Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

492. τῷ δʼ ἄρʼ ὑπὸ μήτηρ μοῦνον τέκεν] πιθανῶς εἰς τὸ παθητικὸν αὐτὸν μόνον φησὶ γενέσθαι τῷ πατρί, 〈καὶ〉 τἆλλα αὐτῷ εὖ ἔχειν πράγματα· τετιμῆσθαι γὰρ ὑπὸ Ἑρμοῦ. συνιστὰς οὖν τοὺς ἀναιρου- μένους θεραπεύει τοὺς ἀνελόντας.

[*](B+)

493. *θέμεθλα] θέσιν, ῥίζαν.

[*](B~)

494. γλήνην] τὴν κόρην, παρὰ τὸ γλαύσ〈σ〉ειν.

[*](AB+)

499. ὃ δὲ φὴ κώδειαν ἀνασχών] “φή” ὡς· ἀλλʼ ἔστι νεώτερον· ἄμεινον οὖν παραλελεῖφθαι τὸ ὡς—“Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθαι” (Od. 21. 216)—καὶ ἐκ παραλλήλου εἶναι τὰ “φῆ” [*](B=) “πέφραδεν” “ηὔδα.” §. κώδεια δέ ἐστιν ἡ κεφαλὴ τῆς μήκωνος. φαντάζει δὲ ἡ ἐπʼ ἄκρου τοῦ δόρατος ἐμπεπαρμένη κεφαλὴ τὴν ἐπὶ καυλῷκώδειαν. §. . . . περὶ σκόλοψιν. §. Ἀρίσταρχος δὲ τὸ “φῆ” ῥῆμα [*](A=) ἐκδέχεται καὶ ἀθετεῖ τὸν ἑξῆς· δύναται δὲ καὶ δισσολογία εἶναι, ὡς τὸ “τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος (Od. 11. 342). ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο” (Od. 7. 158), “ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνό- μαζεν·” ἢ τὸ “πέφραδε” (500) διεσήμαινεν· πρὸς δὲ Ζηνόδοτόν φαμεν, ὡς οὐδέποτε τὸ “φή” παρὰ τῷ ποιητῇ ἀντὶ τοῦ ὡς παραλαμβάνεται.

[*](3. οἱ περὶ Ζηνόδοτον B ‖ 10. διάκτορος B: διάκτωρ ‖ 〈γὰρ καὶ〉 et 11. supplevi ex B || 12. ἐπʼ Bekker: ἀπὸ ‖ 12, 13. locus turbatus, pro Τυδεῖ debebat ‘Ἐριχθονίηῳ’ et pro χίλιαι ἵπποι fortasse “χίλιʼ ὑπέστη” (Il. 1. 244) || 14. suppl. W || 17. supplevi ex B || 18. δὲ pro οὖν B || 19. ἀναιροῦντας B || 21. γλαύσσειν Et. M.: αἰγλήεσσαν εἶναι B, γλαύσειν ut Orion || 23. παρα- λελῆφθαι, at cf. D || 24. εἶναι τὸ φησι ‖ 27. lacunam indicavit W, cf. Il. 18. 177 || 29. ὀψὲ δὲ δὴ μετέειπε codd. Od. 7. 155)
99

504. *ἐλθόντι] ὑποστρέψαντι.

*γανύσσεται] μεταφορικῶς· γάνος γὰρ τὸ λάμπρυσμα.

[*](B+)

505. * σὺν νηυσί] ἀντὶ τοῦ ἐν νήεσσιν.

508. * ἔσπετε νῦν μοι] οὐκ ἀσκόπως προοιμίῳ χρῆται· καινότης [*](B=) γὰρ γέγονε μάχης, τῶν ἀρίστων ἀμειψάντων τὰ ὅπλα.