Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. Αὐτὰρ ἐπεὶ διά τε σκέλοπας] ἡ ἀναφορὰ πρὸς τὸ “πάπτηνεν [*](AB=) δὲ ἕκαστος, ὅπῃ φύγοι αἰπὺν ὄλεθρον” (Il. 14. 507). ἐνθάδε γὰρ τὸ πέρας τῆς διώξεως προσέθηκεν.

διά τε σκόλοπας 〈καὶ τάφρον ἔβησαν〉] ἢ ἀντὶ τοῦ διὰ σκολόπων [*](A+B-) καὶ τάφρου, ὡς “διά τʼ ἔντεα καὶ μέλαν αἷμα” (Il. 10. 298), ἢ τὸ ἑξῆς, διέβησαν. ἡ δὲ διακοπὴ τῆς λέξεως τὸ ταλαίπωρον καὶ δυσ- διέδευτον ἐμφαίνει· οὐ γὰρ ἔφυγον “τῇ περ Ἀχαιοὶ ἐκ πεδίου [*](5. ἀριστέων B ‖ 9. ἐκ δὲ τ. π. τὸ B: τὸ δὲ ἐκ τ. π. ‖ 11. ἠγρευμένα A B: ᾑρημένα ‖ 12. λομβάνειν A B ‖ 13. προπεσόντας B ‖ 20, 22. supplevi ex B ‖ 26. addidi: ἀρχὴ σὺν θεῷ τῶν σχολίων τῆς ὁ inscriptum)

100
νίσ〈σ〉οντο” (Il. 12. 118), ἀλλὰ διὰ τῆς τάφρου ἔφυγον. ἡ αὐτὴ διακοπὴ καὶ ἐν τοῖς “κατὰ πυρὸν ἄλεσσαν” (Od. 20. 109).

[*](AB=)

2. πολλοὶ δὲ δάμεν] τοῦτο διὰ μέσου· ἄλλοι γὰρ ἔδαμεν, ἄλλοι δὲ ἔφυγον.

[*](B=)

3. οἳ μὲν δὴ παρʼ ὄχεσφιν] οἱ ἔξω καταλειφθέντες· οὐδεὶς γὰρ σὺν ἵπποις εἰσῆλθεν ἢ Ἄσιος Ὑρτακίδης (Il. 12. 110)· ἢ τοὺς ἡνιόχους φησίν —εἶπε γὰρ “ἵππους μὲν θεράποντες ἐρυκόντων” (ib. 76) —ἢ αὐτοὺς τοὺς ἐκφυγόντας, θέλοντας ἑαυτούς τε ἐκ τῆς φυγῆς ἀναλαβεῖν καὶ περισῶσαι τὰ ἅρματα· διὸ καὶ “ἐρητύοντο” εἶπεν. ἡ γὰρ χρεία αὐτὴ καὶ οὐδεὶς ἄλλος κατεῖχεν αὐτούς. οὐ γὰρ ἀλλήλους ἐξεδέχοντο· τοῦτο γὰρ ἀεὶ κατηγορεῖ τοῦ ἤθους τῶν βαρβάρων· φαίνονται γὰρ ἀεὶ τῆς ἰδίας σωτηρίας φροντίζοντες.

[*](A=B-)

4. ὑπαὶ δείους] εἴωθεν Ἰωνικῶς αὐτὰ συναιρεῖν· “τοίου μιν θάρ- σευς πλῆσε” (Il. 17. 573) “ἐξ Ἐρέβευς ἄξοντα” (Il. 8. 368) “ἡμετέρου δʼ οὐκ ἔστι γένευς” (Od. 15. 533). ἢ ἐντελῶς “βέλεος 〈δέ〉 σε τείρει ἀκωκή” (Il. 13. 251), “ἄστεος ἀιὲν ὑπὲκ κατʼ ἀμαξ- ιτόν” (Il. 22. 146). ἀλλὰ νῦν ἡ κακοφωνία τῇ κοινῇ κράσει ἐποίησεν αὐτὸν χρῆσθαι, καὶ ἐν τῷ “ἥ ῥα κατὰ σπείους” (Od. 9. 330). §. Ἰωνικῶς οὖν συνάγει Ὅμηρος 〈τὰς γενικὰς τῶν οὐδετέρων.

ἔγρετο δὲ Ζεύς] καιριώτατα· εἰ γὰρ ἔτι βραχὺ τῆς μάχης ἀπέστησε τὸν Δία, οὐδὲν 〈ἂν〉 ἐκώλυ〈σ〉ε κατὰ κράτος ἁλῶναι τοὺς βαρβάρους.

5. Ἴδης ἐν κορυφῇσι 〈παρὰ—Ἥρης〉] ἔδει εἰπεῖν ‘ἐπὶ τῶν κο- ρυφῶν τῆς Ἴδης μετὰ τῆς Ἥρας κοιμώμενος·’ προστιθέασι δὲ καὶ τὸ “ἕζρτο δʼ ὀρθωθείς, μαλακὸν δʼ ἔνδυνε χιτῶνα” (Il. 2. 42).

[*](B=)

6. στῆ δʼ ἄρʼ ἀναίξας] ἀνορμήσας τῆς κατακλίσεως, συνῃσθημένος τῆς ἀπάτης καὶ ἑαυτοῦ κατεγνωκὼς ὅτι ὕπνωσεν.

6, 7. Τρῶας καὶ Ἀχαιούς, τοὺς μὲν ὀρισομένους] ὅτι ἀεὶ πρὸς τὸ πρῶτον ὑπαντᾷ ὁ ποιητής, ὡς καὶ ἐν τῷ “ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας. Βοιωτῶν μὲν Πηνέλεως (Il. 2. 493)· καὶ “〈Ἀμφίμαχος καὶ〉 Θάλπιος—υἷες 〈ὃ〉 μὲν Κτεάτου (ib. 620), “Ἀθηναίη τε καὶ Ἤρη —ἤτοι Ἀθηναίη ἀλέων ἦν, οὐδέ τι εἶπεν” (Il. 4. 20, 2) καὶ ἄλλα [*](B-) πολλὰ 〈παρα〉τίθησιν ὁ Ἐπαφρόδιτος. §. θαυμασίως δὲ ἐν τάχει [*](1. φεῦγον ‖ 2. πύρον καὶ ἤεσαν ‖ 4. ἔφυγον B: ἔφευγον ‖ 8. ἐκ om. B ‖ 11. ἐκδεχόμενοι B || ἔθους coni. Dindorf || 13. ὑπαὶδ δείους ut textus ‖ 15. γενικὴ || 16. τείχεος αἰὲν codd. Il. ‖ ὑπὲρ ‖ 17. φράσει B ‖ 18. χρήσασθαι A ‖ 19. suppl. || 20. ἔτι scripsi: ἐπὲ || 21. 〈σ〉 suppl. Bekker || 23. ἐπὶ scripsi: περὶ || 26. συναισθόμενος B ‖ 27. κοὶ B: ἢ ‖ 28. ἀεὶ W: καὶ || 33. suppl. W)

101
πάντα παρέλαβε, τῶν μὲν τὴν φυγήν, τῶν δὲ τὴν ἀριστείαν, τοῦ Πο- σειδῶνος τὴν βοήθειαν, τοῦ Ἕκτορος τὴν πάθην, ἵνα ἐκ πολλῶν φαίνηται κεκινημένος ἐπὶ τὴν ὀργὴν ὁ Ζεύς. περὶ δὲ τοῦ Ἕκτορος καὶ ἀναγ- καίως ἐπεξεργάζεται, “Ἕκτορα δʼ ἐν πεδίῳ ἴδε κείμενον” (9) καὶ “ὃ δʼ ἀργαλέῳ ἔχετʼ ἄσθματι” (10), ἵνα μὴ μόνον διὰ τὴν ἀπάτην χαλεπήνῃ, ἀλλὰ καὶ διʼ Ἕκτορα, ὃς διʼ αὐτὸν τοιάδε ἔπαθεν· φησὶ γὰρ πρὸς Πολυδάμαντα “ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι” (Il. 12. 235). ὡς Διὶ πεπιστευκὼς καὶ μαχόμενος. §. τὸ δὲ “ὀρινο- [*](B=) μένους” (7) μετὰ λύπης ταρασσομένους—“ὠρίνθη δέ οἱ ἦτορ” (Il. 16. 509) —μετὰ ἀπελπισμοῦ γὰρ ἔφευγον. §. τὸ δὲ “κλονέοντας (7) [*](B-) παρὰ τὴν κλίσιν, ἢ ἀπὸ τοῦ κατακλᾶν· καὶ γὰρ ἀπὸ τοῦ φθίω φθόη καὶ φθόνος.