμην εἰς τοὺς περὶ Ἑλλήνων προκαλεῖται αὐτὸν λόγους· διὰ τοῦτο γὰρ αὐτὸν ⟨καὶ⟩ ἀπεστάλκει πρὸς Νέστορα.

18. ⟨ὑπερβασίης⟩] τῆς παραβάσεως τοῦ δικαίου. λεληθότως [*](B=) ⟨δὲ⟩ ὑπεραπολογεῖται ⟨ἑαυτοῦ⟩, ὡς ἀδικηθεὶς ὠργίσθη.

21. ὦ Ἀχιλεῦ, Πηλέως υἱέ, μέγα φέρτατʼ Ἀχαιῶν] ὁμιλητικὴ [*](B=) ἡ ἀρχὴ καὶ θεραπεύουσα φιλότιμον ἄνδρα. ὁ δὲ λόγος φιλικὴν ἔχει [*](1. supplevi ex B ‖ τὸ λ. B ‖ 2. νεὸς B: νεὼς ‖ 8. schol. scriptum post p. 154, l. 19 ‖ 9. σύ γʼ B 10. τὰ post ὀλέκονται omisi ut B; post τὰ adnectitur schol. v. 18 ‖ 11. supplevi ex A ‖ κατὰ λόγον A ‖ 12. σημαίνεις A ‖ 15. Σθενέλης schol Pind. Ol. 107: ὅθεν ἔλης ‖ ὁ διάκτωρ τ. ἀ. Μυρμιδόνων: corr. ‖ 17. τὸ ante πῶς omisi ut B ‖ 18, 26, 29. supplevi ex B ‖ 29. ὤργισται B)

156
δέησιν, ἔλεον ἀτυχούντων, ἐπίπληξιν ἀπηνείας, μεγάλου ἔργου καὶ ῥμδίως ἀνυσθησομένου ἐλπίδα.

[*](B=)

Πηλέως] οὕτω Πτολεμαῖος· οἱ δὲ ὑπομνηματισάμενοι Ἰακῶς 〈“Πηλῆος”〉.

[*](B=)

22. μὴ νεμέσα] λείπει δεδακρυμένῳ· κλαίοντί μοι φησὶ μὴ μέμφου· εὐλόγως γὰρ ἐπὶ τοῖς Ἑλληνικοῖς ἀτυχήμασι τοῦτο πράττω.

βεβίηκεν] ἀπὸ τοῦ βιῶ βιᾶς, καὶ διαίρεσις “οἳ κεῖνον βιόωνται” (Od. 11.503). “ὡς εἴ ἑ βιύατο” (Il. 11. 467). τόδε ἀπὸ τοῦ βιάζω “ἡ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεύς” (Il. 22. 229). ἔστι δὲ ὅμοιον τῷ “ἦ μάλα δή με βιάζετε μοῦνον ἐόντα” (Od. 12. 297), ἐνεργητικὸν ἀντὶ παθητικοῦ.

[*](B=)

23. οἳ μὲν γὰρ δὴ πάντες] δαιμονίως ἐπαίρει τὸν Ἀχιλλέα, τὴν πᾶσαν σωτηρίαν τῶν Ἑλλήνων αὐτῷ ἀνατιθεὶς καὶ διδάσκων, ὅτι οὐδὲν ὤνησαν τοὺς Ἀχαιοὺς οἱ ἄλλοι ἀριστεῖς, ἀλλὰ κεῖνται τετρωμένοι.

[*](B–)

25. βέβληται μὲν ὁ Τυδείδης] τῷ μὲν καταλόγῳ τῶν τραυματιῶν ἐκπλήσ〈σ〉ειν αὐτοῦ τὴν διάνοιαν οἴεται, οὐ προτάττει δὲ Ἀγαμέμνονα, ἵνα μὴ πρόηται τὴν ἔντευξιν ἐπὶ τῷ ὀνόματι χαλεπήνας ὁ Ἀχιλ- λεύς, ἀλλʼ οὐδὲ ἔσχατον· δέος γάρ, μὴ τῇ τοῦ ὀνόματος μνήμῃ ἀνανεύσῃ πρὸς τὸ παρόν. διὸ εἰς μέσην αὐτὸν ἔταξε χώραν. πρῶτον δὲ Διομήδην, πρὸς ὃν μάλιστα δυσχεραίνει λέγοντα “ εἰσόκε τέκμωρ Ἰλίου εὕρωμεν” (Il. 9. 48) καὶ“ μὴ ὄφελες λίσσεσθαι (ib. 698), εἶτα Ὀδυσσέα φίλον ὄντα καὶ χθὲς ὁμώροφον γεγονότα. Εὐρυπύλῳ δὲ δέδωκε τὴν ἐσχάτην τάξιν. ὡς δὲ ἐκταραχθεὶς ἐξελάθετο Μαχά- ονος, διʼ ὃν καὶ ἐπέμφθη. τάχα δὲ σιωπᾷ τὸν Μαχάονα, ὡς τούτων αὐτόπτης γεγονὼς οὐδὲ συνέτυχε Νέστορι, ἵνα μὴ δοκῇ ταῦτα παρ’ ἐκείνου ἀκηκοὼς λέγειν. τινὲς δὲ ἤθελον μὴ τετρῶσθαι Μαχάονα, διʼ ὃ οὐ θεραπεύεται, οὐ〈δὲ) βελουλκεῖται ἀλλὰ καὶ τὸν κυκεῶνα πίνει, καὶ ὀβελίζουσι τοὺς στίχους ἐν οἷς φησιν ὁ Νέστωρ “τοῦτον δʼ ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο, ἰῷ ἀπὸ νευρῆς βεβλημένον” (Il.11. 663), ὅτι οἶδεν ὡς οὐ διὰ Μαχάονα ἐπέμφθη· οἱ δέ , [*](5. supplevi ex B ‖ 9. ὡς ἠὲ ‖ 18. supplevi ex B ‖ διάνοιαν B: ἡδονήν ‖ 19. πρόηται Eust.: προήσηται ‖ 20. τίθησιν post ἔσχ. add. Eust. ‖ γ. ἦν μὴ B ‖ 23. μηδ’ ὄ. λίσσεσθαι B, μὴ ὄ. λήσεσθαι ‖ 24. ὁμώροφον B: ὁμόροφον 26. supplevi ex B ‖ 27. αὐτόπτης B: ἀπόπτης 29. δι’ ὧν B)

157
ὡς ἔθος Ὁμηρικόν,περὶ ὧν 〈ἂν〉 τις πεμφθῇ, μὴ παλιλ〈λ〉ογεῖν περὶ αὐτῶν, ὡς Θέτις πρὸς Ἀχιλλέα οὐδὲν περὶ Διός (Il. 1. 532), οὐδὲ Ὀδυσσεὺς περὶ Χρύσου (ib. 487). §. καὶ ἡ Ἶρις περὶ Ποσειδῶνος (Il. 15. 217).

*ὁ Τυδείδης] Ἀριστοφάνης δίχα ἄρθρου.

[*](A=)

26. * δουρὶ κλυτός] δίχα ἐπιθέτου τὸ τοῦ Ἀγαμέμνονος ὄνομα ἀναγκαίως ἔταξεν.

27. * κατὰ μηρόν] ἐπὶ τὸν μηρόν· “νύξε δέ μιν κατὰ χεῖρα [*](B=) μέσην” (Il. 11. 252)· καὶ ἀντὶ τῆς ἔξ· “βῆ δὲ κατʼ Οὐλύμποιο ” (Il. 1. 44).

28. * πολυφάρμακοι] οὐχ ἑκάστης νόσου φάρμακον ἔχοντες, ἀλλ’ [*](B=) ἑκάστῃ νόσῳ ποικίλας θεραπείας προσάγοντες.

τοὺς μὲν— ἀμφιπένονται] ἀμφὶ μὲν τούτους. ὅτι δὲ κατὰ ἔθνος ἦσαν [*](B—) ἰατροί, ἀπὸ Ἰδομενέως δῆλον· “ὃ δʼ ἰητροῖς ἐπιτείλας” (Il. 13. 213).

τοῦτο δὲ λέγει αὔξων τὸ δεινόν· οὐδένα γὰρ περιοδευόμενον εἶδεν.