Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

736. τεῖχος ἄρειον] βέλτιον οὗ κατεσκευάσαμεν.

[*](A+)

737. *οὐ μέν τι] οὕτως Ἀρίσταρχος χωρὶς τοῦ σ. τινὲς δὲ “οὐ μέν τις.”

738. * ᾗ κʼ ἀπαμυναίμεσθα] ἐν ᾗ ἐπιφυγόντες ἀμυνούμεθα.

[*](B+)

ἑτεραλκέα δῆμον ἔχοντες] τὸν ἴδιον δῆμον νικώμενον ἔχοντες· οἳ δέ, τὸν ἀπὸ τῆς πόλεως δῆμον ἔχοντες ἑτέραν ἡμῖν ἀλκὴν περιποιοῦντα.

739. πύκα θωρηκτάων] ὡς ἀπὸ τοῦ ποιητικοῦ τοῦτο προσώπου.

740. πόντῳ κεκλιμένοι] περικλειόμενοι. §. συνέσταλται δέ, ὡς τὸ [*](B–)“τρὶς δὲ περιστίξας” (Od.4.277). ἐμφαντικῶς δὲ πάντα πέφρασται.

*ἥμεθα] διατρίβομεν.

[*](A+B=)

741. 〈τῷ ἐν χερσὶ φόως,〉 οὐ μειλιχίῃ] σὺν τῷ ι τὸ “μειλιχίῃ·” τὸ γὰρ ἑξῆς τοιοῦτόν ἐστιν· διὸ τὸ τοῦ πολέμου φῶ. ἡμῖν ἐν ταῖς χερσίν, οὐκ ἐν τῇ μειλιχίᾳ ἀπαντήσει· ἢ οὕτως· τὸ τοῦ πολέμου φῶς ἐν χερσίν, οὐκ ἐν προσηνείᾳ πολέμου· εἰ δὲ χωρὶς τοῦ ι τὸ “μειλιχίῃ,” οὕτως ἐξηγητέον· ‘οὐκ ἔστι προσήνεια οἰκεία πολέμου,ʼ ἵνʼ ᾖ τὸ ἡμιστίχιον γνωμικώτερον.

[*](B=)

742. ἔφεπʼ ἔγχεϊ] καίτοι πολέμιον ἔχων Δία.

743. *ἐπὶ νηυσί] ἀντὶ τοῦ ἐπὶ ναῦς.

744. * σὺν πυρὶ κηλείῳ] τὸ ἐντελὲς κτητικὸν κήλειόν ἐστιν. τὸ γὰρ κήλεον Ἰακόν.

[*](5. supplevi ex A ‖ 8. δόρατι:— ‖ μ. ἀποθανεῖν B, τὸ ἀποθανεῖσθαι μ. ‖ παραχωρήσων scripsi: παραχωρήσειν ut B ‖ ἑλόμενος ἀποθανεῖν μᾶλλον ἢ παραχωρῆσαι coni. W ‖ 10. θράνητας B 13. supplevi ex. B 26.0 φῶς B: φησίν ‖ 27. ἵνʼ ᾖ pro ἢ B ‖ 30. γνωριμώτερον: corr. W ex Eust. )
153

χάριν Ἕκτορος ὀτρύναντος] εἰς τὴν τοῦ Ἕκτορος χάριν διὰ τὸ παροξύνθαι ὑπʼ αὐτοῦ.

745. *τὸν δέ] περισσὸς ὁ “δέ.”

746. *προπάροιθε νεῶν] ὑπὲρ νεῶν.