Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

808. ἀλλ᾿ οὐ σύγχει θυμόν] μετὰ τοῦτον Ζηνόδοτος γράφει “λίην γάρ σφιν πᾶσιν ἐκέκριτο θάρσεϊ πολλῷ.”

[*](Α+)

809. βιβάσθων] βαρυντέον, εἴτε ἀπὸ τοῦ βιβῶ ἐγένετο εἴτε ἀπὸ τοῦ βιβαστός. Ἀρίσταρχος δέ φησιν, “ἐὰν ὀξύνηται, ἔσται μακρὰ διαβάς.”

[*](B=)

810. δαιμόνιε, σχεδὸν ἐλθέ] δαιμονίως τὸ “ἐλθέ·” τὸν μὲν γὰρ κίνδυνον ἴδιον αὐτῷ καθίστησι διὰ τοῦ “σχεδὸν ἐλθέ,” τὴν δὲ ἀρετὴν κοινὴν ἀπάντων· “οὔ τοι τι μάχης ἀδαήμονές εἰμεν” (811).

811. 〈οὔ τοι τι μάχης) ἀδαήμονές εἰμεν] ‘ἀμύνειν γὰρ ἴσμεν,’ ἵνα τὴν μὲν ἀτυχίαν κοινοῖτο, τὸ δὲ ἕτερον μή· μετρίως δὲ οὐκ ‘ἔμπειροί ἐσμεν’ φησίν, ἀλλ᾿ ‘οὐκ ἀδαήμονες·’ τούτοις δὲ ἀντιτιθ〈έ〉ναι ἄξιον τὰ Ἕκτορος, “αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας” (Il. 7. 237).

812. μάστιγι] τῇ πληγῇ, μεταφορικῶς.

[*](B=)

814. ἄφαρ] ῥᾳδίως, παραχρῆμα· τινὲς δὲ ‘ἐέλπεται ἄφαρ ἐξα〈λα〉- πάξειν, εἰσὶ δὲ χεῖρες καὶ ἡμῖν. ὥστε ἀμύνει.’ ἤ, εἰσὶ καὶ ἡμῖν χεῖρες, ὥστε ἄφαρ ἀμύνειν.

[*](B+)

818. ἀρήσῃ Διὶ πατρί] οὐ προμαντεύεται ἀλλὰ στοχάζεται ἀκούσας Ἀχιλλέως “ἀμφὶ δέ τοι τἠμῇ κλισίῃ —Ἕκτορα καὶ με- μαῶτα μάχης σχήσεσθαι ὀίω” (Il. 9. 654).

819. * θάσσονας ἰρήκων] πολλὴ ὑπερβολὴ τοῦ δέους.

822. “ἐπί] ὀπίσω.

[*](B-)

824. ἁμαρτοεπές] τῶν βελτίστων λόγων ἁμαρτάνων, ὡς “μοιρη- γενές” (Il. 3. 182)· ἐπιλέλησται δὲ τοῦ “ἐπειδὴ δῶκε θεὸς μεγε- θός τε βίην τε καὶ πινυτήν” (Il. 7. 288)· τοιοῦτον γὰρ ὁ ἄνθρωπος· ὅταν μὲν κινδύνῳ συσχεθῇ, ταπεινοῦται, ὅταν δ᾿ ὑπεκρυῇ, ἀφη- νιάζει.

[*](AB-)

βουγάιε] τὴν γῆν ἐργαζόμενε βοῦ, διὰ τὸ δυσκίνητον καὶ μὴ δρομικόν, ὡς Ἀχιλλεύς, καὶ μέγα τοῦ σώματος. ἢ ἐπὶ τῇ ἀσπίδι γαίων. ἢ ἐπειδὴ εἶπε “χερσὶν ὑφ᾿ ἡμετέρῃσιν” 816)· καὶ Ἶρος γὰρ ἔλεγεν “ὃν ἂν κακὰ μητισαίμην” (Od. 18. 27). οἳ δὲ “βου- κάιε” ὅ ἐστιν ἄγροικε, “βουκαῖός τ᾿ ἀλέγοι καὶ ὀροιτύπος” Νί- κανδρος (Thet. 5)· οἳ δέ φασιν, ὅτι Δουλιχῖται καὶ Σάμιοι τοὺς [*](2. πᾶσι κέκριτο θάρσει ‖ 9. ἀμύνειν μὲν γὰρ ἴσμεν vel ἀμύνειν μὲν χεῖρές εἰσι cf. v. 81 W, ἄμεινον γάρ εἰσιν ‖ 10, 11. ἐμπείροις φήσομεν ἀλλ᾿ : corr. Bekkerr ‖ 14, 15. ἐξαλαπάζειν B ‖ 23. ἐπεί τοι textus ‖ 25. ὅτε ‖ ὅτε ‖ ὑπεκρρυῇ ‖ 29. καὶ ἰατρὸς: corr. Bekker ‖ 30. καὶ μητ. || 31. βοῦ καὶ ὀστᾶ λέγοι κ. ὀροιτύπος)

57
ἐσθίοντας τὸ γάλα μηδὲν δὲ ἰσχύοντας βουγαίους καλοῦσιν. §. Ζη- νόδοτος δὲ “βουγήιε” γράφει· Ἀρίσταρχος “βουγάιε.”

[*](Α+)

825. Διὸς πάις] δʼ εὔχεται, καὶ παῖς Διὸς εἶναι καὶ δι᾿ ὅλου [*](B=) ὡς θεὸς καὶ ἐξ Ἥρας καὶ ἴσος Ἀθηνᾷ 〈καὶ Ἀπόλλωνι〉.

826. * τέκοι δέ με—(Ἥρη] τεχθεὶς εἴην ὑπὸ Ἥρας.

827. ὡς τίετ᾿ Ἀθηναίη] ἔνθεν Ἀθηναῖον ὑπονοοῦσιν Ὅμηρον —πα- τρύον γὰρ τιμῶσιν Ἀπόλλωνα ἤ, ὅτι οὗτοι μόνοι πιστεύονται τὴν αἰγίδα, τιμᾶσθαι αὐτούς φησιν.

829. * πεφήσεαι] ἐκ τοῦ φῶ τὸ φονεύω.

830. * μακρόν] κατὰ βάθους ἐρχόμενον.

λειριόεντα] ἀνθηρόν, σκιατραφηθέντα. §. “χρόα” δὲ καλεῖ τὴν [*](B=) ἕως ὀστῶν σάρκωσιν.

831. * δάψει] Ἀκαρνᾶνες. §. ῥήξει.

κορέεις κύνας] ὄντως νεμεσητόν· ὁ γὰρ περὶ λύμης σώματος [*](B+) ἀπειλῶν αἰκισθήσεται περὶ σῶμα.

832. * ἐπὶ νηυσίν] τινὲς “〈παρὰ〉 νηυσίν” γράφουσιν.

[*](Α=)

835. ἐπίαχον] δηλονότι ἀνθιστάμενοι, ὥστε ἐκ τῆς ἑκατέρων [*](Β=) βοῆς μέγαν τινὰ ἦχον γενέσθαι.

836. * ἐπιόντας] οὓς ἐπήγετο ὁ Ἕκτωρ.

837. ἵκετ᾿ αἰθέρα] ἐν τάχει τὸ μέγεθος τῆς βοῆς ἐσήμανεν εἰς [*](B=) ὅσον ἤρθη· τὸ γὰρ μέγιστον ἔξαρμα οὐρανός ἐστι καὶ γῆ.

Διὸς αὐγάς] τὸν οὐρανόν· “δι᾿ αἰθέρος οὐρανὸν ἧκεν” (Il. [*](B-) 2. 458)· οἳ δὲ “Διός” τοῦ ἡλίου, Πλατωνικῶς· οἳ δὲ τὰ ὑψηλὰ τῶν ὀρῶν· οἳ δὲ αὐλάς, ἐπεί φησι “Ζηνός που τοιήδε γ᾿ Ὀλυμπίου ἔνδοθεν αὐλή” (Od. 4. 74), “Ζεὺς δ᾿ ἔλαχ᾿ οὐρανὸν εὐρὺν ἐν αἰθέρι” (Il. 15. 192).