Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

39. νωίτερον λέχος] συμπαθῶς δελεάζουσα τῆς ἐκ παίδων μίξεως [*](B-) ὑπέμνησεν, “ὅτε πρῶτον—〈ἐ〉μισγέσθην φιλότητι” (Il. 14. 295). εἰς ὁμόνοιαν δὲ ἄνδρας καὶ γυναῖκας καλῶν ὁ ποιητὴς σεμνύνει τὴν κοινωνίαν, ὅρκον αὐτὴν μέγιστον ποιῶν. ὁ μὲν οὖν Ζεὺς φιλότητα καὶ εὐνὴν ὠνόμασεν (32), ἣ δὲ σεμνοτέραις ταῖς προσηγορίαις χρῆται οὐκ ἀξιοῦσα ἐκφαυλίζειν τὴν κοινωνίαν. διὸ καὶ προσέθηκε “τὸ μὲν οὐκ ἂν ἐγὼ —μὰψ ὀμόσαιμι” (40), ἀξιοπιστίαν προσφέρουσα τῷ λόγῳ· ὅθεν καὶ ἐμειδίασεν ὁ Ζεύς (47).

41. μὴ διʼ ἐμὴν ἰότητα] ἐσοφίσατο τὸν Δία, οὐ περὶ ὧν 〈κατη- γορεῖ〉 ἀπολογουμένη —τῆς ἀπάτης —ἀλλὰ διʼ ὃ χολᾷ τούτου ἑαυτὴν ἀλλοτριώσασα· καὶ μειδιᾷ Ζεύς (47). §. τὸ δὲ “μή” ἀντὶ τοῦ οὐ.

[*](A+)

44. τειρομένους δʼ ἐπὶ νηυσί] ἔλεον ὑπὲρ Ἑλλήνων κινεῖ καὶ [*](B=) ὑπεραπολογεῖται Ποσειδῶνος.

45. παραμυθησαίμην] παραινέσαιμι· συνωνυμεῖ γὰρ μῦθος καὶ [*](B=) αἶνος. τοσοῦτον ἀπέχω, φησί, τοῦ ἐναντιοῦσθαί σοι, ὥσ〈τε〉 κἀ- κείνῳ παραινεῖν. §. “καὶ κείνῳ·” ἐκ πλήρους ἐστὶν ὁ “καί,” ὡς καὶ αὐτῆς ἐπακολουθησάσης τοῖς Διὸς βουλήμασιν.

[*](A+)

46. * τῇ ἴμεν ᾗ κεν δὴ σὺ —ἡγεμονεύῃς] ταύτῃ πορεύεσθαι, ᾖ ἂν κελεύῃς σύ, καὶ ἐν παντί σοι ἡγεμόνι χρῆσθαι.

47. μείδησεν] ἢ διὰ τὸ λέχος ἢ διὰ τὸ ἀπολογήσασθαι καὶ ὑπὲρ [*](B-) Ποσειδῶνος ἢ διὰ τὸ ἰδεῖν αὐτὴν δείσασαν καὶ τὰ θυμήρη αὐτῷ ἐπαγγελλομένην· ἐνήργει δὲ ἄρα ὁ κεστός.

49. * εἰ μὲν δὴ σύ γ᾿ ἔπειτα] ἐκ παραλλήλου τὸ “ἔπειτα [*](B=) ἀντὶ τοῦ δή· “δὴ τότʼ ἔπειτʼ ἄνεμος μέν” (Od. 5. 391).

[*](3. ὀμνύναι B || 4. Δήμητραν ut B ‖ 7. supplevi ex B ‖ 14. αὐτὸν B ‖ 16. μὴ θέλουσα B || 25. supplevi ex B || 34. καὶ τότʼ codd. Od.)
106
[*](A-)

βοῶπις] οἳ μὲν “βοῶπι,” Ἀριστοφάνης δὲ “βοῶπις·” καὶ [*](B=) ἔστιν εὐφραδέστερον. §. τὸ δὲ “φρονέουσα” ἀντὶ τοῦ ὁμονοοῦσα. §. τὸ δὲ “καθίξοις” (50) ἀπὸ μέρους ἀντὶ τοῦ εἴης. §. γράφεται [*](A+) καὶ “ἐν ἀθανάτοισι.”

[*](B=)

51. *τῷ] ἀντὶ τοῦ ὁμοίως.

[*](B=)

52. μετὰ σὸν καὶ ἐμὸν κῆρ] ὑπαλλακτικῶς εἶπεν, ἀντὶ τοῦ ἐπὶ τὰ ὑπὸ σοῦ καὶ ἐμοῦ πραττόμενα καὶ νοούμενα.

[*](A=)

54. *κάλεσσον] γράφεται καὶ “κέλευσον.”

55. 〈Ἀπόλλωνα〉 κλυτότοξον] τινὲς “κλυτὸν αὐδήν·” οὐκ οἶδε δὲ αὐτὸν Ὅμηρος ᾄδοντα ἀλλὰ κιθαρίζοντα.

[*](A+B=)

56. ὄφρʼ ἣ μὲν μετὰ λαόν] ἀθετοῦνται ὡς περιττοὶ εἴκοσι καὶ δύο στίχοι, ὅτι οὐκ ἀρεστοὶ Ἥρᾳ, καὶ οὐκ ἐμπίπτουσι ταῖς ναυσὶν Ἀχιλλέως. καὶ εἰ ἔκρινεν ἀπολέσθαι Σαρπηδόνα, τί ἐκεῖ (Il. 433) οἰκτίζεται; καὶ ἡ παλίωξις οὐκ ὀρθῶς· ἀφʼ οὗ γὰρ Ἀχιλλεὺς ἐξῆλθεν, οὐκ ἐτράπησαν Ἀχαιοί. καὶ τὸ “Ἀθηναίης διὰ βουλάς” (71)· διὰ τί γὰρ μὴ διʼ Ἥρᾶς, καίτοι παρούσης; ῥητέον οὖν ὅτι σχῆμά ἐστιν ἡ προανακεφαλαίωσις, ὡς Ὀδυσσεὺς προαναφωνεῖ Τη- λεμάχῳ τὴν μνηστηροκτονίαν, ἀλλʼ οὐδὲν ἦσσον καὶ διὰ τῶν πρακ- τικῶν αὐτίκα διηγεῖται (Od. 16. 258)· ἔστι δὲ τῇ Ἥρᾳ εἰ καὶ μὴ νῦν τερπνά, ἀλλ᾿ οὖν γε χαρᾶς περιποιητικὰ τὰ λεγόμενα. πεσεῖν δὲ εἰς τὰς ναῦς (63)ἀντὶ τοῦ δεηθῆναι Ἀχιλλέως, ὥς φαμεν ‘ἐνέπεσεν εἰς τὰς χεῖράς σου.’ οἰκτίζεται δὲ τὸν Ἕκτορα κρίνων σὺν τῇ Ἰλίῳ ἀπολεῖσθαι (Il. 22. 168). πόθεν δὲ δῆλον, εἰ 〈μὴ〉 μετὰ θάνατον Ἀχιλλέως γε- γόνασι τροπαί, τό τε “Ἀθηναίη〈ς〉” (71), ἐπεὶ σὺν Ἐπειῷ τὸν ἵππον ἐποίησεν (Od.8.493). πρὸς δὲ τούτοις παραμυθεῖται τὸν ἀκροατήν, τὴν ἅλωσιν Τροίας σκιαγραφῶν αὐτῷ· τίς γὰρ ἂν ἠνέσχετο ἐμπιπρα- μένων τῶν Ἑλληνικῶν νεῶν καὶ Αἴαντος φεύγοντος, εἰ μὴ ἀπέκειτο ταῖς ψυχαῖς τῶν ἐντυγχανόντων, ὅτι οἱ ταῦτα πράξαντες κρατηθή- σονται.

*ὄφρ’ ἣ μέν] πρὸς τὸ πρῶτον ὑπήντησεν, ὡς τὸ “ἴδε δὲ Τρῶας καὶ Ἀχπιούς, τοὺς μὲν ὀρινομένους” (6).

58. πρὸς δώμαθ᾿ 〈ἱκέσθαι〉] δύναται ‘εἰς Ὄλυμπον’ λέγειν· φησὶ γοῦν “ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα” (161)· “γαῖα [*](4. μετʼ ἀθανάτοισι textus ‖ 17. προαν. B: προσανακεφαλαίωσις ‖ οὖν post Ὀδ. omisi ut B ‖ 19. εἰσι B, ἔσται ‖ 22. Σαρπηδόνα B Eust. pro τὸν Ἕκ- τορα ‖ κρ μὴ ἐν Ἰ. B ‖ 23. supplevi: ate γεγ. supplet W || 24. supplevi ex B)

107
δʼ ὅτι ξυνῆ καὶ μακρὸς Ὄλυμπος” (193)· καὶ ὁ Κύκλωψ “εὔχετο, χεῖρ᾿ ὀρέγων εἰς οὐρανόν” (Od. 9. 527).

63. * ἀεὶ ἐπὶ Ἀχαιῶν τὸ “πέσωσι·” “καὶ νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί” (Il. 11. 311).

64. 〈Πηλείδεω Ἀχιλῆος·〉 ὃ δʼ ἀνστήσει—Πάτροκλον] Ζηνόδοτος ἐνθένδε ἕως τοῦ “λισσομένη” (77) οὐδὲ ἔγραφεν· ἐοίκασι γὰρ Εὐριπιδείῳ προλόγῳ ταῦτα· ἐναγώνιος δέ ἐστιν ὁ ποιητὴς καί, ἐὰν ἄρα, σπέρμα μόνον τίθησιν· “κακοῦ δʼ ἄρα οἱ πέλεν ἀρχή” (Il. 11. 604)· τάχα δὲ ὁ ταῦτα ποιήσας 〈ἐποίησεν〉 καὶ τὸ “ᾠχόμεθ’ ἐς Θήβην (Il. 1. 366) καὶ τὸ “ἤρξατο δʼ ὡς πρῶτον Κίκονας δάμασε” (Od. 23. 310).

*Πηλείδεω Ἀχιλῆος] τινὲς λέγουσι λείπειν τὸ ἕνεκα· διὰ γὰρ τὸν Ἀχιλλέα ἔπεσον.

69. ἐκ τοῦ δʼ ἄν τοι] οὐ τοῦ νῦν, ἀλλὰ μετὰ τὸ ἀπολέσθαι Πάτρο- [*](B+) κλον· τινὲς δὲ ἣν ἐποίησε Πάτροκλος ἀπέλασιν τῶν νηῶν παλίωξιν καλοῦσιν.

71. Ἴλιον αἰπὺ 〈ἕλωσιν〉] ἀεὶ θηλυκῶς λέγει ὁ ποιητής· τινὲς οὖν [*](AB+) “Ἴλιον ἐκπέρσωσιν.”

72. παύω] οὕτως ἄνευ τοῦ σ. §. διὰ τί δὲ χολᾶ τοῖς Ἕλλησιν [*](AB+) οὕτως; προσποιεῖται 〈τελειῶσαι〉 τὴν ἱκετείαν Θέτιδος 〈καὶ〉 διὰ τὴν Ἥραν.

73. ἐνθάδʼ ἐάσω] ἔδει εἰπεῖν ‘ἐν τῇ μάχῃ·’ ἄκυρον γὰρ τὸ “ἐνθάδε.”

[*](B+)

75. ὥς οἱ ὑπέστην πρῶτον] καὶ μὴν Θέτιδι ὑπέσχετο ( Il. 1. 528). §. Ἀρίσταρχος ἀθετεῖ (74–77) 〈διὰ〉 τὸ “τίμησόν μοι υἱόν” (Il. 1. 505)· οὐδέποτε γὰρ κατηράσατο τοῖς Ἀχαιοῖς Ἀχιλλεύς.

κάρητι] τινὲς ἀπό τοῦ κάρη· Ἀρίσταρχος κάρη〈ς〉 ὡς “Δόρη〈,〉” (Il. 5. 9), ἵνʼ ἦ ἀρσενικῶς.