Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

8. μετὰ δέ σφι] ὡς “ἔκδηλος μετὰ πᾶσιν” (Il. 5. 2)· δηλοῖ δὲ [*](B-) καὶ τὴν ἐπί, ὡς “μεταίξας θάνατον τεύξειεν” (Od. 20. 11), καὶ τὴν πρές, 〈ὡς τὸ〉 “ἀλλʼ ἐξ ἁλὸς ἦλθε μετʼ αὐτούς” (Il. 20. 14) καὶ τὸ “θέω μετʼ ἀμύμονα Πηλείωνα.”

9. ἴδε κείμενον] πεπτωκότα, ὡς τὸ “ὃ δʼ ἐκʼ ἐννέα κεῖτο π〈έ〉- [*](B-) λεθρα” (Od. 11. 577). καὶ τὸ τέθαπται “ἔνθα μὲν Αἴας κεῖται” (Od. 3. 109). καὶ κυρίως “εἵματα μὲν δὴ κεῖυται” (Od. 6. 26), καὶ “κεῖται Πάτροκλος” ἀντὶ τοῦ ἀνήρηται (Il. 18. 20), καὶ τὸ νεκρὸν ἐρρῖφθαι, “κεῖται πὰρ νήεσ〈σ〉ι νέκυς” (Il. 22. 386), καὶ τὸ διάγειν, “κεῖτο παρὰ μνηστῇ ἀλόχῳ” (Il. 9. 550), καὶ τὸ ἔστιν, “θεῶν ἐν γούνασι κεῖται” (Il. 17. 514).

10. εἴαθʼ· 〈ὃ δέ〉] Ἀρίσταρχος ψιλῶς, ἀπὸ τοῦ εἰμί ἐκδεχόμενος [*](A+B-) ἀντὶ τοῦ ὑπῆρχον —“ἔνθʼ ἄρα οἱ μύλαι εἴατο” (Od. 20. 106) —ὁ δὲ Ἡρωδιανὸς δασύνει ἀπὸ τοῦ 〈ἕω τοῦ〉 δηλοῦντος τὸ κάθημαι· καὶ ἔστιν ἀντὶ τοῦ διέτριβον, ὡς “ἧυαι ἐνὶ Τροίῃ, σέ τε κήδων” (Il. 542)· καὶ λέγομεν παρακάθηται τὴν πόλιν ὁ στρατόςʼ ἀντὶ τοῦ προσ- εδρεύει. τῶν περὶ τῶν καθημένων τὸν Πρίαμον τὴν ἀσπίδα, ἀ⌈ντὶ⌋ τοῦ 〈ἐ〉πολιορκοῦντο. εἰ δὲ ἐψιλοῦτο, ἦν ἄν, φησὶ κοώμενος, ἀντὶ τοῦ ἦσαν ἔασαν· ἔστιν οὖν ‘περιεκύκλουν αὐτόν.ʼ

[*](4. ἐπεργάζεται B ‖ εἶδε ‖ supplevi ex B 10. ἔφυγον B || 14. τεῦξε B ‖ 16. ‘confusa ex “θέω μετά σʼ αὖθις” (Il. 10. 63) καὶ κυρίως “κάλλιστος— μετʼ〉 ἀμύμονα Π.” (Il. 2. 674) videutur’ ‖ 18. τεθάφθαι coni. Bekker ‖ 19. μέν τοι κεῖται codd. Od. ‖ 21. παρὰ || 25. ἀντὶ τοῦ B: τὸ ‖ 26 supplevi ex B ‖ κάθομαι ‖ 27. εἷμαι ‖ τε κἡδων scripsi: τʼ ἐκεῖ εἶδον ‖ 28. παρακάθεται || 29. turbata ‖ 30. ἦν scripsi: ἢ ‖ κοώμενος corruptum: πλανώμενος coni. || 31. περιεκύκλουν scripsi: περικυκλοῦν)
102
[*](B-)

κῆρ ἀπινύσσων] ἀπίνυτος [ὢν τὴν] ψυχήν—“δοκέεις δέ μοι οὐκ ἀπινύσσειν” (Od. 5. 342)—οἳ δὲ ἀναισθητῶν· πινυτὸν γὰρ τὸ αἰσ- [*](B=) θητόν. §. τινὲς δὲ “κῆρα 〈πινύσσων〉·” οὐδαμοῦ δὲ τὸ πινύσσειν ἐπὶ τοῦ προσδοκᾶν ἔτ⌈ αξεν Ὀμηρος⌋. πῶς δὲ δύναται προσδοκᾶν ὁ ἐσκοτωμένος καὶ ψυχορραγῶν ὑπὸ τῆς πληγῆς;

[*](A+)

ἀπινύσσων] Ἀρίσταρχος διὰ δύο σ· Ἀριστοφάνης “ἀπινύσκων.” §. βαρύνεται δέ, ὡς μείρω ἀμείρω.

*ἀργαλέῳ ἔχετʼ ἄσθματι] συνείχετο οὐκ εὐπόρῳ ἀλλʼ ἀσθενεῖ πνεύματι.

[*](A+)

11. * αἷμ’ ἐμέων] καὶ ἄνω “αἷμ’ ἀπέμεσ〈σ〉εν” (Il. 14. 437).

[*](A+)

ἀφαυρότερος] ἀσθενὴς ὅσον ἀφῇ· ἐνίοτε δὲ ἐκ πλήρους φησίν· “οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν ἔμμεναι, ἀλλʼ ὤριστος” (Od. 17. 415).

[*](B-)

13. δεινὰ δʼ ὑπόδρα ἰδών] πῶς ὁ κεστὸς οὐκ ἐπράυνεν αὐτόν; ἐρώτων ἐστὶ κινητικός· ὃ καὶ ἔπραξεν· εἰκότως δὲ 〈χαλεπαίνει〉 ψευδὴς ἀποδειχθεὶς πρὸς Θέτιν καὶ Ἕκτορα, ᾧ ὑπέσχετο, ἕως 〈ἂν〉 δύνῃ ὁ ἥλιος, εὐδοκιμήσειν· ἄλλως τε ἡ περὶ αὐτὸν ἀπάτη ὑπεροχῆς ἦν ἐλάττωσις, καὶ μετὰ τοσαύτας ἀπειλάς.

[*](B=)

14. κακότεχνος] ὁ ἐπὶ κακῷ τεχνηθείς· ἔστι γὰρ καὶ χρηστὸς δόλος. τὸ δὲ ἑξῆς, “μάλα ἀμήχανε, 〈ἦ δὴ κακότεχνος σὸς δόλος.ʼ [*](B=) §. “ἀμήχανε” δέ〉, πρὸς ἣν οὐκ ἔστι μηχανήσασθαι “σὺ δʼ ἀμήχανος ἐσσί, γεραιέ” (Il. 10. 167). δηλοῖ δὲ καὶ τὸ ἄπορον· “καὶ ἀμή- χανα ἔργα γένοντο” (Il. 8. 130). καὶ πολλάκις δὲ ἁμαρτάνοντες ἐπὶ τοὺς πλησίον ἄγομεν τὴν αἰτίαν.

*ἀμήχανε] ἀμηχάνητε, ἀνίκητε.

[*](A-)

15. Ἕκτορα δῖον] ὅτι ἀφʼ ἑαυτοῦ “δῖον” ἐκάλεσε τὸν Ἕκτορα. καὶ ἑξῆς τὴν θάλασσαν “ἢ εἰς ἅλα δῖαν” (161), πρὸς τὸ μὴ ὑποπ- τεύειν τὰ Ὀδυσσειακά· “περὶ δʼ ἱρὰ θεοῖσιν ἀθανάτοισιν ἔδωκε” (Od. 1. 66) καὶ “πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην” (ib. 65, Il. 10. 243). οἳ δὲ παρὰ τὸ δέος, ἐπεὶ καὶ ἄδειαν τὴν ἀφο- βίαν καλοῦμεν.

ἐφόβησε δὲ λαούς] τινὲς “ἐφόβησε δʼ Ἀχαιούς” ἀντὶ τοῦ [*](1. 4. supplevi abscissa ex B ‖ 4. πῶς δὲ δύναται B: πρῶτος δὲ νέαται ‖ 6. σσ ‖ 8. οὐκ B: οὖν || 10. ἀπέμασσεν A ‖ 11. ἀσθενεῖ B: ἀθετεῖ ‖ 15, 20, 21. supplevi ex B ‖ 16. ᾧ W : ὁ ‖ 28. τὰ Ὀδυσσειακά scripsi, τὰ ἐν Ὀδυσ- σείᾳ A: τὰ Οδύσσεια κακά ‖ ἱερὰ ‖ 29. Ὀδυσσῆος)

103
‘φοβεροὺς ἐποίησεν,ʼ ὡς “πάντας μέν ῥʼ ἔλπει” (Od. 2. 91) ἀντὶ τοῦ “ἐλπίζειν ποιεῖ.’