Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

690. Μενεσθεύς] καὶ ἀλλαχοῦ “Στιχίος δῖός τε Μενεσθεύς, ἀρχοὶ Ἀθηναίων” (195).

691. αὐτὰρ Ἐπειῶν Φυλείδης] καὶ μὴν Ἀμφίμαχος καὶ Θάλπιος Ἠλείων ἦσαν ἡγεμόνες (Il. 2. 620). Ἀρίσταρχος δὲ καὶ τοὺς ἐκ Δουλι- χίου Ἐπειοὺς καλεῖ· ὡς γὰρ ἐξ Ἤλιδος φυγόντος Φυλέως, εἰκὸς ἦν αὐτῷ συναίρεσθαί τινας ὧν ἦρχε Μέγης· εἰ δὲ ἐκείνων νῦν μέμνηται Ἐπειῶν τῶν ἐξ Ἥλιδος, πιθανὸν ἂν εἴη ἡγεῖσθαι αὐτῶν Μέγητα ὡς ὁμοεθνῆ· Ἀμφίμαχος γὰρ (Il.13.186) καὶ Διώρης (Il.4.517) οἱ τῶν Ἠλείων δυνάσται ἀνῄρηνται, Θάλπιος δὲ καὶ Πολύξενος τραυματίζονται.

αὐτὰρ Ἐπειῶν] μεταξὺ ἦσαν Ἀθηναίων καὶ Λοκρῶν· διό φησιν “Αἴαντα ταχὺν ἢ Φυλέος υἱὸν ἄνστησον” (Il. 10. 175, 6).

692. * φυλείδης τε Μέγης τε Ἀμφίων τε Δράκίος τε] οὗτοι ἀντὶ Διώρους καὶ Ἀμφιμάχου ἐτάχθησαν.

694. νόθος υἱός] ἐξ Ἀλκιμάχης τῆς Αἰακοῦ ἦν ὁ Μέδων (695).

697. * Ἐριώπιδος] Φέρητος ἦν αὕτη.

701. Αἴας δ᾿ οὐκέτι] νῦν τοὺς Λοκρῶν ἡγεμόνας καταλέγει. §. τὸ δὲ “ἵστατο” (702) Ζηνόδοτος “ χάζετο” γράφει.

[*](A=)

703. ἀλλ᾿ ὥς τ᾿ ἐν νειῷ] τὴν τάξιν τῆς στάσεως καὶ τὴν προ- [*](B=) θυμίαν ἡ παραβολὴ δείκνυσιν.

βόε οἴνοπε] οἰνώδεις εἰς τὸ ὁρᾶν· οἳ δὲ μέλανες, ὡς “οἴνοπα [*](B=) [*](5. post π. add. sec. ὡς χαρίεις χαρίεντος || 6. τὰ ἔ. ‖ 7. supplevi ex B || 14. τε post Στιχίος omisi || 19. συναιρεῖσθαι ‖ 20. ἂν εἴη αὖ Bekker, ἂν εἴη ἂν ‖ 24. Φυλέως ‖ ἄνωγον)

50
πόντον” (Il. 1. 350). καὶ Πτολεμαῖος γὰρ εἰς τὸ τῆς Ἀρσινόης χιλιάρουρον τέμενος μέλανας ἀνῆκε βοῦς.

[*](B-)

705. πρύμνοισιν κεράεσσι] εἰσὶ γὰρ οἱ “κεραελκέες” (Call. Dian. 179) καλούμενοι· οἳ δὲ συμπάσχειν τοῖς ποσὶ τὰ κέρατα τῇ διατάσει τῶν νεύρων φασίν· διὸ μετὰ κάματον αὐτοὺς ἀλείφεσθαι τὰ κέρατα κηρῷ ἢ ἐλαίῳ ἢ πίσσῃ, ὡς Ἀριστοτέλης φησίν (H. A. [*](B=) 8. 7). b. “πρύμνοις” δὲ τοῖς παρὰ τὴν σάρκα.

[*](A+)

πολὺς δ᾿ ἀνακηκίει ἱδρώς] “πολὺς ἀνακηκίει” χωρὶς τοῦ “δέ” αἱ πᾶσαι.

[*](B=)

706. 〈τὼ —〉 ἀμφὶς ἐέργει] ἀπ᾿ ἀλλήλων αὐτοὺς χωρίζει.

[*](B=)

707. τέλσον ἀρούρης] τέμνει τὸ ἄροτρον τὸ βάθος ἢ τὸ πέρας τῆς γῆς.

[*](B+)

709. πολλοί τε καὶ ἐσθλοὶ—ἕποντο] τὸ τληπαθὲς Αἴαντος δεί- κνυσιν, εἴγε πολλοὶ καὶ ἀγαθοὶ διαδέχονται αὐτοῦ τὸ σάκος.

710. * ἐξεδέχοντο] διεδέχοντο.

[*](B=)

712. οὐδ᾿ ἄῤ Ὀιλιάδῃ] λεληθότως δεδήλωκε τὴν αἰτίαν τῆς συμπνοίας τῶν Αἰάντων· ἐν ὀλίγῳ γὰρ χωρίῳ γιγνομένης τῆς μάχης ἀχρεῖοι ἦσαν οἱ Λοκροὶ ψιλοὶ ὄντες. καὶ ἔδει αὐτοῖς προβλήματός τινος· ὑποδύντες οὖν ὑπὸ τοὺς ὁπλίτας Σαλαμινίους ὄπιθεν βάλλουσιν.

713. μίμνε φίλον κῆρ] γράφεται “ἔργ᾿ ἐμεμήλει.” πῶς οὖν ἐν τῇ Ἐπιπωλήσει(Il.4. 274) φησὶ “νέφος εἵπετο πεζῶν;” ἢ ὡς ταραχῆς γεγονυίας καὶ ἄλλοι συνεμίχθησαν αὐτοῖς.

716. *ἀώτῳ] ἔδει ἀώτοις.

717. * ἔπειτα] ἀντὶ τοῦ δή.

[*](B=)

719. * οἳ μέν] οἱ Σαλαμίνιοι.

723. *λευγαλέως] ὀλεθρίως.

[*](Α+B=)

725. *Ἕκτορα] λείπει ἡ πρός.

[*](B=)

726. Ἕκτορ, ἀμήχανος ἐσσί] ἐν καιρῷ ἀναμιμνῄσκει τὸν Ἕκ- τορα τῆς ἰδίας συμβουλῆς —ἔλεγε γὰρ “μὴ ἴομεν Δαναοῖσι μα- χησόμενοι περὶ νηῶν” (Il. 12. 216)—ἀλλ᾿ οὐκ ἀντικρὺς αὐτὸς ἐκφέρει, ὅτι παρακούσας τῆς συμβουλῆς ἐκάκωσας τὴν στρατιάν· ἀπήχθετο γὰρ τῷ βασιλεῖ καὶ φιλονεικότερον αὐτὸν ἐποίει καὶ ἄλλως θρασὺν ὄντα. εἰς πολλὰ οὖν τρέπει τὸν λόγον τῇ γνωμο- [*](B=) λογίᾳ χρώμενος. §. τὸ δὲ “ἀμήχανος” ἀνίκητος ἢ ἀπαραμύθητος, τοῖς βουλομένοις σε πείθειν ἀμηχανίαν παρέχων.

[*](2. χιλιάρουρον W: χιλιάροτρον ‖ ἐνῆκε B ‖ 4. συμπάσχειν B: συμπα- τεῖν || 8. χωρὶς τοῦ ν “ἀνεκηκίει” A, quod corr. Spitzner ‖ 20. ἐπιπολήσει ‖ 31. φιλονεικότερον B: φιλονεικώτερον)
51