Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

770. ποῦ τοι Δηίφοβος] ἠθικῶς ὁ “τοί” ἐνταῦθα· οὐ γὰρ [*](B=) παρέλκει, ἀλλ᾿ ἔχει χώραν κυριωτάτην, ἐπεὶ καὶ τὸ ὅλον δι᾿ Ἀλέ- ξανδρον πράττεται.

[*](11. δὲ pro γὰρ B ‖ 13. ὑπήντησε B ‖ ἀνωλέθρους B ‖ 19. ἅπαξ εἰ δὲ ὅτε βεβίασται: corr. W ‖ 20. οἶδε)
54
[*](B=)

772. νῦν ὥλετο] εἰκονικῶς προβάλλεται τὴν φωνὴν καὶ τὸ βλέμμα τοῦ σχετλιάζοντος.

[*](ΑB=)

κατ᾿ ἄκρης] ἕως τῆς ἀκροπόλεως. §. τινὲς “κρῆς” μονοσυλλάβως, [*](A) ἐπεὶ καὶ “κρῆθεν” (Od. 11. 588) φησίν.

[*](B=)

773. 〈ὤλετο πᾶσα κατ᾿ ἄκρης Ἴλιος αἰπεινή· νῦν τοι〉 σῶς αἰπὺς ὄλεθρος] σῳζόμενος. τ〈οι〉οῦτο γὰρ ὀλέθρου σῳζομένου γίνε- ται τοῖς ἐντυγχάνουσιν. οἳ δὲ ἰσχυρός, οἳ δὲ πλήρης, οἳ δὲ σωστέος. ἵν᾿ ᾖ, νῦν σοι σῳστέον τὸν ὄλεθρον, ὅ ἐστι, νῦν ὀφείλεις σκοπῆσαι πῶς σωθήσῃ.

775. αἰτιάασθαι] λείπει “θέλει” οἳ δὲ τὸ“αἰτιάασθαι” ἀντὶ τοῦ [*](B=) αἰτιᾶται. §. τὸ δὲ “ ἐρωῆσαι” (776) ὑποχωρῆσαι, τὴν ἐπὶ τὰ ὀπίσω ὁρμὴν ποιῆσαι· οὐ γὰρ νῦν.

[*](B=)

778. ἐξ οὗ γάρ] ἐξ ὅτου παρώρμησας τοὺς ἑταίρους ἐπὶ ταῖς ναυσίν. ἡρέμα δὲ ἐλέγχει, ὅτι ἐκεῖνος αἴτιος, ἀναγκάσας ἐνταῦθα ἐλθεῖν· σαφῶς δὲ οὐ δύναται ἐλέγχειν.

[*](B=)

779. * ὁμιλέομεν Δαναοῖσι] κατὰ ἴλας συμβάλλομεν.

780. *ἕταροι] περὶ ὧν ὕστερον ἠρωτήθη φησίν.

[*](B=)

782. τετυμμένω] σύλληψις· φησὶ γὰρ “δουρὶ βραχίονα τύψεν” (520)· καὶ περὶ τοῦ ἐτέρου “τὴν βάλεν, ᾗ ῥ᾿ ἔχε τόξον” (594).

[*](B=)

786. ἀλκῆς δε〈υ〉ήσεσθαι, ὅση δύναμίς 〈γε πάρεστιν〉] ὅση μοι πάρεστι δύναμις, παραυξήσω τὴν ἀλκήν.

[*](B=)

787. * παρ δύναμιν δ᾿ οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν] τῶν πάνυ χρησίμων ἡ γνώμη καὶ καθ᾿ αὑτὴν 〈ὑπάρχουσα〉.

[*](Α+)

791. Ὀρθαῖον] ὡς Ἀλκαῖον· τὰ γὰρ διὰ τοῦ αιος εἰς σύμφω- νον ἔχοντα τὴν ἄρχουσαν καταλήγουσαν προπερσπᾶσθαι θέλει. §. “Ὀρθαῖον” ἁπλοῦν, Εὔμαιος σύνθετον.

[*](A+B=)

793. ἀμοιβοί] οἳ μὲν πεζοί, οἳ δὲ ἀμειβόμενοι Πρίαμον ὑπὲρ ὧν ἐπεκούρησε Φρυξίν, οἳ δὲ διάδοχοι τῶν προκαμόντων, ἵνα ᾖ ἔπαινος τῶν Ἑλλήνων διαδοχῇ μὴ κεχρημένων· καὶ ἐπὶ τῶν ἄλλων γὰρ νοητέον· παρατηρητέον δὲ ὅτι κατὰ μέρος τὰς ἐπεξεργασίας ποιεῖ- ται· τὸ γὰρ εἰπεῖν, ὅτι ἐγίνοντο διαδοχαὶ τῶν στρατιωτῶν, ψυχρὸν 〈ἄν〉 ἦν, ἐπὶ δὲ τῆς χρείας χαρίεν.

[*](1, ὄλετο ut textus ‖ 6. supplevi ex B ‖ ὅλεθροςante γ. omisi || 6, 7. γίνεται scripsi: γράφει ‖ γ. ὁ. σωζομένου τὸ ὄλεθρον ἐμποιεῖν τοῖς ἐντ. B ‖ 10. αἰ- τιάσασθαι λ. ‖ 13. ὅτου B: ὅτε ‖ 18. τετυγμένῳ ‖ 19. τοῦ ante ἑτέρου om. B ‖ 23. supplevi ex B || 24. Ἀλκαῖον τὰ A: ἄρχοντα ‖ 29. κεχρη- μένων B: κεχωρημένων || 30. μ. τῆς ἐπ.)
55

795. οἳ δ᾿ ἴσαν—ἀνέμων] κατ᾿ ἀρχὰς μὲν ἀέλλῃ τὴν ἔφοδον [*](B=) αὐτῶν παρέβαλε διὰ τὸ σφοδρὸν τῆς ὁρμῆς, ὕστερον δὲ τὸ πλῆθος εἴκασε πελάγει· ὄχλου 〈γὰρ κίνησις καὶ ὁρμὴ θαλάσσης παρα- πλήσιον. §. εἰς ἔμφασιν δὲ τῶν ἀνέμων τὸ “ἀργαλέων” πρόσκειται, [*](Β=) ἵνα τοὺς σφοδροὺς ἐμφήνῃ.

*οἳ δέ] οἱ περὶ Ἕκτορα.

796. ὑπὸ βροντῆς] 〈ἡ ἄελλα〉 μετὰ βροντῆς ἐπιφέρεται μὲν ὡς [*](Β=) ἐπὶ τὸ πέδον, ἀποσκήπτει δὲ εἰς θάλασσαν, ὅ ἐστι σκηπτός.

797. θεσπεσίῳ] θείῳ, οἱονεὶ τῷ μετὰ θείου σκηπτοῦ φερομένῳ, [*](Β-) ἢ μετὰ ὀργῆς θεῶν κατιόντι· δηλοῦν οὖν θέλει τὴν ἀπὸ θεοῦ κατα- βεβηκυῖαν ἄελλαν.

798. κύματα παφλάζοντα] δεῖξαι θέλει καὶ φύσιν κυμάτων. [*](Β=) καί μοι δοκεῖ καὶ τὸν ἦχον μιμήσασθαι διὰ τῆς περὶ τὴν σύνθεσιν τῶν σημείων τραχύτητος “παφλάζοντα πολυφλοίσβοιο·” εἶδ᾿ ὅρα καὶ τὸ ὁμοιοκατάληκτον κύματα παφλάζοντα,” “κυρτὰ φαληριόωντα,” καὶ ἔχει ἕκαστον τῶν ὀνομάτων ἰδίαν χάριν· τὰ μὲν γὰρ παφλά- ζοντα” πρὸς τὸν ἦχον, τὰ δὲ “κυρτά” πρὸς τὸν ὄγκον, τὰ δὲ “φαλη- ριόωντα” πρὸς τὸ χρῶμα. προειπὼν δὲ “ἐν δέ τε πολλὰ κύματα” ἐπεξηγεῖται πῶς πολλά, “πρὸ μέν τ᾿ ἄλλ᾿ , αὐτὰρ ἐπ᾿ ἄλλα” (799). εἰς δὲ τὴν συνέχειαν τῆς ἐπιφορᾶς τῶν πολεμ〈ί〉ων ἡ εἰκών. §. τὸ δὲ “φαληριόωντα” (799) λευκανθίζοντα τῷ ἀφρῷ, ὡς καὶ οὗτοι τῇ [*](B=) παντευχίᾳ (800).

* παφλάζοντα] ἐν τῷ ἀναζεῖν ἠχοῦντα. πρὸς τὸν Τρωικὸν [*](B=) πολεμον.

799. *πρὸ μέν τ᾿ ἄλλα] πρόσω μὲν ἄλλα.

805. πήληξ] παρὰ τὸ πάλλεσθαι ὠνόμασται. οὗτος δέ ἐστιν ὁ κορυθάιξ.

806. * ἐπειρᾶτο] ἐπείραζεν.

προποδίζων] ἡρέμα ἕτερον 〈ἐφ᾿〉 ἑτέρῳ πόδα τιθείς.

807. προβιβῶντι] μετὰ πολλῆς ἀσφαλείας βαίνοντι. τῷ δὲ [*](B=) βαδίσματι καὶ τῇ προτροπῇ δείκνυσιν ἄνδρα βάρβαρον ἐνδεικνύμενον τὴν εὐψυχίαν.

[*](3. supplevi ex B ‖ 3, 4. παραπλήσια B ‖ 7. ἐπιφέρεται B: ὑποφέρεται ‖ 8. σκηπτὸν B ‖ 9. καὶ ante σκ. omisi ‖ 16. τὴν ante ἱδ. omisi ut B 19. μέν τ᾿ ἄλλα ‖ 20. supplevi ex B ‖ 25. ἄλλοι alterum ‖ 27. κορυθράξ || 29 supplevi ex B 32. εὐτυχίαν ut B: corr. Bekker)
56
[*](A+)