Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

209. ὁμῇ πεπρωμένον 〈αἴσῃ〉] καταχρηστικῶς ἐπὶ θεῶν ἡ πεπρω- μένη. ἀπὸ πρώτης γενέσεως μέχρι τέλους ἐνεχόμενον. §. τὸ δὲ “ὁ〈π〉- [*](B+) πόταν” 〈ἀντὶ τοῦ ἡνίκα〉. §. “χολωτοῖσιν” ἀντὶ τοῦ πικροῖς, παρὰ [*](B=) τὴν χολήν, ἢ εἰς χόλον ἐρεθίζουσιν. §. περισπαστέον δὲ τὸ “ὁμῇ.”

[*](A+)

*ὁμῇ πεπρωμένον αἴσῃ] ὁμοίᾳ μοίρᾳ μεμερισμένον.

[*](B=)

211. *μέν κε] διὰ τοῦ γ “μέν γε.”

[*](A+)

*νεμεσσηθείς] μεμψάμενος αὐτῷ καὶ καταγνούς, ἢ μεμπτὸν [*](B=) ἡγησάμενος τὸ ἀντειπεῖν αὐτῷ.

212. 〈ὑποείξω.〉 ἄλλο δέ τοι ἐρέω] εὐσχήμονα τὴν ἀπαλλαγὴν [*](B=) ὁρίζεται ἐπανατείνων τὴν ὀργὴν εἰς ὕστερον, ὡς καὶ Ἀχιλλεὺς “τῶν δʼ ἄλλων ἅ μοι ἐστί” (Il. 1. 300). §. ἀθετοῦνται δὲ οἱ ἕξ (212– [*](A+B=) 217)· πρὸς τί γὰρ ἡ ἀπειλή; ἀλλά φαμεν, ὡς εὐπρεπῶς ἐκστῆναι θέλει. εἰ δὲ ἤκουσεν ὡς ἀλώσεται Ἴλιος, πῶς νῦν ἀπιστεῖ; ἀλλὰ καὶ Ἀγαμέμνων “ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται” (Il. 4. 169). καίτοι εἰδὼς παρὰ Κάλχαντος. ἄλλως τε δεῖ ἀντεπαχθῆναι τῷ “ἀλλʼ ἤτοι—μέν κε” (211).

214. * Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο] τινὲς “Ἥρης [*](A=) Ἡφαίστου τε καὶ Ἑρμείαο.”

215. *πεφιδήσεται] ἀπὸ τοῦ 〈φείδω〉 φιδῶ, 〈ὡς〉 ἀπὸ τοῦ πείθω [*](AB=) πιθῶ, τεύχω τυχῶ· “τύχησε γὰρ ἐρχομένη νηῦς” (Od. 19. 291).

217. *χόλος] ἔχθρα.

219. ὣς εἰπὼν λίπε λαόν—δῦνε δὲ πόντον] ἡνίκα μὲν σύμμαχον [*](B=) αὐτὸν ἦγε τοῖς Ἀχαιοῖς, ἐκαλλιγράφει τὴν πορείαν αὐτοῦ· νῦν δὲ συνέτεμεν, ἐπεὶ μετὰ λύπης γίνεται.

πόθεσαν δʼ ἥρωες] ἐπὶ θάτερα γέγονεν αὐτοῖς 〈ἡ〉 μεταβολή. [*](B-) ταχέως δὲ ἔφρασεν, ὅσον ἦν ὄφελος ἐκ τοῦ Ποσειδῶνος. §. “ἥρωες” δὲ πάντες οἱ ἐπὶ τὸ Ἴλιον στρατευσάμενοι· πολλαὶ δὲ αἰτίαι τῆς ἥττης Ἑλλήνων, Ποσειδῶνος ὑποχώρησις καὶ Ἀπόλλωνος κάθοδος καὶ τῆς αἰγίδος ἐπεισόδιον.

221. ἔρχεο—μεθʼ Ἕκτορα] ἀντὶ τοῦ πρός ἢ ἐπί. πρεπόντως δέ, [*](B=) ὅτε τὸν Ποσειδῶνα μετέστησεν, ἐξέπεμψε τὸν Ἀπόλλω· οὐ γὰρ [*](B=) [*](1. ἔφη Eust., ὃ φᾶ coni. Bergk ‖ μεγίστον B: μεγίστην Eust., μέγιστα ‖ 2. πράγματι B Eust.: πράγματα ‖ supplevi ex B Eust. ‖ 4. ante ἀπὸ W del. ἢ || 5. suppl. W ex B ‖ 17. δὲ ante δεῖ omisi ut B ‖ τῷ B: τὸ || 21. supplevi ex A B || 27. supplevi ex B ‖ 32. ἔρχετο 33. Ἀπόλλωνα τότε ἔπεμψεν B)

120
ὤφειλεν αὐτὸν τῷ πρεσβυτέρῳ ἀντιτάττειν, ἀξιώσας ὑπʼ ἐκείνου τιμηθῆναι διὰ τὸ πρεσβύτερον.

[*](B=)

225. οἵ περ ἐνέρτεροι] “νέρτεροι” πρὸς σύγκρισιν τῶν ἐν τῇ ἔρᾳ διαγόντων μετὰ Ἀιδωνέως· ἄναξ γοῦν ἐνέρων Ἀιδωνεύς. ἔστιν οὖν ἐνερώτερος 〈ἐ〉νέρτερος κατὰ συγκοπήν, 〈καὶ ἀποβολῇ νέρτερος〉.

[*](A+)

*οἵ περ ἐνέρτεροι] Ζηνόδοτος γράφει “οἵ περ ἐνέρτατοι.”

*ἀμφίς] ἀντὶ τοῦ περί.

[*](B=)

226. ἠμὲν ἐμοὶ πολὺ κέρδιον] “ἐμοί” μὲν διὰ τὸ μὴ τιμωρήσασθαι ἀδελφόν, αὐτῷ δὲ διὰ τὸ μὴ βληθῆναι· τὸ γὰρ “ἀνιδρωτί” (228) ἐπὶ Ποσειδῶνος κεῖται.

[*](A+)

ἠδέ οἱ αὐτῷ] καθόλου ὀρθοτονητέον τὴν “οἷ,” ὅτε προηγεῖται τῷ αὐτὸς κατὰ δοτικήν, σεσημειωμένου ὧδε τοῦ “〈ἀλλὰ〉 οἷ 〈αὐτῷ〉 Ζεὺς ὀλέσειε βίην” (Od. 4. 667).

229. λάβʼ αἰγίδα] δύο φησὶν ὁ Σιδώνιος εἶναι τὰς αἰγίδας, τὴν μὲν Διός, τὴν δὲ Ἀθηνᾶς αὐτὸ μόνον σκέπην. ἐφʼ ἧς φησι “τὴν οὐδὲ Διὸς δάμνησι. κεραυνός” (Il. 21. 401)· καὶ γάρ φησιν ἐν τῇ (447) “αἰγίδ’ ἔχουσʼ ἐρίτιμον,” οὐδενὸς κατεπείγοντος ἔχειν τὸ Διὸς ὅπλον. ἐν ταὐτῷ δὲ εὑρίσκονται οἱ δύο ἔχοντες αἰγίδα. φησὶ 〈γὰρ〉 “καὶ τότʼ ἄρα Κρονίδης ἕλετ’ αὐγίδα’ (Il. 17. 593), καὶ μετʼ ὀλίγον “ἀμφὶ δʼ Ἀθήνη ὤμοις ἰφθίμοις βάλ〈εν〉 αἰγίδα” (Il. 18. 203)· ἄτοπον δὲ ἔγχος μὲν αὐτὴν ἔχειν καὶ περικεφαλαίαν, ὅπλον δὲ μή. καὶ Ἄρης, ὅτε Διὶ ἐμέμφετο (Od. 5. 879), εἶπεν ἄν, ὡς ‘καὶ τοῖς σοῖς ὅπλοις ὁπλίζεις αὐτὴν καθʼ ἡμῶν.ʼ

[*](B=)

230. τῇ μάλʼ ἐπισσείων φοβέειν] “μάλα” φοβεῖν, ἢ “μάλα” ἐπι- [*](B=) σείων. §. Ἄρή δὲ οὐ πέμπει ὡς νεότρωτον, ἢ διʼ Ἀσκάλαφον, ὅπως μὴ μεταβληθῇ εἰς τοὺς Ἕλληνας.

[*](A+)

231—5· * οἱ ε΄ ἀθετοῦνται ὑπὸ Ἀριστοφάνους ὡς ἀχρεῖοι. §. ἤ, ἵνα μὴ παντελῆ ποιήσηται ἀπώλειαν τῶν Ἀχαιῶν, προσδιωρίσατο.

[*](B=)

234. φράσομαι] οὐκ εἶπε βοηθήσω τοῖς Ἀχαιοῖς, ἀλλὰ “φράσο- μαι,” ἵνα μὴ δύσθυμον ἐργάσηται τὸν Ἀπόλλωνα. “ἔργον” δὲ τὴν ἔξοδόν φησιν, “ἔπος” τὸ “ἀμφοτέροισι δʼ ἀρήγεθ᾿, ὅπῃ νόος ἐστὶν ἑκάστου” (Il. 20. 25). §. “πόνοιο” δὲ τῆς ἀλγηδόνος· “ἀτὰρ οὔ [*](3. τῇ ἱερᾷ || 5. supplevi ex B 6. νέρτατοι A ‖ 12. τοῦ ὧδε || 15. αὐτὸ W: αὐτῷ ‖ φησὶν ἢν: corr. Bekker || 16. φησὶν scripsi: σφίσι ‖ 18, 19. φησὶ καὶ τοῦτο ἄρα Κρ. ἐλέγετʼ: corr. ‖ 22. Δία ‖ 26. μετατραπῇ B ‖ 27. schol. supra v. 232 scriptum, cf. A ‖ 32. ἑκάστῳ B ‖ ἀλγ. ἑτέρου)

121
τινʼ ἔχει πόνον” (Od. 13. 423) καὶ “δυσπονέος καμάτοιο” (Od. 5. 493).

237. ἴρηκι ἐοικώς] δυοῖν θεοῖν κάθοδον ἐκφράζων ἐπὶ μὲν τῆς Ἴριδος [*](B=) παρέλαβε καταφορὰν χαλάζης ἢ χιόνος (170), τούτοις εἰκάσας ἃ καὶ σημαίνει ἡ Ἶρις, τὸν δὲ ἱέρακα ἐπὶ τοῦ Ἀπόλλωνος· ἱερὸς γὰρ Ἀπόλλωνος ὁ ἱέραξ. §. καὶ τὸ “φασσοφόνῳ” (238) δὲ οἰκείως, ἐπεὶ [*](B=) καὶ ὁ θεὸς κάτεισιν ἐπὶ φόνῳ τῶν Ἀχαιῶν. §. δέκα δέ φασιν ἱεράκων γένη, 〈ὧν〉 ἓν τὸ φασσοφόνων· φάσσα δὲ ὅμοιον τρυγόνος, ὡς Ἀριστοτέλης φησίν (H. A. 9, 7 p. 613a).

238. ὅς τʼ ὤκιστος] ἐπὶ δὲ ἀετοῦ “ὅς θʼ ἅμα κάρτιστός τε καὶ ὤκιστος” (Il. 21. 253).

241. ἀμφί ἑ γινώσκων] ὅτι τὸ “γινώσκων” ἀντὶ τοῦ ἀναγνω- [*](A+B=) ρίζων καὶ ὑπομιμνῃσκόμενος ἀρτίως τῆς ἑκάστου ὄψεως, οὐκ ἐκ προχείρου γινώσκων τοὺς παρεστῶτας. §. ὀρθοτονητέον δὲ τὴν “ἕ·” [*](A-) εἰς σύνθετον γὰρ μεταλαμβάνει 〈τὴν ἑαυτόν〉· Χρύσιππος δὲ ψιλοῖ τὸ ε ὡς περισσεῦον καί φησιν ἀμφιγνοῶν ἀντὶ τοῦ ἀμφιβάλλων.ʼ

244. τίη δὲ σύ] ἠθικῶς πάνυ, ὡς πρὸς νοσοῦντά φαμεν ‘τί κατά- [*](B=) κεισαι.ʼ §. τὸ δὲ “νόσφιν” ἀντὶ τοῦ ἀπό· ταὐτὸν γάρ ἐστι τὸ “ἀπό” [*](B-) τῷ “νόσφιν.”

245. * ὀλιγηπελέων] ὀλίγην τοῦ πέλειν ἔχων μοῖραν, ἐγγὺς τοῦ [*](B=) ἐκλεῖψαι.

ἦ που] διαπορητικός· διὸ περισπᾶται· τινὲς ἀποφατικός.

[*](A-)

246. ὀλιγοδρανέων] τὸ “ὀλιγηπελέων (245) μετείληφεν, 〈ἵνʼ ᾖ〉 [*](B=) ‘ὀλίγον τὸ δρᾶν ἔχων.ʼ §. καὶ πῶς οἶδεν (247), ὅτι θεός ἐστιν, ἢ [*](B-) ἐκεῖνος ἑαυτὸν ἐγύμνωσεν, ἢ ἀπὸ τοῦ ἐρέσθαι (244, 5)· πάντες γὰρ 〈οἱ〉 Τρῶες ᾔδεσαν τὸ γεγονός.