Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum, Scholia in Iliadem, Scholia Graeca in Homeri Iliadem, Dindorf, Oxford, 1875

660. * τοῦ δὲ Πάρις— χολώθη] λείπει ἡ περί, ἵνα ᾖ ‘περὶ[*](B=) τούτου δὲ Πάρις.’

661. * ξεῖνος γάρ] ἢ μόνοις αὐτοῖς ἢ καὶ τοῖς ἄλλοις ξενοδόκος ἦν Ἀλέξανδρος.

662. τοῦ ὅγε χωόμενος] ἁπλοῦν τοῦτο ἦν, ‘τοῦ ὅγε χωόμενος [*](B=) προΐει καὶ βάλε·’ ὃ δὲ ἄλλην ἀρχὴν ἐπεισφέρει “ἦν δέ τις” (663).

663. ἦν δέ τις Εὐχήνωρ Πολυίδου] Φερεκύδης οὕτω γενεα- λογεῖ· “ἀπὸ Μελάμποδος Μαντίον, οὗ Κλειτόν, οὗ Κοίρανον, οὗ Πο- λύιδον” εἶτα “Πολύιδος φησί “γαμεῖ Εὐρυδάμειαν τὴν συλέως τοῦ Αὐγέου· τῷ δὲ γίνεται Εὐχήνωρ καὶ Κλειτός, οἳ Θήβας εἷλον σὺν τοῖς Ἐπιγόνοις· ἔπειτα ἐς Τροίην ἔρχονται σὺν Ἀγαμέμνονι· καὶ θνήσκει Εὐχήνωρ ὑπὸ Ἀλεξάνδρου.’

664. ἀγαθός τε] ἀγαθὸς καὶ ὁ νέος, ὅτι εἰδὼς ἧκε, καὶ ὁ πατήρ, [*](B=) ὅτι οὐκ ἐκώλυσεν αὐτόν.

*Κορινθόθι] ὅτε ἥρως λέγει, Ἕφυραν ὀνομάζει.

[*](24. ἧν scripsi: ὢν ‖ 27, 28, 29. Πολύειδος Eust.)
48
[*](B=)

665. ὅς ῥ᾿ εὖ εἰδὼς κῆῤ ὀλοήν] οὐκ εἶπεν ὅτι τούτῳ ὁ πατὴρ τάδε προεῖπεν περὶ τοῦ τέλους, ἵνα μὴ ἀδολεσχεῖν δοκῇ, ἀλλὰ τὸ τελευταῖον τοῦ διηγήματος προὔθηκεν.

[*](B=)

ὅς ῥ᾿ εὖ εἰδώς] ἵνα τῷ παραδόξῳ τῆς ἀναφωνήσεως εἰς προσοχὴν ἐπισπάσηται τὸν ἀκροατήν, εἶτα ἐξ ἀναστροφῆς 〈πάλιν〉 διηγεῖται.

668. *ὡς Κορίνθιος γὰρ ὑπὸ Ἀγαμέμνονι ἦν 〈Εὐχήνωρ〉.

[*](B+)

670. * νοῦσόν τε στυγερήν] τὴν ἐν τῷ γήρᾳ ἕψησιν.

[*](B=)

671. ὑπὸ γναθμοῖο] τῆς γνάθου, κατὰ τὸν ὑπὸ τὸ οὖς τόπον. οἳ δὲ γνάθον τὴν σιαγόνα.

673. *δέμας] διὰ. τὸ “ὥς.”

674. Ἕκτωρ οὐκ ἐπέπυστο] τὸ διήγημα δαιμονίως ἐξῆρε, σιω- πήσας [δαιμονίως γὰρ ἦν] τὰ κατὰ τὸν Ἕκτορα, ἐφ᾿ ἃ ἀναστρέφει.

[*](B=)

675. “ἐπ᾿ ἀριστερά” τοῦ Ἕκτορος, οὐ τοῦ στρατοῦ· ἐπεὶ γὰρ ἐπ᾿ ἀριστεροῖς ἐστιν ἡπύλη δι᾿ ἧς εἰσῆλθεν (Il.12.462), αὐτόπτης ἂν ἐγίνετο.

[*](B=)

677. τοῖος γὰρ γαιήοχος] ἀντὶ τοῦ μετὰ τοσαύτης προθυμίας.

[*](Β=)

678. πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν] οὐ πᾶν ἦν ἔργον τοῦ θεοῦ, ἀλλὰ πρὸς τῷ αὐτῶν σθένει καὶ αὐτὸς ἐπεκούρει. καὶ 〈δηλοῖ〉 ὅτι ταῖς προθυμίαις συλλαμβάνει τὸ θεῖον.

[*](A+)

681. * Αἴαντος] τοῦ Λοκροῦ· ἐπάγει γὰρ “Λοκροί” (686).

[*](ΑB=)

683. τεῖχος χθαμαλώτατον] ἀντὶ τοῦ χθαμαλόν, ὡς “ἀκρότατον δ᾿ ἄῤ ὀιστός” (Il. 4. 139). ἦν δὲ 〈χθαμαλὸν〉 διὰ τὸ ἀφῃρῆσθαι τῆς ἐπάλξεως ὑπὸ Σαρπηδόνος, ἢ ὡς πρὸς σύγκρισιν τοῦ πολυαν- δρίου, ὡς ἠπειγμένως ποιήσαντες οὐκ ἐξωμάλισαν αὐτό· διὸ καὶ ἡ ὑπέρβασις τοῖς βαρβάροις δυνατὴ γέγονεν.

[*](A=)

684. * ζαχρηεῖς] λίαν ἐπιβαροῦντες, παρὰ τὸ χραύειν.

[*](B=)

685. Ἰάονες] ἄλλοι εἰσὶ 〈παρὰ τοὺς Ἴωνας〉· οἱ Ἰάονες γάρ. Ἀνδροτίων φησί, στήλην ἔστησαν Λακεδαίμονος διορίσαντες ἐπιγρα- φεῖσαν “τάδ᾿ οὐχὶ Πελοπόννησος, ἀλλ᾿ Ἰάονες,” Λάκωνες δὲ “τάδ᾿ ἐστὶ Πελοπόννησος, οὐκ Ἰάονες.’ §. ἤτοι Ἴωνες· Βοιωτικῶς δὲ διεῖλεν εἰς τὸ “Ιάονες·” εἴρηνται δὲ ἀπὸ Ἴωνος τοῦ Ξούθου καὶ Κρεούσης.

[*](Α+)

* Ἰάονες] οἱ ἐν Πελοποννήσῳ.

[*](B-)

ἑλκεχίτωνες] οἳ μὲν 〈ἐν〉 τοῖς χιτῶσι τῶν ἐναντίων ἕλκη ποιοῦντες, [*](5. supplevi ex B || διηγῆται B 6. Ἀγαμέμνονα ‖ 11. τὸ διήγημα scripsi: τομήν τινα: lacunam post τομήν τινα statuit W || ἐξῆρε : ἐξεῦρε ‖ 12. delet W ‖ 13. οὐ B: ἐκ ‖ ἐπεὶ W: εἰ ut B || 16. τοῦ θεοῦ B: τῷ θεῷ ‖ 17. sup- plevi ex B ‖ 18. συμβάλλεται B ‖ 21. ἧν B: ἤτοι || 26.supplevi ex B ‖ Ἰάονες γ. W; Ἴωνες γ. || 27. ἐπὶ add. ante Λακ. B ‖ 27, 28. ἐπιγράφει ‖ 28. Ἰᾶνες || 29. δὲ διεῖλεν scripsi, διεῖλεν Bekker: δ᾿ εἶλεν 32. suppleviex B || ἕλκη B: ἔλκειν )

49
οἳ δέ, ὅτι μέχρι τῆς Περικλέους στρατηγίας ποδήρεις εἶχον τοὺς χιτῶνας καὶ τοὺς τέττιγας (Thuc. 1. 6).

686. καὶ Φθῖοι] Φθιῶται οἱ ὑπὸ Ἀχιλλεῖ, Φθῖοι δὲ οἱ ὑπὸ Πρω- [*](B-) τεσιλάῳ καὶ Φιλοκτήτῃ. εἰσὶ δὲ αὐτῶν 〈τὰ〉 τάγματα μεταξὺ Λοκρῶν καὶ Βοιωτῶν. §. “φαιδιμόεντες” δὲ ἀντὶ τοῦ φαίδιμοι, παραγώγως· [*](B-) οὐ γὰρ ἔγκειται τὸ ἔντεα· τινὲς δὲ σύνθετον ὑπονοοῦσι τὴν λέξιν, 〈ἵν᾿ ᾖ〉 λαμπρὰς πανοπλίας ἔχοντες.’

687. * σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον] μόγις ἐπεῖχον τὸν Ἕκτορα [*](A~Β=) ὁρμῶντα.

689. οἳ μὲν Ἀθηναίων] οὐκ ἐτήρησε τὴν τάξιν. πρώτους γὰρ εἶπε Βοιωτούς (Il. 2. 494)· κατεῖχον δὲ τὰ τάγματα τῶν περάτων Βοιωτοὶ καὶ Ἀθηναῖοι, ἐπὶ μὲν τοῦ ἀριστεροῦ πρῶτοι ὄντες Βοιωτοί, ἐπὶ δὲ τοῦ δεξιοῦ ἔσχατοι ὄντες Ἀθηναῖοι.