Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

601. ἔμελλε παλίωξιν—θησέμεναι] ἐπιστάμενος τοὺς ἀκροωμένους [*](B=) ταῖς Ἑλληνικαῖς συμφοραῖς ἀχθομένους εὐέλπιδας ἀπεργάζεται τῇ τῆς μελλούσης νίκης προεκθέσει.

ἔμελλε] Ἀριστοφάνης Ἰακῶς γράφει “ μέλλε.”

[*](A=)[*](2. διεχωρίσθησαν B ‖ 3. σὐ νῦν πρ. ἐξιόντα B ‖ 4. τροπὴν B ‖ ὁρμῶντα B ‖ 5. ἢ ante ἐπεὶ omisi ‖ 7. ὅσον B: ὡς ‖ 8. δηλοῦ B ‖ 10. supplevi ex B ‖ 13. φεύγοντα B 14. supplevi ex B ‖ 16. εἰσόκε scripsi: καὶ ‖ 18. μέγα μένος textus ‖ 19. ἠπάτα post χ. add. B 22. supplevi ex B ‖ 23. ἡ εὺχὴ B: ἡσυχῆ ‖ 30. συναχθομένους B ‖ 32. Ἀρίσταρχος coni. M. Schmidt ‖ μέλλε Villoiso: τοῦ μέλας A, μέλλει)
144
[*](B=)

605. μαίνετο δʼ ὡς ὅτʼ Ἄρης] ἐνεργῶς ἐκινεῖτο τῷ σώματι. καὶ χαλεπὸν μὲν ὅμως εἰς ἔννοιαν ἐλθεῖν καὶ σωφρονοῦντος Ἄρεος, ὃ δὲ τὸ “μαίνετο” προσέθηκεν. καὶ οὐ μέχρι τούτου τὴν εἰκόνα ἵστησιν, ἀλλʼ ἀφρίζειν τε αὐτῷ φησι τὸ στόμα τρόπον θηρίου καὶ τὰ ὄμματα λάμπειν ὥσπερ ἐνθουσιῶντος.

ὡς ὅτʼ Ἄρης] πᾶσι τοῖς δεινοῖς αὐτὸν εἴκασεν, Ἄρει μαινομένῳ καὶ πυρὶ ὕλης ἐπειλημμένῳ.

606. τάρφεσιν] ἀπὸ τοῦ τάρφος. §. καὶ “βαθέης” δίχα τοῦ ι. §. καλῶς δὲ καὶ τῷ πυρὶ τροφὴν δασείας ὕλης δέδωκεν.

[*](B+)

607. ἀφλοισμός] ἀφρὸς κατὰ Αἰτωλούς· οἳ δὲ τὸν ἀφρισμόν· οἳ δὲ οὐκ ἄπωθεν τοῦ φλοισμοῦ.

τὼ δέ οἱ ὄσσε] καὶ ἀλλαχοῦ “νυκτὶ θοῇ ἀτάλαντος ὑπώπια” (Il. 12. 463).

608. ἀμφὶ δὲ πήληξ—τινάσσετο] τετύπωκε τὸν κορυθαίολον.

[*](A~B+)

610–4. Ἕκτορος· αὐτὸς γάρ οἱ] ἀθετοῦνται στίχοι έ ὡς περιτ- τοί· οὐδὲ παρὰ Ζηνοδότῳ δὲ ἤσαν οἱ έ· οὐ γὰρ διὰ τὸ ὀλιγοχρόνιον ἐτίμα αὐτόν· καὶ ὅτι “ἀπʼ αἰθέρος” (610)· ἐπὶ γὰρ Ἴδης ἦν (scil. ὁ Ζεύς). καὶ διὰ τοῦ “ μαρναμένοιο” (609) νοεῖται Ἕκτορος. τινὲς δὲ τὸν “γάρ” ἀντὶ τοῦ δέ, ὡς “αὐτίκα γάρ μοι ὀίσατο θυμὸς ἀγήνωρ ἄνδρʼ ἐπελεύσεσθαι” (Od. 9. 213). καὶ ἀνάγεται ἡ φράσις εἰς τὰ τοιαῦτα “οὐδʼ ἄρʼ ἀπʼ ἀσφάραγον μελίη τάμ ν —ὄφρα τί μιν προτιείποι” (Il. 22. 328)· “ἦλθε δʼ ἐπὶ νότος ὦκα—ὀφρʼ ἔτι τὴν ὀλοήν” (Od. 12. 427). “ἀπʼ αἰθέρος” (610) δέ, ὅ αἰθέριος Ζεύς· καὶ ἡ πρόληψις δὲ σχῆμα ποιητικόν. προσεκτικόν τε ταῦτα τὸν ἀκροατὴν καὶ περιπαθέστερον ἀπεργά- ζονται. καὶ τοῦ λέγοντος χρηστὸν ἦθος, καὶ ὡς ἀπὸ συναλ- γοῦντος ἡ πίστις.

616. *ᾗ δή] καθʼ ἣν ὁδόν.

618. *ἴσχον] ἐπεῖχον αὐτόν.

[*](B=)

πυργηδόν] ἡ μὲν ἐμβολὴ τῶν βαρβάρων κύμασιν εἴκασται ταχὺ διαλυομένοις, ἡ δὲ τῶν Ἑλλήνων καρτερία τῷ τῆς πέτρας ἀκινήτῳ καὶ δυσπαθεῖ.

[*](1. ἐνεργῶς scripsi cf. D: ἐναργῶς ut B ‖ 2. ἔννοιαν ἐλθεῖν Dindorf: εὔνοιαν ἀνελθεῖν ut B 10. ἀφρὸς etiam Eunt.: ἀφρισμὸς B ‖ 17. ἐπὶ: W: ἀπὸ ‖ 18. supplevi ex B ‖ 24. supplevi: ὅτι ante ὁ add. B ‖ 25, 26. ἐργά- ζονται B ‖ suppl. Bekker ‖ 27. ἡ πίστις B: ἠπίστησεν)
145

619. * ⟨πέτρη⟩ ἠλίβατος] ψιλοῖ ἡ παράδοσις· παρὰ γὰρ τὸ [*](A+B=) ἀλιτεῖν ἐστι τοὺς ἐπιβαίνοντας αὐτῆς.

620. * λιγέων ἀνέμων] ἦχον ἀποτελούντων τῇ βίᾳ.

[*](B=)

*κέλευθα] ἰδίως τὰς ἐφόδους.

[*](B=)

621. *τροφόεντα] τρόφιμα.

τά τε προσερεύγεται ἀκτῇ] Ἀρίσταρχος “ αὐτήν,” δηλονότι τὴν [*](A+B–) πέτραν, ἵνʼ ᾖ τὰ ὑπὸ θαλάσσης πρὸς αὐτὴν ἐξωθούμενα.

623. * λαμπόμενος πυρὶ πάντοθεν] περιλαμπόμενος ὑπὸ τῶν [*](B=) ὅπλων ὡς ὑπὸ πυρός.

624. ἐν δʼ ἔκεσʼ ὡς ὅτε κῦμα] πεπύκνωται ταῖς παραβολαῖς ὁ [*](B=) τόπος πρὸς ἔμφασιν τῶν πραγμάτων. §. ἡ δὲ “ἐν” ἐμφαίνει τὴν βίαν τοῦ κύματος· εἰς ἐπίτασιν δὲ πρόσκειται “ ἀνεμοτρεφές” (625). §. εὖ τὸ μὴ φάναι ἐπῆλθεν ἢ ἐπέδραμεν ἀλλʼ ‘ἐνέπεσε,ʼ σφοδρὰν τὴν [*](B=) βίαν δηλῶν.

625. ὑπαὶ νεφέων ἀνεμοτρεφές] ηὐξημένον ὑπὸ ἀνέμου, ὡς εἶναι [*](A+B) ὑποκάτω τῶν νεφῶν καὶ πλησιάζειν αὐτοῖς. οἱ δὲ “ἀνεμοτρεφές” τὸ εὔτονον. καὶ Σιμωνίδης “ἀνεμοτρεφέων πυλάων” (fr. 230 B.) εἴρηκεν· ὁ δὲ κόμπος τῶν λεγομένων καὶ ὁ ψόφος τῶν ὀνομάτων οὐκ ἐᾷ ἰδεῖν τὴν ναῦν ἀφρῷ κεκαλυμμένην.

ἣ δέ τε πᾶσα] πᾶσα δὲ ἡ ναῦς τῷ ἀφρῷ τοῦ κύματος κρύπ- [*](AB=) τεται.

626. δεινὸς ἀήτης] ὅτι ἀρρενικῶς “δεινὸς ἀήτης·” ἔνιοι δὲ ἀγνοή- [*](A + B=) σαντες πεποιήκασι “δεινὸς ἀήτη,” ὡς “κλυτὸς Ἀμφιτρίτη ” (Od. 5. 422). ἡ γὰρ ἀρσενικὴ ἐκφορὰ ἐμφαντικώτερον τὸν λόγον ἀπεργά- ζεται καὶ τὸν ἄνεμον σφοδρότερον δείκνυσιν.

*ἄχνῃ] Ζηνόδοτος δίχα τοῦ ι τὸ “ἄχνη.”

[*](A=)

627. *ἱστίῳ ἐμβρέμεται] προσλακτίζων αὐτῷ, τῇ βίᾳ δηλονότι.

[*](B=)

ναῦται] οἱ ἐν τῇ νηί· “ἢ ναύτῃσι τέρας” (Il. 4. 76)· ὁ δὲ [*](B–) Ἀὐτόχθων πρὸς ἐπίτασιν τοῦ κινδύνου φησίν· ἐπιβάτας γὰρ καὶ βραχὺς κίνδυνος κλονεῖ, ἐπὶ τοὺς ναύτας δὲ ὁ φόβος φθάνων μέγεθος κινδύνου μεγίστου παρίστησιν.

628. τυτθὸν γὰρ ὑπὲκ θανάτοιο φέρονται] τὸ τυχὸν γὰρ ἀπέ- [*](A+B–) χουσι τοῦ θανάτου. πρῶτος δὲ εἶπε τὸ Ἀναχάρσιδος τοῦ Σκύθου, ὃς ἐρόμενός τινα τῶν ναυτῶν πόσον ἀπέχομεν τοῦ ὕδατος καὶ μαθὼν [*](14. ἐμφαίνων B ‖ 17. πυλᾶν coni. Bergk ‖ 20. τῷ ἀφρῷ τοῦ κ. B: ἀφρῷ τῷ τοῦ κ. ‖ 23. ἀητή // ‖ κλυτὸς δὲ B ‖ 27. προσλακτίζων B: προσλακτίζον ‖ 33. πρῶτος etiam A B ‖ εἶπε τοὐτο Ἀνάχαρσις ὁ Σκύθης B)

146
ὡς τέσσαρας δακτύλους τοσοῦτόν φησι καὶ τοῦ θανάτου. καὶ Ἄρατος (Phaen. 299) “ὀλίγον δὲ διὰ ξύλον” καὶ Καλλίμαχος “μέσον ἐπὶ ναύταις” (fr. 515 Schn.).

[*](B=)

629. ἐδαίζετο] διεκόπτετο ἡ ψυχὴ ἀγωνιῶσα. πρὸς τὸ τελευ- ταῖον δὲ τῆς παραβολῆς τὸ “τρομέουσι δέ τε φρένα ναῦται” (627) τὴν ἀνταπόδοσιν ἐπήγαγε τῆς παραβολῆς.

[*](B=)

630. ὥς τε λέων] πολλὰς ἤδη ἐφόδους λεόντων παρέλαβεν εἰς ὁμοίωσιν, νῦν δὲ ἐξεῦρέ τι καινόν· ὑπόκειται γὰρ πρωτόπειρος νομεὺς ἀνεπιστήμων τῆς πρὸς λέοντας μάχης. καὶ νεμομένας τὰς βοῦς παρέλαβεν, εἰκότως· οὐδὲ Ἕλληνες ἐπὶ παρατάξεως εἰσιν ἀλλʼ ἐσκεδασμένοι, ὥστε καὶ εὔκολον εἶναι τὴν ἐπιχείρησιν διὰ τὸ ἄτακτον.

*λέων ὀλοόφρων] ἄδηλον, εἰ ὁ φύσει ὀλοόφρων.

[*](B–)

631. εἱαμενῇ] καθύδρῳ τόπῳ. καὶ οἳ μὲν παρὰ τὴν ἄνεσιν καὶ ἀνά- δοσιν τῶν λιβάδων, οἳ δὲ τοὺς τόπους ἐξ ὧν τοῦ ὕδατος ὑπεκρυέντος πόαι γίνονται, οἳ δὲ παρὰ τὸ ἵω, ἔνθα ἵσταται ὕδωρ καὶ συνῆκται.

[*](B=)

632. οὔ πω σάφα εἰδώς] οὐ κατʼ εὐτονίαν σώματος—οἷος δήποτε γὰρ ἂν ᾖ, οὐ δύναται εἶς ὢν πολεμεῖν λέοντι —ἀλλὰ κατʼ ἐμπειρίαν· ὁ γὰρ ἔμπειρος τῆς πρὸς τὸ θηρίον μάχης ἢ κύνας προαφῆκεν ἢ λαμπάδας προσάγει.

[*](B=)