Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

476, 7. ἔνθʼ Ἀκάμας Πρόμαχον—ὃ δʼ ὕφελκε] τῶν τὴν δευτέραν [*](B=) τάξιν ἐχόντων ἐστὶν οὗτος. §. ποικίλως δὲ πάνυ ἀντέστρεψε τὰ πράγ- [*](B=) ματα, προτάξας μὲν τὴν ἀναίρεσιν, ἐπαγαγὼν δὲ τὸ τί πράττων ἀνῃρέθη.

479. ἰόμωροι] ἰοῖς μόρον ἐπάγοντες, ἢ περὶ ἰοὺς κακοπαθοῦντες, ἢ [*](B=) ἰοὺς ὀξεῖς ἔχοντες· μόρον γὰρ τὸ ὀξὺ Κύπριοι, 〈ὅθεν〉 καὶ “ὑλακόμωροι” (Od. 14. 29, 16. 7). §. ὅρα δὲ οἷόν ἐστι τὸ βάρβαρον ἦθος. ὀνειδίζει [*](B-) γὰρ αὐτοῖς, ὡς παρὰ τοῖς Τρωσὶν οὐκ ὄντων τοξοτῶν.

* ἀπειλάων ἀκόρητοι] μὴ πληροῦντες τὰς ἀπειλάς, ἀπλήρωτα [*](B=) καυχώμενοι.

[*](2. διπλώσεις: corr. Bekker ‖ 3. τροπῆ Bekker: γράφει ‖ 4. ἡνίῳ B || 7. μωνύχων Aristoteles ‖ 8. supplevi ex B ‖ περὶ B: παρὰ || 11. ἀφῃρέθη W: ἀνῃρέθη ‖ 14. προαρξαμένου B || 17. συνῄεαντν ‖ συλλογῆ B, συναιρέσει ‖ 19. supplevi ex A ‖ 21. ὡς ἀμφιβάλλοντος ἐκείνου B ‖ 24. ἀνέστρεψε B || 26. μοῖραν διδόυτες B ‖ περὶ αὑτοὺς B ‖ 27. ἰοὺς B: τοὺς ‖ 29. αὐτοῖς ὡς W: αὐτῷ ἴσως)
98

481. *κατακτανέεσθε] κτανθήσεσθε.

483. *κασιγνήτοιό γε ποινή] ἡ ἐπὶ τῷ κασιγνήτῳ ποινή.

[*](AB+)

485. Ἄρεως ἀλκτῆρα λιπέσθαι] Ζηνόδοτος “ἀρῆς,” ἵνʼ ᾖ ἐπὶ πάσης βλάβης. §. καὶ ἐν Ὀδυσσείᾳ (16. 97) “οἷσί περ ἀνὴρ μαρνα- μένοισι πέποιθε.”

[*](B=)

488. *ὡρμήθη δʼ Ἀκάμαντος] λείπει ἡ κατά.

[*](B=)

ὃ δʼ οὐχ ὑπέμεινεν ἐρωήν] ἔφρασεν αὐτὴν διὰ τοῦ “ὡρμήθη.”

[*](B+)

491. Ἑρμείας Τρώων 〈ἐ〉φίλει 〈καὶ κτῆσιν ὄπασσεν〉] τὰς εὐποτ- μίας εἰς τοῦτον ἀνάγουσιν. διὸ τὸ κοινὸν τῶν θεῶν 〈ε〉ἰδικὸν αὑτοῦ ἔχει· διάκτορος 〈γὰρ καὶ〉 δώτωρ ἑάων· καὶ κλέπτης δέ ἐστιν, ἐπεὶ εὐχερές [*](B-) ἐστιν αὐτῷ, ὡς τὸ δοῦναι, καὶ 〈τὸ〉 ἀφελέσθαι. §. ἐπιμελῶς δὲ ἐκτη- νοτρόφουν οἱ παλαιοί, ὡς ἐπʼ Ὀδυσσέως. καὶ τῷ Τυδεῖ “τρισχίλιαι ἵπποι” (? Il. 20. 221) καὶ ἄλλῳ “χίλιαι ἵπποι·” ὁμοίως καὶ “ἀλφε- σίβοιαι” (Il. 18. 593). καὶ νόμιος 〈ὁ〉 θεός, καὶ “Ἑρμῇ, Μαιάδος υἱεὶ” (Od. 14. 435).

[*](B=)