Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. Νέστορα] ἀπάγει ἡμᾶς ἀπὸ τοῦ ὁμοειδοῦς, μὴ θέλων ἐπιμένειν τοῖς Ἑλληνικοῖς ἀτυχήμασιν.

[*](Α-)

οὐκ ἔλαθεν] σημαίνει καὶ τὸ ἐκ προαιρέσεως μαθόντα παραπέμ- ψασθαι· “καὶ τότ᾿ ἐγὼ Κίρκης —λα〈ν〉θ〈αν〉όμην” (Od. 12. 226, 7) καὶ “ἢ λαθέτ᾿ ἢ οὐκ ἐνόησεν” (Il. 9. 537).

[*](B+)

οὐκ ἔλαθεν ἰαχή] τὸ ἰδίωμα τῆς βοῆς οὐκ ἔλαθεν αὐτὸν ὡς πάλαι πολέμων εὖ εἰδότα. καὶ Μενέλαος οὖν φησι “τῷ ἰκέλη, ὡς εἴ ἑ βιῴατο’ (Il. 11. 467).

[*](B-)

πίνοντά περ ἔμπης] ἀκολάστως φασὶ πίνειν αὐτόν· ἢ τάχα τὸν κυκεῶνά φησιν, ὃς εἶχε καὶ οἶνον. τινὲς δὲ στίζουσιν εἰς τὸ “ἰαχή,” καὶ τὸ ἑξῆς, ἀλλὰ καὶ πίνοντα τὸν Ἀσκληπιάδην προσεῖπεν· τινὲς δὲ τὸ “ἔμπης” ἀντὶ τοῦ ‘ὁμοίως τῷ Μαχάονι,’ ὡς τὸ“ἔμπης εἰς γαῖάν τε καὶ οὐρανόν” (174), “σὺ δὲ χαῖρε καὶ ἔμπης” (Od.5.205)ὁμοίως παρών τε καὶ ἀπών, τόν τε “πέρ” πλεονάζειν, ὡς ἐν τῷ “μηδέ μοι ἦτορ ἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον” (Od. 17. 46, 7).

[*](B=)

ἄλλως: πίνοντά περ] οὐχ ὅτι παράδοξον τὸ πίνοντα κραυγῆς ἀκοῦσαι, ἀλλ᾿ ὅτι καὶ πίνων ὅμως παρεφύλαττε τὰ ἐπὶ τοῦ πολέμου γινόμενα· ἐπάγει οὖν “μείζων δὴ παρὰ νηυσὶ βοή” (4), δηλῶν ὅτι καὶ πρὸ τῆς βοῆς προσεῖχεν· δηλοῖ οὖν, ὡς οὐδὲν 〈ἡ〉 χρεία τῶν ἡδέων κατὰ τὴν δίαιταν τοῖς σπουδαίοις ἐμποδὼν πρὸς ἐπίσκεψιν γίνεται.

[*](B=)

2. ** 〈Ἀσκληπιάδην— προσηύδα] τὸ ἑξῆς, πρὸς Ἀσκληπιά- δην. Ξάνθης δὲ καὶ Ἀσκληπιοῦ υἱὸς Μαχάων.

3. δῖε Μαχᾶον] ὡς Ἀνδραῖμον.

[*](B=)

* ἔσται] γενήσεται.

[*](B=)

4. θαλερῶν] ἀπὸ τῶν φυτῶν· λείπει δὲ τῷ λόγῳ τὸ ἐστίν.

[*](Α-B=)

5. πῖνε καθήμενος] ἀντὶ τοῦ πῖθι, ὡς “διεφαίνετο χῶρος πιπ- τόντων” (Il. 10. 199) ἀντὶ τοῦ πεσόντων. ὡς δὲ ἐπιπολαίας οὔσης τῆς πληγῆς καὶ ἰατρὸς ὢν καταφρονεῖ τῆς διαίτης. §. οἳ δὲ γράφουσι “μίμνε καθήμενος ἐν κλισίῃσιν.”

[*](B=)

6. **〈εἰς ὅ κε〉 θερμὰ λοετρὰ 〈—θερμήνῃ〉] προανακτησάμενος αὐτὸν ποτῷ καὶ κυκεῶνι λούει, οὐ τὰ θερμὰ δὲ “θερμήνῃ” (7), ἀλλὰ θερμήνῃ ἅ ἐστι θερμαντικά.

[*](1. τῶν ἄλλων B ‖ 9, 10. ὡς ἠὲ βιώσατο || 17. ἐνὶ στ. ‖ 21. supplevi ex B ‖ 22. πρὸς τὴν τῶν σπουδαίων ἐπίσκεψιν Eust. ‖ 32. προανακτησά- μενος B: προαναστήσας ‖ 34. θερμαντικά B: θερμὰ λουτρά)
59

7. ἄπο βρότον] ἀναστρεπτέον τὴν πρόθεσιν. §. διὰ δὲ τὸ ἀτονεῖν [*](A+B=) οὐκ εὐθέως ἔλουσεν αὐτόν. §. βροτὸς ὁ ἄνθρωπος ὁ φονευτός, [*](B=) βρότος δὲ ὁ φόνος.

[*](B+)

8. *εἴσομαι] ὄψομαι, ἢ γνώσομαι.

[*](B=)

εἰς περιωπήν] ὅθεν ἔστι περιοπτεύειν· ἢ κρημνός (Il. 12. 54), [*](B–) ἢ πρύμνα νεώς, ὡς Ἀχιλλεύς (Il. 11. 600)· καὶ ᾤετο μὲν μόνως ἀφʼ ὕψους ἰδεῖν, ἐξελθὼν δὲ τῆς σκηνῆς εἶδεν αὐτοὺς πλησίον ἤδη γεγο- νότας. §. ὄπτω ὀπή, ὡς τὸ κλέπτω κλοπή.

9. τετυγμένον] εὔτυκτον, ὡς “ποιητὰς—πύλας” (Il. 12. 470), [*](B–) ὀρυκτὴν τάφρον (Il. 8. 179), “〈ἅρμασι〉 κολλητοῖσιν” (Il. 23. 286)· λείπει γὰρ ἐν ὅλοις τὸ εὖ.

9, 10. σάκος—Θρασυμήδεος] διδάσκει, ὅπως δεῖ περὶ κτημάτων [*](B–) παῖδας πατράσι διακεῖσθαι· ἴσως δὲ ὑποχωρῶν τῆς μάχης καὶ πρῶτος νοήσας τὸ Ποσειδῶνος τὴν κρείττω ἀσπίδα ἀφῆκε τῷ υἱῷ, ἵνα ἀπιὼν μὴ φυγῆς δόξαν ἀπενέγκηται, ὡς καὶ Ἕκτωρ τὸ ἅρμα λιπὼν ἄπεισιν εἰς τὴν πόλιν (Il. 6. 103).

12. ἄλκιμον] κατὰ ἀναφορὰν τὴν ἐπὶ τὸν φοροῦντα. §. “ἀκαχ- [*](B=) μένον” δὲ ἀκὴν ἔχον, ἠκονημένον, μὴ εἶκον, σκληρόν, ἀντίτυπον.

[*](B=)

13. τάχα δʼ εἴσιδεν] δαιμονίως τὴν ἔπειξιν τοῦ πρεσβύτου παρέ- [*](B+) στησεν· οὐ γὰρ προσωτέρω προελθὼν περισκοπεῖ, ἀλλʼ ἅμα τῷ τῆς σκηνῆς ἐκτὸς γενέσθαι.

*τάχα] ταχέως.

[*](B=)

14. τοὺς δὲ κλονέοντας] τῇ ἐπιφορᾷ διέστειλε τὴν ἀμφιβολίαν, [*](B=) ὡς “ἣ δʼ ἑτέρη θέρεϊ προρέει” (Il. 22. 151)· ἐδήλωσε γάρ, ὡς ἡ πρώτη χειμῶνος ῥεῖ.

15. ἐρέριπτο δὲ τεῖχος] ἀντὶ τοῦ ἀνερήριπτο. §. αὔξει δὲ τὴν συμφορὰν ὡς φιλέλλην· ἡ ἔπαλξις γὰρ ἦν πεσοῦσα.

[*](B=)

16. πορφύρῃ] μελαίνηται, ὅθεν καὶ “πορφύρεος θάνατος” (Il. 5. [*](A+B=) 83)· ἢ κατὰ βάθους κινῆται· πορφύρειν γὰρ τὸ κατὰ βάθος με- ριμνᾶν.

*πορφύρῃ] Ζηνόδοτος διὰ τῆς ει διφθόγγου.

[*](A=)

κύματι κωφῷ] ἀφώνῳ, μηδέπω παφλάζοντι καὶ κωφῷ, οἳ δὲ τῷ [*](A+B=) ἀροίζῳ· “κωφὴν” δὲ “γαῖαν” (Il. 24. 54) τὴν ἀναίσθητον. τοῦτο δὲ [*](6. μόνος pr. ‖ 11. εὖ B: σὺν ‖ 12. διδάσκει B: δίδαγμα ‖ 28. πορφύρει B ‖ μελαίνεται B ‖ 29. κινεῖται ‖ βάθος μ. B: βάθους ‖ 31. ἐν τῇ Ζηνοδότου A ‖ 32, 3. κωφὸν ὕδωρ τὸ ἄροιζον B)

60
Ἀττικοὶ “κολόκυμα” (Aristoph. Equ. 692), Αἰολεῖς 〈δὲ〉 σκώ- ληκα καλοῦσιν. καλῶς δὲ μελαίνεσθαι τὸ πέλαγός φησι τὸ μηδέπω ὕπαφρον γενόμενον ἐκ κυμάτων παφλαζόντων.

*κωφῷ] τινὲς “πηγῷ” γράφουσιν.

17. *λιγέων] ὀξέων.

18. *αὕτως] ἀπράκτως. διαφέρει το〈ῦ〉 αὔτως.

[*](AB–)

οὐδʼ ἄρα τε] διὰ τοῦ “τέ” αἱ Ἀριστάρχου, ἵνα παρέλκῃ ὁ “τέ.”

[*](B=)

*προκυλίνδεται] ἔμπροσθεν κυλίεται τὸ κῦμα.

[*](B=)

〈οὐδʼ〉 ἑτέρωσε] ἀντὶ τοῦ εἰς τοὐπίσω, ἵνʼ ᾖ ἀπὸ κοινοῦ τὸ “κυλίν- δεται,” ὅ ἐστιν ‘οὐδὲ εἰς τοὐπίσω ἀνακάμπτειʼ §. οὐκ ἐπὶ τοῦ πολέμου, ἀλλὰ μεταβέβηκεν ὁ λόγος ἐπὶ τὸ κῦμα.

19. πρίν τινα κεκριμένον 〈καταβήμεναι ἐκ Διὸς οὖρον〉] τινὲς δὲ ‘κεκριμένον ἐκ Διός.ʼ §. διδάσκει, ὅτι τὸ ἄνω θερμὸν τὸν ἀέρα κινοῦν [*](B–) ἄνεμον ποιεῖ, λῦον τὴν περικειμένην ὕλην· εἰσὶ γὰρ ἐξ ἰκμάδος· καὶ “ἴκμενον οὖρον” (Il. 1. 479)· καὶ Ἰκμ〈α〉ῖος Ζεὺς τιμᾶται, ὁ τῶν ἀνέμων δεσπότης (Apoll. Rhod. 1. 522)· καὶ “κοιμήσας δʼ ἀνέμους χέει ἔμπεδον” (Il. 12. 281).

[*](B=)

*κεκριμένον] ἀπλανῆ, σταθερόν· ἢ τῶν ἄλλων κεχαρισμένον. [*](B=) §. οὖρος δὲ παρὰ τὸ ὀρούειν.

20. *ὥρμαινε] ὥρμα τῇ διανοίᾳ.

δαϊζόμενος] διὰ μέσου τὸ “δαϊζόμενος.” §. τὸν δὲ δεύτερον η B+ περισπαστέον· ὡς τιμώμενος δὲ λίαν παρὰ Ἀγαμέμνονι ἄτοπον ἡγεῖτο μὴ ὁρᾶν αὐτὸν τετρωμένον. ἢ ὅτι οὐδὲν δεῖ ποιεῖν ἄνευ σκέψεως· δεῖσθαι οὖν νενόμικε τῆς σὺν ἐκείνῳ βουλῆς, ὡς καὶ αὐτὸς ἐν τῇ νυκτί (Il. 22. 73)· ἐπάγει γοῦν “ἡμεῖς δὲ φραζώμεθʼ, ὅπως ἔσται τάδε ἔργα, εἴ τι νόος ῥέξει” (61).

[*](A+B–)

21. διχθάδι᾿, ἢ 〈μεθʼ ὅμιλον〉] τὸ τέλειον διχθάδια· τινὲς δὲ “διχθαδίη,” ὡς τὸ “ἢ μʼ οἴῳ ἔρροντι” (Od. 4. 368). ὥσπερ δὲ τὸ κῦμα ἀργοῦν ἕστηκε πρὸ τῆς ἐμβολῆς τοῦ ἀνέμου, οὕτω καὶ ὁ γέρων. ἔστι δὲ ταῦτα τοῦ βουλευτικοῦ καὶ ἔμφρονος, ἐπιμένοντος πλέον ταῖς σκέψεσιν.