Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

550. μετέπρεπε] διέπρεπεν.

[*](3. διάκενον etiam A B: κάτακρον D, ἄκρον Et. M. s. v. ‖ κορυφῆς etiam AA: κεφαλῆς B, τῆς περικεφαλαίας D Et. M. 6. supplevi ex B ‖ 7. ἐξῆς ante διὰ omisi ut AA ‖ 10. οὐ τὸ ἐκ B ‖ ἀλλὰ τὸ κατὰ τὸ B ‖ 13. δ. ὦμον· εὔλ. B ‖ 21. supplevi ex B ‖ 22. ταρχύσωσι ‖ 24. ἐνένισπεν ‖ 26. suppl. Bekker ‖ 28. θʼ scripsi: τε)
142
[*](B=)

553. οὕτω δή, Μελάνιππε] οὕτω νῦν. ὃν τρόπον νῦν μεθίεμεν, 〈οὕτω μεθήσομεν〉 καὶ οὐκ ἀντιληψόμεθα τῶν πραγμάτων;

[*](A=)

554. * ἀνεψιοῦ] ἐκτατέον τὴν ψι διὰ τὸ μέτρον.

[*](A+B–)

555. περὶ τεύχεʼ ἕπουσιν] ἡ “περί” πρὸς τὸ “ἕπουσι·” τὸ γὰρ ἕπω ἐν τοῖς ἐνεργητικοῖς κινήμασι παρὰ τῷ ποιητῇ προθέσει συν- τάσσεται ὡς ἐπὶ τὸ πλεῖστον. διὸ τὸ “οὐ μὲν δὴ τόδε μεῖζον ἕπει κακόν” (Od. 12. 209), ἀντὶ τοῦ περιέπει.

*τεύχεα] λείπει ‘ συλῆσαι.ʼ

[*](B=)

556. ἀλλʼ ἕπευ] ἀλλʼ ἕπου· τῆς γὰρ πρὸς Ἀργείους οὐκ ἀπο- στατέον μάχης, πρὶν ἢ κατακτείνωμεν ἢ ἐκεῖνοι ἡμᾶς 〈ἀν〉ελόντες τὴν λιον πορθήσωσιν. μέγας οὖν καὶ τελευταῖος ἀγὼν πρόκειται, ὥστε ἀναγκαῖον καὶ τὸν ἀκροατὴν τῷ ἀκμαιοτάτῳ τούτῳ μέρει τῆς ποιήσεως προσ〈σ〉χεῖν.

557. κατʼ ἄκρης] ὁλοτελῶς· “ἔλασεν μέγα κῦμα κατʼ ἄκρης”” (Od. 5. 313) οἷον ὅλον αὐτὸν ἐβάπτισε τὸ κῦμα.

[*](B=)

563. αἰδομένων δʼ ἀνδρῶν] τῶν αἰδουμένων ἀλλήλους καὶ ἀγωνι- ζομένων πλείους σῴζονται ἤπερ φονεύονται· ἐπὰν δὲ φύγωσι, καὶ ἀδοξία καὶ ἀσθένεια αὐτοὺς καταλαμβάνει.

567. *ἕρκεϊ χαλκείῳ] στερεῷ, τῷ διὰ τῶν ἀσπίδων.

[*](B–)

568. Ἀντίλοχον δʼ ὤτρυνε βοὴν τἀγαθὸς Μενέλαος] φαίνεταί τις ὑποῦσα αὐτοῖς φιλία διὰ τὴν γειτνίασιν, “Νέστωρ φάσχʼ ὁ γέρων, ὅτʼ ἐπιμνησαίμεθα σεῖο (Od. 4. 191)· τό τε ὁμότροπον ἐχυρὸν πρὸς φιλίαν· καὶ ἐν ἑτέροις δέ φησι ʼ περὶ γὰρ δίε ποιμένι λαῶν, μή τι πάθῃ” (Il. 5. 566)· καὶ μετὰ τὴν παράβασιν τῶν ὅρκων πρῶτος πολέμιον ἀνεῖλεν (Il. 4. 457).

570. θάσσων] τῶν ἡλικιωτῶν· ἢ ὡς καὶ ἐπὶ Ἀἴαντος, “οὐ γάρ οἱ τις ὅμοιος ἐπισπέσθαι ποσὶν ἦεν ἀνδρῶν τρε〈σ〉σάντων” (Il. 14. 521). §. τὸ δὲ “οὐδʼ ἄλκιμος” πρὸς τὸ “πρῶτος δʼ Λντίλοχος” (Il. 4. 457) ἀναφέρεται.

571. εἴ τινά που—βάλοισθα] ὅτι τῷ εὐκτικῷ ἀντὶ τοῦ προσ- τακτικοῦ ἐχρήσατο, ως φησι Διονύσιος.

[*](B=)

574. ἀμφί ἑ παπτήνας] τὰ περὶ ἑαυτοῦ σκοπήσας, μή τις αὐτὸν ἐξαλλόμενον τῶν ἄλλων βάλῃ, ὡς καὶ Ὀδυσσεύς (Il. 4. 497).

[*](1. νῦν om. B ‖ 2. supplevi ex B ‖ ἀ. τῶν συγγενῶν B ‖ 3. ἐκτατέον A: ἐκλυτέον pr. κλιτέον sec. ‖ ψι A: ψ ‖ 6. διὀ, W: διὰ ‖ οἱ μἐν ‖ 7. περιέ- πειν ‖ 10. suppl. W 13. supplevi ex B 17. πλείονες B ‖ 21. φάσκ’ ‖ 22. δὲ B pro τε ‖ ὀχυρὸν B ‖ 23. θεῖε ποιμένα)
143

ὑπὸ δὲ Τρῶες κεκάδοντο 〈ἀνδρὸς ἀκοντίσσαντος>] ὑπὸ δὲ αὐτοῦ [*](B=) ἀκοντίσαντος ἐχωρίσθησαν οἱ Τρῶες.

577. νισσόμενον πόλεμόν] οὐχ ὡς νῦν αὐτοῦ πρῶτον ἐξιόντος, [*](B=) ἀλλʼ ὡς διὰ τὴν προτροπὴν Ἕκτορος ἐπὶ τὸ δρᾶσαί τι ὁρμῶντος.

580. θορόντα] ἐπεὶ πτοηθεὶς ἐξάλλεται τῆς κοίτης.

581. ἐτύχησε βαλών] τυχῶν ἔβαλεν. τοσοῦτον δὲ Ἀντίλοχος [*](B=) μείζων Μελανίππου, ὅσον νεβροῦ κύων. τὸ ἀδεὲς δὲ καὶ ταχὺ καὶ πρόθυμον τοῦ Ἀντιλόχου ἐδήλωσεν.

586. ἀλλʼ ὃ γὰρ ἔτρεσε ] δαιμονίως [*](B=) τῇ παραβολῇ κέχρηται· καὶ ἡ φυγὴ τούτῳ κατὰ πρόνοιαν, οὐ κατὰ δειλίαν γίνεται.

θηρὶ—ἐοικώς] καλῶς οὐκέτι παραβέβληται κυνὶ—οὐ γὰρ ἔδει τὸν [*](B=) ἥρωα φεύγοντι κυνὶ εἰκάζειν—ἀλλὰ λέοντι, οὐ δεδιότι τοὺς ἐναντίους, ἀλλʼ ἔφοδον πλειόνων ἀγροίκων.

593. νηυσὶν ἐπεσσεύοντο, Διὸς δʼ ἐτέλειον ἐφετμάς] τοῦτο γὰρ εἶπεν ὁ Ζεύς· “εἰσόκε νῆας ἐυσ〈σ〉έλμους ἀφίκηαι” (Il. 11. 208) καὶ “τρέψω δʼ ἥρωας Ἀχαιούς” (261).

594. * ἤγειρε μένος μέγα] ὥστε γίνεσθαι μέγα· ἢ μεγάλως.

θέλγε] ἐπὶ τὸ χεῖρον· ἀναπτεροῖ δὲ τὸν ἀκροατὴν προσδοκῶντα [*](B=) τὸν ἐμπρησμόν.

598. * ἐξαίσιον] ἄδικον—τοὐναντίον γὰρ ἐναίσιμα τὰ καθή- [*](B=) κοντα 〈καὶ δίκαια〉 —ἢ ὑπεραγόντως μεγάλην.

ἀρήν] αἴτησιν—καὶ γὰρ ἡ εὐχὴ αἴτησις παρὰ τοῦ θεοῦ τυγ- [*](B–) χάνει —ἢ τὴν καθʼ Ἑλλήνων κατάραν. ὡς φιλέλλην δὲ λοιδορεῖ τὴν εὐχὴν Θέτιδος· “ἐξαίσιον” γὰρ τὴν ἔξω τοῦ αἰσίου γινομένην φησίν, οἷον τὴν παρὰ τὸ ὅσιον, ὅπερ σημαίνει τὸ αἴσιον.

599. τὸ γὰρ μένε μητιέτα Ζεύς] μεγαλοφυῶς θεατὴν καθίστησι τὸν Δία τῶν γινομένων.