Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

181. *σέο] ἀπολύτως.

182. *γενεῇ] τῷ χρόνῳ τῆς ἡλικίας.

σὸν δʼ οὐκ ὄθεται φίλον ἦτορ] τὸ δὲ σὸν ἦτορ ἐπιβάλλεται αὐτῷ ἰσηγορεῖν καὶ οὐκ ἐπιστρέφεται.

185. ὑπέροπλον ἔειπεν] ὑπὲρ ἑαυτόν· οἷον μείζω λόγον εἶπεν, ὑπὲρ τὴν [*](B-) δύναμιν αὐτοῦ. §. ἡ μεταφορὰ ἀπὸ τῶν μὴ ἀναλογούντων ὅπλων.

[*](B=)[*](1. schol. post l. 16 scriptum ‖ 4. ὀρθρινὴν W: ὀρθρίαν B, ὀρθὴν ‖ 12. διασκίδνησιν B: διασκιδνᾶσι ‖ 14. δεδμημένος ‖ δὲ B: τε ‖ 21, 22. supplevi ex A 23. ζ A: σ ‖ 25. suppl. 33. δύναμιν scripsi: ἰσχὺν B, διάνοιαν)
116

186. ὁμότιμον] ὃ μὲν τὸ τῆς ἡλικίας, ὃ δὲ τὸ τῆς φύσεως προ- βάλλεται, ὅτι ἀδελφός.

[*](A-)

187. 〈τρεῖς γάρ τʼ〉 ἐκ Κρόνου] οὕτως 〈Ἀρίσταρχος〉 διὰ τῶν β΄ κκ· καὶ πολλοὶ τῶν ἀπὸ τῆς σχολῆς· εἰ δὲ εἴη “τε Κρόνου,” λείπει ἡ ἔξ πρόθεσις, ὡς ἐν τῷ “αἱ δὲ βόες χρυσοῖο τετεύχατο (Il. 18. 574).

[*](A=)

οὓς τέκετο Ῥέα] οἳ μὲν ἐκτείνουσι τὸ ᾱ—ἐπὶ δὲ τοῦ ἐπιρ〈ρ〉ή- ματος συστέλλουσιν —οἳ δέ φασι δεῖν συστέλλειν, ἵνα δάκτυλος γίνηται, ὡς τὸ “καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα” (Il. 3. 237), “ἀν- δρόμεα κρέα” (Od. 9. 347), “ἕ〈σ〉σατο τεύχεα (Il. 7. 207).

188. *ἐνέροισιν] τοῖς ἐν τῇ γῇ, ὅθεν καὶ “ἔραζε” καὶ “ἐριπών” καὶ “ἠρίον (Il. 23. 126).

[*](A~B+)

189. τριχθὰ δὲ πάντα δέδασται] δοκεῖἐναντιοῦσθαι πρὸς τὸ “πάντα” τὸ “γαῖα δʼ ἔτι ξυνὴ πάντων” (193)· οὐ γὰρ ἔτι πάντα δέδασται. λύοιτο δʼ ἂν τῇ λέξει· τὸ γὰρ “πάντα” ἢ παρέλκει, ὡς ἐπὶ τοῦ “δέκα πάντα τάλαντα” (Il. 24. 232) —ἐὰν δὲ λάβωμεν αὐτὸ περισσόν, τί λοιπὸν δέδασται;—ἢ ἀντὶ τοῦ πλεῖστα· συνεχῶς γὰρ τὸ “πάντα” ἐπὶ τοῦ πλεονάζοντος τίθεται. §. τινὲς “πάντʼ ἃ δέδασται,” εἴασε δὲ τὸ τ, ὡς ἐν τῷ “ἐπίστιόν ἐστιν ἑκάστῳ” (Od. 6. 265).

*τιμῆς] βασιλικῆς δηλονότι, ὡς “τιμῆς τῆς Πριάμου” (Il. 20. 181).

[*](B=)

190. ἤτοι ἐγών] οὐ πάντως πρῶτος, ἐπεὶ προτέτακται. διδάσκει δὲ κλήρῳ ποιεῖσθαι τὰς διανομὰς καὶ μὴ φθονεῖν τοῖς περὶ κλῆρον εὐτυχήσασιν. ὁ δὲ κλῆρος τὸ εὐνοϊκὸν δείκνυσι τοῦ Διός. οὐ γὰρ ἀθετεῖ τοὺς ἀδελφούς, καὶ ταῦτα δυνάμενος αὐτῇ 〈τε τῆ〉 γῇ καὶ θαλάσσῃ πάντας ἀνέλκειν.

[*](B-)

πολιὴν ἅλα] ὅτι τὴν κεφαλὴν ἔχει ἀφρίζουσαν. οὕτω δὲ καὶ τὸ ἔαρ (Hes. Opp. 477. 492) διὰ τὴν τοῦ σίτου ξηρασίαν. οἱ δὲ “πολλήν·” πλείων γὰρ τῆς γῆς. καὶ ἡ πολιὰ δὲ σημεῖον χρόνου πολλοῦ ἐστιν.

[*](B=)

191. * “ζόφον” τὰ ἀφώτιστα τῆς γῆς μέρη καὶ τὸν περὶ γῆν ὑγρὸν ἀέρα.

[*](B=)

192. Ζεὺς δʼ ἔλαχʼ οὐρανόν] πάντα τὸν ὑπὲρ γῆς ἀέρα τῷ Διί φησι δοθῆναι, διὰ μὲν τῶν νεφελῶν τὸν φωτιζόμενον ἀέρα, ὅπερ [*](3. 〈Ἀρίσταρχος〉 supplevi ex A ‖ 8. γένηται A ‖ 9. εἴσατο A, ἕσατο || 13. δʼ ἔτι B: δέ τοι ‖ γὰρ ἔτι B: γὰρ ἐπεὶ ‖ 17. πάντα δ.: corr. W ‖ 22. κληροποιεῖσθαι B ‖ 24. supplevi ex B ‖ 26. ἀφρίζουσαν B: ἀφρίζουσα pr., ἀφριρίζουσα sec. || τὸ ἔορ W: τὸ θέρος ut B ‖ 27. τὴν ante πολλήν omisi || 31. ἔλαχεν)

117
ἐστὶν ἀπὸ γῆς ἕως νεφελῶν, διὰ δὲ τοῦ αἰθέρος τὸν ὑπὲρ τὰ νέφη τόπον, ὃν καὶ οὐρανὸν ὀνομάζει· ἔστι δὲ οὗτος ἄχρι τῆς ζώνης τῆς σελήνης καὶ τῶν πλανητῶν· ἀμέλει καὶ πύλας οὐρανοῦ τὰ νέφη ὀνο- μάζει, “ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος” (Il. 8. 395). πιθανῶς δὲ εἶπε κοινὴν ἀπάντων εἶναι τὴν γῆν. αἱ γὰρ ἄνωθεν 〈ἀπὸ〉 τοῦ Διὸς βολαὶ ἐπὶ ταὐτὸν φέρονται ὑετοῦ καὶ χιόνος καὶ χαλάζης καὶ κεραυνῶν, ἥ τε τοῦ Ἅιδου μοῖρα ὑπὸ γῆν ἐστι, καὶ τὸ περιέχον τὸ ὕδωρ οὐδὲν ἄλλʼ ἐστὶν ἢ γῆ. §. Ζεὺς οἱ μὲν αἰθήρ, οἳ δὲ ὁ διοικῶν τὰ πάντα λόγος, [*](AB-) οἳ δὲ τὸ ἡγεμονικὸν τοῦ κόσμου· εἴρηται δὲ παρὰ τὸ ζῶ· τοῦ γὰρ ζῆν αἴτιος· Ποσειδῶν δὲ τὸ συνέχον τὴν θάλασσαν αἴτιον καὶ ἡ αὐτῆς θεία δύναμις, ἐπ〈ε〉ὶ πόσεως αἴτιος· διηθουμένης γὰρ θαλάσσης ἐκρέουσι ποταμοὶ καὶ ὑετοὶ ἄναμμα ἀπὸ θαλάσσης ἔχουσιν· καὶ Ἀττικοὶ τὸν περὶ χειμερίους τροπάς μῆνα Ποσιδεῶνα καλοῦσιν· Ἀνακρέων “μεὶς μὲν δὴ Ποσιδηιὼν ἔστηκεν, νεφέλαι δʼ ὕδωρ — βαρὺ δʼ ἄγριοι χειμῶνες κατάγουσιν” (fr. 6 B.)· ὁ δὲ Ἀιδωνεὺς παρὰ τὸ ἄω τὸ πνέω—οὐ γὰρ μόνον τὰς ψυχὰς συνέχει, αἵ εἰσι πνεῦμα, καὶ τοῖς καρποῖς δὲ αἴτιος ἀναπνοῆς καὶ αὐξήσεως, ἀφʼ ὧν ἡμεῖς πνέομεν· διὸ καὶ Ζεὺς 〈λέγεται〉 καταχθόνιος, ὅτι ζῆν ποιεῖ, καὶ 〈Πλούτων, ὅτι〉 πλουτεῖν—οἳ δέ, παρὰ τὸ μὴ ὁρᾶσθαι ἢ ἀφανεῖς ἡμᾶς ποιεῖν.

193. 〈γαῖα δʼ ἔτι〉 ξυνὴ πάντων] οἱ μὲν τῶν Κρονιδῶν, οἱ δὲ ὅλων τῶν θεῶν, ἵνα πάντας τιμῶμεν ὡς ἐφορῶντας τὰ ἀνθρώπεια, οἳ δὲ τὰ δ΄ στοιχεῖά φασιν αὐτὸν λέγειν, Δία 〈αἰθέρα〉, Ποσειδῶνα ὕδωρ, Ἅιδη ἀέρα· εἶτα γῆ καὶ κατʼ ἐξοχὴν ἐν αὐτῇ ὁ Ὄλυμπος. §. ὅτι συναφὴς τῆς γῆς ὁ Ὄλυμπος ὡς ὄρος· τὸ δὲ ὅμοιον πεποίηκε καὶ ἐν Ὀδυσσείᾳ (9. 21) “ναιετάω δʼ Ἰθάκην εὐδείελον, ἐν δʼ ὄρος [*](AB+) αὐτῇ Νήριτον·” κεχώρικε γὰρ τὸ ὄρος τῆς Ἰθάκης.

194. βέομαι] ἐπιστρέφομαι, παρὰ τὴν βίαν. τινὲς δέ, οὐκ [*](B+) ἀποσοβη〈θή〉σομαι τῆς βοηθείας διὰ τὸν Δία, ὡς τὸ “ὄφρ’ ἂν ἐγὼ β〈ε〉ίω” (Il. 6. 113). φησὶν οὖν, ὅτι τοῦ κοινοῦ πάντως ἀπε- λαύνομαι χυρίου.

[*](5. ἀπὸ Διὸς B ‖ 6. ἀφίενται B ‖ 6, 7. ἤ—ἐστί B: τότε τὴν τοῦ Διὸς μοῖραν τὴν γῆν εἶναι ‖ 10. Ποσειδῶν Eust.: Ποσειδῶνα ‖ 10, 11. τὸ σ. αἴτ. τὴν θ. ἐπεὶ πόσεως αἴτιος Eust. ‖ 11. αὐτῆς B: αὐτὴ ‖ supplevi ex B || 12. ἄναμμα Eust.: νάματα || 13. Ποσειδεῶνα B Eust., Ποσειδῶνα || 14. Ποσειδηιών ut Eust. ‖ νεφέλαι Eust.: νεφέλας coni. Bergk, νεφέλη || ὕδατι Eust. ‖ 15. βαρύνονται Eust., βαρύνει Δία τʼ coni. Bergk ἄγριοι δὲ Eust. ‖ παταγοῦσι Eust., πατα- γεῦσι coni. W || 18. καὶ ὁ Ζ. ‖ supplevi ex Eust. 18, 19. supplevi ex B || 19. πλουτεῖν B: πλόῦτ pr. (h. e. et Πλούτων et πλοῦτον) ‖ 21. ὅλως coni. W ‖ τιμῶμεν W: τιμῷεν ‖ 23. ἀήρ || 24. ὡς ἂν ὄ. A ‖ 28. supplevi ex B)
118
[*](A+B-)

196. χερσὶ δὲ μήτι με πάγχυ κακὸν 〈ὡς δειδισσέσθω〉] τινὲς ‘ὡς κακὸν ταῖς χερσίν,ʼ οἳ δὲ ‘μὴ δειδισσέσθω με χερσὶν ὑπερέχων.ʼ καταλιμπάνει δὲ νοεῖν, ὅτι Ζεὺς ἰσοπάλῳ ἀπειλεῖ.

[*](B=)

197. * θυγατέρεσσιν] τὰς θηλείας προέταξε πρὸς καταβιβασμόν.

*υἱάσι] πλεονασμὸν ἔχει τοῦ ᾱ, διὰ τὴν υι· τινὲς δὲ “υἱέσι,” ὅπερ ἐστὶν Ἀττικὸν ἁμάρτημα.

[*](B+)

198. * ἐκπάγλοις] ὑπερηφάνοις.

[*](B-)

* ἐνισσέμεν] ἐπιπλήσσειν, παρὰ τὴν ἐνιπήν.

[*](B-)

199. *ὀτρύνοντος] κελεύοντος ἢ ἐπιτάσσοντος· οἳ δὲ ‘καὶ μὴ ὑβρίζοντος, ἀλλὰ μόνον λέγοντος.ʼ

[*](B=)

201. οὕτω γὰρ δή 〈τοι〉 γαιήοχε] ἐπειδὴ ἐπὶ τὸ τραχύτερον προ- ῆκται τὰ τῆς ἀποκρίσεως, ἐξεῦρεν ὅμοιον ἦθος διαφυλάξαι τῶν ὀργι- ζομένων, καταπαῦσαι δὲ τὴν ἁψιμαχίαν διὰ τῆς Ἴριδος. ἔχει δέ τι ἦθος ὁ λόγος. οὐ γὰρ ἀποτρέπουσα αὐτὸν συμβουλεύει, ὅτι οὐ χρὴ τόδε πράττειν, ἀλλʼ ἠθικῶς πυνθάνεται, εἰ βούλεται ἀπηνῆ λόγον καὶ κρατερὸν ἀπαγγεῖλαι αὐτὴν τῷ Διί. καὶ ἑξῆς πάλιν τὸ ὅμοιον σχῆμα τοῦ λόγου. οὐ γὰρ λέγει ‘μετάστρεψονʼ ἀλλʼ “ἤ τι μετα- στρέψεις” πάλιν πυνθανομένη. χρηστὸν δὲ πρὸς μίμησιν ἦθος ἀγγέλου παρέλαβεν.

[*](B=)

203. στρεπταὶ 〈μέν τε φρένες ἐσθλῶν〉] πρὸς τὰ ἐσθλά, φαύλων δὲ πρὸς τὰ φαῦλα. ἐν βραχεῖ δὲ τὸ Ἡσιόδου (Opp. 295) περιείληφεν ἐσθλὸς δʼ αὖ κἀκεῖνος, ὃς εὖ εἰπόντι πίθηται.”

[*](B=)

204. οἶσθ᾿, ὡς πρεσβυτέροισιν] τοῦτο δυνατόν ἐστι καὶ ἐν ἐρωτήσει [*](B=) καὶ ἐν ἀποφάσει προάγειν. §. “ἕπονται” δὲ ἀντὶ τοῦ ἀκολουθοῦσι καὶ συμμαχοῦσιν. πιθανῶς δὲ πρὸς τὸν λέγοντα “μή τι με πάγχυ κακὸν ὣς δειδισσέσθω (196) οὐκέτι φησίν, ὅτι ἰσχυρότερός σου ἐστίν, ἀλλὰ πρεσβύτερος· τὸ γὰρ τοῦ γήρως πλεονέκτημα 〈ἀν〉επίφθονον, “〈οἶσθ᾿〉, ὡς πρεσβυτέροισιν Ἐρινύες 〈αἰὲν ἕπονται〉.” §. “τοῦτο [*](B=) ἔπος” (206) ἢ τὸ “στρεπταὶ μέν τε φρένες ἐσθλῶν” (203) ἢ τὸ “ὡς πρεσβυτέροισιν Ἐρινύες” (204) ἢ—ὃ καὶ ἄμεινον—πάντα τὸν λόγον τῆς Ἴριδος. §. Ζηνόδοτος ἐσημειώσατο.

[*](B=)

207. ἐσθλὸν καὶ τὸ τέτυκται] καὶ Εὐριπίδης “ἐν ἀγγέλῳ γὰρ [*](2. ὑπερέχων scripsi cf. A B2D: ἢ πάγχυ || 3. δειδισσέσθω ante κ. omisi ‖ 4. προσέταξε B ‖ 5. τήν υἱί Bekker || 13. δέ τι B: γάρ τι ‖ 14. οὐδὲ γ. B ‖ οὐ post ὅτι om. B || 17. ἤ B: εἴ ‖ 21, τὸ B: τὴν ‖ 22. πείθεται B, πείθηται ‖ 27. supplevi ex B || 28. τὸ post τοῦτο omisi || 31. ἠθέτησε, scil. v. 206, desiderat pro ἐσ. Ludwich 32. Εὐριπίδης etiam B Eunt.: debebat Αἰσχύλος 〈Cho. 773))

119
κρυπτὸς ὀρθοῦται λόγος.” “ἄγγελον ἐσθλὸν ἔφα τιμὰν μεγίσταν πράγματι 〈παντὶ〉 φέρειν” Πίνδαρος (Pyth. 4. 278).