Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

633. ἕλικος] τὸ ἀπλοῦν ἀντὶ συνθέτου, ὡς καὶ Διονύσιός φησιν, [*](B=) ἀντὶ τοῦ εἰλίποδος. §. “φονῇσι” δὲ τῷ φόνῳ, ἢ τῷ τόπῳ ἔνθα πεφό- νευται ὑπὸ τοῦ λέοντος.

[*](A+)

634. πρώτῃσι καὶ ὑστατίῃσι βόεσ〈σ〉ιν] ὁ “καί” ἀντὶ τοῦ ἤ, ὡς τὸ “μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ” (Il. 21. 339)· ἢ οὕτως· ποτὲ μὲν πρώταις, ποτὲ δὲ ὑστέραις.

635. * ἐν μέσσῃσιν] σόλοικον, εἰ μὴ ἀντὶ τοῦ “εἰς μέσας.ʼ

637. ὑφ’ Ἕκτορι καὶ Διὶ πατρί] αὔξει Ἕκτορα συγκαταλέγων αὐτὸν τῷ Διί.

639. Κοπρῆος] Κοπρεὺς παῖς τοῦ Ἠλείου Πέλοπος· ἔστι δὲ καὶ ἄλλος Βοιώτιος, Ἁλιάρτου παῖς.

**ὃς Εὐρυσθῆος] φασὶν Ἥρας αὐτῷ παραστάσης ἐπιτάσσειν· [*](2. ὀ. δείδια ξ. B ‖ μέσον ἔπι coni. Schneider, μεῖστον ἐπεὶ DiIthey 8. ὑπόκειται W: πρόκειται ut B ‖ ἄπειρος coni. ‖ 10. supplevi ex B ‖ 15. ἐξ ὦν scripsi: ἀφʼ ὦν B, ἐξ οὐ ‖ 16. ἑῶ ‖ 18. ἄν ᾖ scripsi: ἂν ἔοι B, ἔοι ‖ 19. προσαφῆκεν ut B ‖ 22. τῷ φόνῳ B: τοῦ φόνου ‖ 30. Κ. Πέλοπος παῖς τοῦ λείου coni. W ex Apoll. bibl. Π 5, 1 Κ. Πέλοπος τοῦ Ἠλείου: ἡλίου παῖς τοῦ Πέλοπος)

147
τὸν δέ, Ἑρμοῦ καὶ Ἀθηνᾶς εἰπόντων ὡς διὰ τοῦτο ἔσοιτο ἀθάνατος, καταδέχεσθαι· οἳ δὲ παιδικὰ Ἡροκλέους θέλουσιν Εὐρυσθέα· διὸ χαριζόμενον αὐτῷ ἐπιτάσσεσθαι τοὺς ἄθλους.

640. * οἴχνεσκε] ἐπορεύετο, παρὰ τὸ ἴχνος.

641. * τοῦ γένετʼ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων] οὐκ εὖ ἡ σύγκρισις.

ἐκ πατρὸς— χείρονος υἱὸς ἀμείνων] οὐ κεκράτηκε τῆς φρά- σεως, ὥς φησιν Ἄτταλος· τὸν μὲν γὰρ λίαν ἐπαινεῖ, τὸν δὲ ἀποδο- κιμάζει· ὥστε οὐκ ἔστιν ἐκ συγκρίσεως ὁ λόγος.

642. * παντοίας] λείπει ἡ κατά.

*ἠμὲν πόδας ἠδὲ μάχεσθαι] ὅτι καὶ τὸ τάχος ἐν ταῖς ἀρεταῖς.

644. *ὅς ῥα τόθ Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξεν] ὅτι οὐχ ἑκών.

645. στρεφθεὶς γὰρ μετόπισθεν] ὥστε οὐδὲν ἀφʼ ἑαυτοῦ κατορθώ- [*](B=) σας φαίνεται ὁ Ἕκτωρ, τῇ δὲ τοῦ Περιφήτου δυστυχίᾳ συγκέχρηται· τὸ γὰρ πτῶμα συνέπραξε πρὸς τὸ εὐχερῆ γενέσθαι τὴν ἀναίρεσιν.

ἐν ἀσπίδος ἄντυγι πάλτο] παραποδισθεὶς τῷ μήκει τῆς ἀσπίδος [*](B–) κατὰ τὴν ἄντυγα ὕπτιος κατηνέχθη. “πάλτο” δὲ ἐνεπελάσθη. οἳ δὲ ἐβλάβη· Ἰακῶς γοῦν φησι τὸ πρόσθʼ “ἔνι βλαφθείς” (647).

* 〈ἐστράφη,〉 ὅπως φυλάξηται, συστείλας ἑαυτὸν ὑπὸ τὴν ἀσπίδα.

[*](B=)

651. ἀχνύμενοί περ ] λείπει ἡ περί. τινὲς δὲ Αἰολικῶς [*](A+B–) ‘περὶ ἑταίρουʼ φασίν· ἀήθης δὲ ἡ τοιαύτη συναλ〈ο〉ιφὴ τῷ Ὁμήρῳ. Ἄτταλος δὲ συγκοπήν φησιν, ὡς ἐν τῷ “παρ Ζηνί” (Il. 4. 1).

652. αὐτοὶ γὰρ μάλʼ ἐδείδισαν] ὅμοιόν τι πάσχουσι Μενελάῳ, ὅς φησιν “οὔτι τόσον νέκυος περιδείδια—ὅσ〈σ〉ον ἐμῇ κεφαλῇ περιδείδια” (Il. 17. 240).

653. εἰσωποὶ δʼ ἐγένοντο νεῶν] ὑπέστειλαν ἑαυτοὺς ὑπὸ τὰς ναῦς· [*](A–B=) εἰς γὰρ τὰ μεταξὺ διαστήματα φεύγουσι βραχὺ μέρος ὑπολειπό- μενοι τῶν νεῶν, ὡς τὰς πρύμνας αὐτοὺς ὑποβεβηκέναι. οἳ δέ, ὅτι ὑποχωρησάντων τῶν Ἑλλήνων ἐν ἀπόψει γέγονε τὸ πλῆθος τῶν νεῶν τοῖς Τρωσίν.

*εἰσωποὶ δʼ ἐγένοντο νεῶν] ἐντὸς ἑαυτῶν αἱ νῆες ἀνέλαβον τοὺς [*](B=) Ἕλληνας.

654. *πρῶται] εἰ ἦν διστιχία, ‘πρότεραι’ ἂν εἶπεν.

[*](18. ἐβλ. ἰακῶς γοῦν φησι τὸ πρόσθʼ ἔνι βλαφθείς corrupta: ἐβλ. ἰακῶς. φησὶ γοῦν coni. W, an ἐβλ.· καὶ σύμφησιν ὁ ποιητής, “ ὅ γʼ ἔνι βλαφ- θείς” ? 19. supplevi ex B ‖ συστείλας B: συστεῖλαι ‖ 27. βρ. τι μ. B ‖ 29. ὄψει A Eust. ‖ 31. αἱ ἄκραι νῆες ἔλαβον B ‖ 33. δυστυχία ‖ προτεραίαν)
148
[*](B=)

656. κλισίῃσι] ὡς μετὰ τὰς πρύμνας τῶν πρώτων νεῶν παρε- σκηνωμένων οἷον ταῖς πρῴραις αὐτῶν.

[*](B–)

* τῶν πρωτέων] μέμφεται Διονύσιος· οὐ γὰρ περισπᾶται τὸ “πρωτέων,” κατὰ συνίζησιν δὲ φαίνεται.

[*](B=)

657. * στρατόν] νῦν τὸ στρατόπεδον.

[*](B=)

657, 8. αἰδὼς καὶ δέος] “αἰδώς” μέν, εἰ φανοῦνται κακοί, φόβος δὲ περὶ τῶν νεῶν.

[*](B=)

658. * ἀζηχές] οἱ μὲν λίαν σκληρῶς, οἳ δὲ ἀδιαλείπτως.

660. * λίσσεθʼ ὑπὲρ τοκέων γουνούμενος] πρώην μὲν ηὔχετο (371), νῦν δὲ παρακαλεῖ.

[*](B+)

661. αἰδῶ θέσθε] πολὺς ὁ τῆς αἰδοῦς λόγος καὶ ἀλλήλους αἰδο- μένων καὶ ἄλλους ἀνθρώπους.

[*](B=)

αἰδῶ—ἄλλων ἀνθρώπων] τὴν ἐξ ἄλλων παρακολουθήσουσαν ὑμῖν αἰσχύνην.

[*](B=)