Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

15. Ἕκτορα δῖον] ὅτι ἀφʼ ἑαυτοῦ “δῖον” ἐκάλεσε τὸν Ἕκτορα. καὶ ἑξῆς τὴν θάλασσαν “ἢ εἰς ἅλα δῖαν” (161), πρὸς τὸ μὴ ὑποπ- τεύειν τὰ Ὀδυσσειακά· “περὶ δʼ ἱρὰ θεοῖσιν ἀθανάτοισιν ἔδωκε” (Od. 1. 66) καὶ “πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην” (ib. 65, Il. 10. 243). οἳ δὲ παρὰ τὸ δέος, ἐπεὶ καὶ ἄδειαν τὴν ἀφο- βίαν καλοῦμεν.

ἐφόβησε δὲ λαούς] τινὲς “ἐφόβησε δʼ Ἀχαιούς” ἀντὶ τοῦ [*](1. 4. supplevi abscissa ex B ‖ 4. πῶς δὲ δύναται B: πρῶτος δὲ νέαται ‖ 6. σσ ‖ 8. οὐκ B: οὖν || 10. ἀπέμασσεν A ‖ 11. ἀσθενεῖ B: ἀθετεῖ ‖ 15, 20, 21. supplevi ex B ‖ 16. ᾧ W : ὁ ‖ 28. τὰ Ὀδυσσειακά scripsi, τὰ ἐν Ὀδυσ- σείᾳ A: τὰ Οδύσσεια κακά ‖ ἱερὰ ‖ 29. Ὀδυσσῆος)

103
‘φοβεροὺς ἐποίησεν,ʼ ὡς “πάντας μέν ῥʼ ἔλπει” (Od. 2. 91) ἀντὶ τοῦ “ἐλπίζειν ποιεῖ.’

16. οὐ μάν] Δωρικῶς· ἐν ἄλλοις δὲ “καὶ μὴν οἳ τότ〈ε γʼ〉 εἰς ἀγορὴν ἴσαν” (Il. 10. 4.5).

κακορραφίης] κακομηχανίας —ἑξῆς γοῦν φησιν ἀντιφράζων [*](B+) “κακὰ μητιόωσα” (27)—ἢ κακοσυνθεσίας· ἀλλαχοῦ πού φησιν “οὐκ ὄφελον Τρώεσσι κοτεσ〈σ〉αμένη κακὰ ῥάψαι” (Il. 18. 367) καὶ “ εἰνάετες—κακὰ ῥάπτομεν” (Od. 3. 118).

17. πρώτη ἐπαύρηαι] προτέρα τοῦ Ποσειδῶνος—ἄμφω γὰρ [*](B=) συμμαχοῦσι τοῖς Ἕλλησιν—ἢ τῶν Ἑλλήνων, ‘πρὶν τούτους ἀπό- νασθαι τῆς σῆς δολιότητος.ʼ

* ἐπαύρηαι] προπαροξύνεται· ἔστι γὰρ μέσου β΄ ἀορίστου.

[*](A+B=)

〈καί σε πληγῇσιν〉 ἱμάσσω] κυρίως ‘ἱμάντι πλήξω,ʼ τροπικῶς [*](B-) δὲ νῦν ‘κεραυνώσω·’ μάστιγα γὰρ Διὸς τὸν κεραυνόν φησι “Διὸς μάστιγι δαμέντες” (Il. 12. 37), τῷ φόβῳ τῆς χθιζῆς κεραυνοβολίας· καὶ “ὅτε γʼ ἀμφὶ Τυφωέα γαῖαν ἱμάσσει” (Il. 2. 782) ἀντὶ τοῦ κεραυνώσει. §. ἀντεστραμμένως ‘καί σε ἱμάσθλῃ πλήξω.ʼ

18. * μέμνῃ] ἀλλαχοῦ τὸ ἐντελές· “μέμνηαι, ὅσα—πάθομεν κακά” (Il. 21 442).

〈ἢ οὐ μέμνῃ, ὅτε τε —ἐκρέμω] ταῦτα ὁ Ὕπνος παρέλιπεν, ὑπό- [*](B=) νοιαν φέροντα τῇ Ἥρᾳ· ἃ δὲ εἶπεν ἐκεῖνος, νῦν Ζεὺς παρέλιπεν· οὐ γὰρ ἔδει κατὰ ἀπόντος 〈θρασύνεσθαι〉.

20. * νεφέλῃσιν] ταῖς αἰθερίαις.

21. * ἐκρέμω] ἐκρέμασο, ἐκρέμαο, ἐκρέμω.

[*](B=)

ἠλάστεον] ἄλαστα ταῦτα εἶναι ἔφασκον, ἢ ἐταράσσοντο, παρὰ [*](B=) τὴν ἄλην.

κατὰ μακρὸν Ὄλυμπον] “μακρόν,” ὅτι ὅρος· τὸν δὲ οὐρανὸν “εὐρύν” [*](B=) φησιν. §. τινὲς δὲ γράφουσι “πρὶν τότε δή σʼ ἀπέλυσα πεδῶν, μύδρους δʼ ἐνὶ Τροίῃ κάββαλον, ὄφρα πέλοιτο καὶ ἐσ〈σ〉ομένοισι πυθέσθαι·” δείκνυνται γὰρ ὑπὸ τῶν περιηγητῶν οἱ μύδροι.

22. * παρασταδόν] ἢ βοηθητικῶς ἀπὸ τοῦ “ὅτε —πρόφρασ〈σ〉α [*](9. iteratur * πρώτη] ἀντὶ τοῦ προτέρα ‖ 12. προπαροξυτονητέον A, προπαρ- οξυντέον B ‖ μέσος δεύτερος ἀόριστος B ‖ 16. ὅτε τʼ ἀμφὶ Τυφωέι γ. ἱμάσσῃ codd. Il. ‖ τυφῶ ἰτέαν i.: corr. Bekker ‖ 17. ‘aut scribendum κεραυνώσει, ἀντεστραμμένως. κυρίως 〈δὲ〉 καὶ aut ante καὶ lacuna indicanda eatʼ W ‖ ἱμάσθλην ‖ 22. supplevi ex B ‖ 26. ἄλην B: ἄλλην ‖ 28. ποδῶν ut Eust.: corr. Heyne ‖ 29. πέλοιντο coni. Heyne ‖ 30. περιηγητῶν Eust.: περιπτηγῶν)

104
παρέστης” (Il. 10. 290), οἳ δὲ ‘ὃν δὲ λάβοιμί σοι παριστάμενον πρὸς τὸ βοηθῆσαι.ʼ

[*](B-)

23. ἀπὸ βηλοῦ] βαθμοῦ, παρὰ τὸ βήσω, Κράτης δὲ ὡς ἥλου. οὐ παράδοξον ἐν οὐρανῷ βηλὸν εἶναι, ὅπου καὶ πύλαι εἰσίν.

[*](B=)

24. * ὀλιγηπελέων] ὀλίγον ἔχων τὸ πέλειν.

[*](AB-)

θυμὸς ἀνίει] Ἀρίσταρχος “θυμόν·” τινὲς δὲ “θυμός” ἀντὶ τοῦ ὀργή· ἀμείνων δὲ ἡ Ἀριστάρχου γραφή· ἔστι γὰρ Ὁμηρικὴ ἡ φρά- σις· “οἳ σʼ ὠτειλὴν αἷμʼ ἀπολικμήσονται” (Il. 21. 122).

[*](B-)

25. * ἀζηχής] σκληρά, ἀπὸ τῆς ἄζης, ἥ ἐστι ξηρασία ἐναντία τοῖς θάλλουσι φυτοῖς, οἳ δέ, συνεχὴς καὶ ἄπαυστος· λέγει δὲ ἴσως τὴν διὰ τὴν ἀπάτην ὀργήν.

26. τὸν σὺ ξὺν Βορέῃ] ἴσως, ἐπεὶ τοὺς υἱοὺς αὐτοῦ ἀνεῖλεν Ἡροκλῆς. §. ἄδηλον δὲ πότερον Ἥρα καὶ Βορρᾶς ἀνέπεισαν τὰς [*](B+) θυέλλας, ἢ Ἥρα ἅμα Βο〈ρ〉ρᾷ καὶ τὰς θυέλλας ἔπεισεν. §. τὸ δὲ [*](A=) “τιθοῦσα” ὡς δραμοῦσα τονιστέον.

[*](A=B-)

27. 〈ἐπʼ〉 ἀτρύγετον 〈πόντον〉] ἄβυσσον, τρύγα μὴ ἔχοντα, ἢ ἄκαρπον παρὰ τὴν τρύγην, ὡς Εὐριπίδης, ἀκάρπιστα πεδία λέγων τὴν θάλασσαν (Phoen. 210). καὶ οἳ μὲν τὸ Μυρτῷον, οἳ δὲ τὸ Αἰγεῖον, οἳ δὲ ὑπὲρ τὴν ἄκρατον θάλασσαν. τινὲς δέ φασιν ἐπὶ Πελλήνην κατὰ Γιγάντων ἀπιόντα Ἡρακλέα πλανηθῆναι.

28. *Κόωνδε εὖ ναιομένην] ἢ διὰ τὸ ὄνομα, ἢ διὰ τὴν πρὸς ἀλλή- λους ὁμόνοιαν, ἥτις δυσεπίβατονξένοις ἐποίει τὴν νῆσον· ἢ πολύανδρον.

29. ἀνήγαγον αὖτις] πλεονάζει Ἀττικῶς ἡ ἀνά, ὡς “ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν” (Od. 12. 234) καί “ἐκ Τροίης ἀνιόντα” (Od. 10. 332). §. οἳ δὲ γράφουσιν “ἀπήγαγον αὖτις.”

30. *ἐμφαίνει, ὅτι καρτερὰν μάχην ἐνίκησεν.

[*](A+)

31. ἀπολήξῃς] διʼ ἑνὸς λ ὀρείλει γράφειν.

[*](B=)

* οὐκ εἶπεν ἀπατώμενος αὐτὸς παύσεσθαι, ἀλλὰ παύσειν αὐτήν, τὴν ἁμαρτίαν τὴν ἑαυτοῦ ἐπʼ ἐκείνην τρέπων.

22."*δῃς] “ἴδῃ χωρὶς τοῦ σ.

[*](A+)

33. *οὐδὲ παρὰ τοῖς περὶ Ζηνόδοτον ἦν· καὶ μήποτε περισσός ἐστιν.

[*](3. ἤλου Eust., ἤλω || 5. ἐχόντων τοῦ π. ‖ 6. ἀνίη ‖ 13. βορέας B, βορέης ‖ 14. ἔπεισεν B; ἔπεισαν ‖ 16. ἔχοντα B: ἔχουσαν ‖ 19. ἄκρατος W: εὔκρατος ut A || 20. Πελλήνην A: Παλήνην || 23. ἢ ante πλ. omisi ‖ 27. iteratur *διʼ ἑνὸς λ ὀφ. γρ. ‖ 28. πιύσεσθαι BekRer: παύσασθαι ‖ 29. τὴν ἑαυτοῦ ἁμ. B ‖ 31. οὔτε: corr.)
105

36."ἴστω νῦν τόδε γαῖα] κατὰ τῶν προγόνων ἢ τῶν ὁμοιογενῶν ὄμνυσι [*](B=) στοιχείων· τὸ γὰρ οὐράνιον πῦρ αἰθέρα καλεῖ ὁ ποιητής. διὰ τριῶν ἦν γὰρ ἔθος ὀμνύειν, ὡς Δράκων ἔταξε, Δία Ποσειδῶνα Ἀθηνᾶν· οἳ δὲ Δία Ποσειδῶνα Δήμητρα, ὡς Δημοσθένης ἐν τῷ 〈κατὰ〉 Τιμοκράτους (§ 151 p. 733 S.). καὶ ὁ ποιητὴς “Ζεῦ 〈τε〉 πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον” (Il. 2. 371) καὶ “Ζεὺς— ξενίη τε τράπεζα ἱστίη τʼ Ὀδυσῆος〉” (Od. 14. 158).

*τόδε] τοῦτο, περὶ οὗ ὁ ὅρκος ἐτέτακτο.

[*](B=)

38. *δεινότατος] σεβάσμιος· “δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον” [*](B=) (Il. 18. 394).