Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

509. 〈βροτόεντʼ〉 ἀνδράγρια] ἀθετοῦσι διὰ τὸ ξένον τῆς λέξεως καὶ [*](AB=) μὴ κείμενον ἀλλαχοῦ. ἤτοι δὲ τὰ σκῦλα τὰ ἀπὸ ἀνδρῶν ἀγρευόμενα, ἢ ἀντʼ ἀνδρῶν· ὅταν γὰρ μὴ δυνηθῶσιν ἀνελεῖν, ἀλλʼ οὖν τὸν ἀναιρε- θέντα σκυλεύουσιν. ἐκ δὲ τοῦ παρακολουθοῦντος τὸ προηγούμενον, ἀντὶ τοῦ τίς πρῶτος τῶν Ἑλλήνων ἀνεῖλέ τινα τῶν πολεμίων; τοῦτο γὰρ ἀποκρίνονται αἱ Μοῦσαι. σημαίνει δὲ σκῦλα ἠγρευμένα παρὰ ἀνδρῶν· ἀγρεῖν γὰρ τὸ λαβεῖν.

* δεῖ νοεῖν, ὅτι κατὰ τὸ σιωπώμενον ἐσκύλευσαν τοὺς πεσόντας.

[*](AB=)

511. Ὕρτιον] πῶς ἐν τῷ διακόσμῳ (Il. 2. 858) οὐ μέμνηται αὐτοῦ;

512. * καρτεροθύμων] τινὲς “βαρβαροφώνων.”

516. * Ἀτρείδης] ὁ Μενέλαος· φησὶ γοῦν “οὐδὲ γὰρ οὐδὲ βίη [*](A+) Ὑπερήνορος ἱπποδάμοιο” (Il. 17. 24).

518. κατʼ οὐταμένην] ἐτυμολογικὸς ὁ τρόπος· οὕτω δέ φησιν [*](A~B=) ἐξιέναι τὴν ψυχὴν διὰ τὸ ἅμα 〈τῷ〉 αἵματι χωρίζεσθαι αὐτήν.

521. ἐπισπέσθαι] ἐπιδιῶξαι, ἐπακολουθῆσαι τῇ τῶν ποδῶν ὁρμῇ. [*](B=) §. παροξύνεται δὲ τὸ “ἐπισπέσθαι. §. τὸ δὲ “ὅμοιος” 〈προπαρ- [*](A+B=) οξύνεται· τὸ γὰρ “ὁμοῖος”〉 μεταγενεστέρων ἐστὶν Ἀττικῶν.

[*](A+B=)

522. * ὅτε τε Ζεύς] τινὲς “ὅτε δὴ θεός.”

*φόβον] φυγήν.