Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

618. * ἰδνώθη] συνεκάμφθη ἐπὶ τένοντα.

[*](B-)

620. λείψετέ θην] ὅ ἐστιν, οὐκέτι παρέσεσθε πολεμήσοντες ἐπ᾿ αὐτάς. ἠθικὸς δὲ ὁ λόγος, ὡς τὸ “οὐ μέν θην κάμετόν γε μάχῃ) ἔνι’ (Il. 8. 448).

[*](B-)

*λείψετε] λείπει ‘ἀναιρούμενοι ὡς Πείσανδρος.’

[*](B-)

621. ὑπερφίαλοι] ἄσπονδοι, παράνομοι. §. “ἀκόρητοι” δὲ ἢ εἰρω- [*](B=)νικῶς, ἐπεί τοι φησὶν “ἀμφὶ σέ, Πηλέος υἱέ, μάχης ἀκόρητον Ἀχαιοί” (Il. 20. 2), ἢ μηδʼ ἐν τῷ πολέμῳ ἀποδιδόντες τὴν Ἑλένην.

[*](B-)

622. * “μέν” ἀντὶ τοῦ μήν. §. ὁ δὲ νοῦς, τοῖς εἰς ἐμὲ ὑμῖν [*](AB=)πεπραγμένοις ἄλλο οὐδὲν ἐνδεῖτε τῶν αἰσχρῶν.

[*](B=)

623. κακαὶ κύνες] κατωφερεῖς δι᾿ Ἄλέξανδρον ἢ ἀναιδεῖς δι᾿ Ἕκτορα. ἄκρως δὲ καὶ τῷ θηλυκῷ ἐχρήσατο εἰς τὴν ἀνανδρίαν τῶν βαρβάρων. πρὸς δὲ τὴν λώβην (622) μόνην ὑπήντησεν.

[*](B=)

626. καὶ κτήματα πολλά] μετὰ γὰρ πολυτελοῦς σκευῆς, ὡς ἐπὶ θυσίαν ἥκουσα, ἥρπαστο ὑπ᾿ αὐτοῦ.

[*](6. ἢ κοινῇ: corr. ludwich ‖ 12. αἱματόεντε ut B ‖ πέσεν B ‖ 13. πήξει B: πλήξει ‖ 28. ἑνδεῖτε τῶν αἰσχρῶν W; ἐνδεῖ τῶν αἰσχρῶν A, ἐνδεῖται γενέσθαι δεινόν B, ἐνδεῖται δι᾿ αἰσχρῶν ‖ 30. κατεχρήσατο B ‖ 32. κτ. πάντα B || κατασκευῆς B || 33. ἢρπαστο B: ἢρπασται)
45

* οὐκ οἶδε γὰρ αὐτὴν ἐκ Θησέως Ἰφιγένειαν ποιήσασαν.

628. * ὡς τὸ “οἳ μεμάασιν ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν” (Od. 22. 263).

629. * ὅτι πάντες ἥρωες καλοῦνται.

[*](A+)

631. ἔμμεναι ἄλλων, 〈ἀνδρῶν δὲ θεῶν〉] τῶν μὲν ἄλλων ἀνδρῶν [*](Β=) ὅ ἐστι πάντων, τῶν δὲ ἄλλων θεῶν ὅ ἐστι λοιπῶν· λέγει δὲ ταῖς φρεσὶ περιεῖναι τῶν ἄλλων αὐτόν.

*ἠθικὴ καὶ ἔμψυχος ἡ δικαιολογία ὡς πρὸς παρόντα τὸν Δία.

632. σέο δ᾿ ἐκ τάδε πάντα πέλονται] εὖ τὸ μὴ εἰπεῖν, σὺ δὲ B= ἀνόητος εὑρέθης, πάντα δὲ τὰ γινόμενα ἐκ σοῦ ἐστιν. §. τὸ δὲ “οἷον” ἀντὶ τοῦ πῶς· ἔστι δὲ μετὰ θαύματος καὶ μέμψεως, ἅμα [*](Β=) μὲν ἐπεὶ ταμίας πολέμου, ἅμα δὲ ἐπεὶ Τρωσὶν ἐβοήθει διὰ Θέτιν.

634. * Τρωσίν] ὧν ἡ ψυχὴ ὑβριστική ἐστιν.

636. πάντων μὲν κόρος ἐστί] κἀκείνων κόρος ἐστὶν ὧν τις ἐφίεται [*](B-) πλησθῆναι μᾶλλον τῆς τοῦ πολέμου πλησμονῆς, φημὶ δὲ ὕπνου καὶ φιλότητος.

καὶ φιλότητος] Πίνδαρος “κόρον δ᾿ ἔχει καὶ μέλι καὶ τὰ τέρπν᾿ ἄνθε᾿ Ἀφροδίσια” (Nem. 7. 52).

637. μολπῆς τε γλυκερῆς] περισσὸν αὐτὸν εἶναί φασί τινες· ἥττων [*](B-) γὰρ ἡ ἐπιθυμία (636) τῆς μολπῆς· ἢ ὅτι ἔμελεν αὐτοῖς “〈χορόνδε ἔρχεσθ᾿ ,〉 ἠὲ χοροῖο νέον λήγοντα καθίζειν” (Il. 3. 394)· καὶ παρὰ Φαίαξι δέ (Od. 8. 248)· καὶ ἕως τινὸς οἱ εὐγενεῖς νέοι ὠρχοῦντο ἐν ταῖς τραγῳδίαις· καὶ οἱ μὲν Ἀθηνᾶν, οἳ δὲ Διοσκούρους φασὶν εὑρεῖν τὴν ὄρχησιν.

ἀμύμονος ὀρχηθμοῖο] ἀμωμήτου· ἔστι δὲ καὶ φαύλη ὄρχησις· [*](B-) “ψεῦσταί τ᾿ ὀρχησταί τε” (Il. 24. 261).

638. τῶν πέρ τις] τούτων μᾶλλον ἐπιθυμεῖ τις κορεσθῆναι· πο- [*](AB-) λέμου δὲ οὐδ᾿ ἂν τὴν ἀρχὴν ψαῦσαι βούλοιτο, οὐχ ὅπως διακορὴς γενέσθαι· οἱ δὲ Τρῶες τούτου ἀκόρητοί εἰσιν, ὅπου γε καὶ τῶν ἡδίστων κόρος γίνεται· ἐὰν γὰρ εἴπῃς, ὅτι πολέμου τις οὐκ ἐπι- θυμεῖ κορεσθῆναι, δικαίως “Τρῶες μάχης ἀκόρητοι ἔασιν.” τὸ δὲ ἑξῆς, πάντων μὲν κόρος ἐστί, Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν, ὅτι ἀδικήσαντες μάχονται· τοῦτο γὰρ ὕβρεως, οὐκ ἀνδρ〈ε〉ίας.

[*](1. τὸ ἐκ Θ. καὶ αὐτῆς γενέσθαι τὴν Ἰ. Eust. ‖ 2. ἐξεναρίζειν ‖ 17, 18. μέλι καὶ τὰ τέρπν᾿ ἄνθε᾿ Ἀφροδίσια Pindari codd.: μελικὰ τέρηνα θεᾶς Ἀφροδίτας 20. ἢ ὅτι ἔμελεν B: ἀλλ᾿ ὅτι ἔμελλεν ‖ 28. οὐδὲ τὴν ἀ. θεάσασθαι βούλεται B ‖ 29. ὅπου γε scripsi: ὁπότε ‖ 30. γίνεται scripsi: γράφει)
46

*ἐξ ἔρον εἷναι] ἀντὶ τοῦ πλησθῆναι.

[*](B=)

640. τὰ μὲν ἔντεα 〈—αἱματόεντα〉] τὰ μὲν αἱματόεντα ἔντεα, ὡς τὸ “τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα” (Il. 1. 11).

643. υἱὸς — Πυλαιμενέος] εἴπερ ἐκείνου τοῦ Πυλαιμένους ἦν υἱὸς ὁ Ἁρπαλίων, ἀλογώτατον ἦν μὴ φαίνεσθαι αὐτὸν ὑπερμαχοῦντα τοῦ πατρός.

[*](B-)

Πυλαιμένεος βασιλῆος] ἔνιοι ἐνόμιζον τοῦτον εἶναι τὸν ἐν τῇ Ε (576) ὑπὸ Μενελάου ἀναιρεθέντα· “ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηι, ἀρχὸν Παφλαγόνων.” ἔστιν οὖν ὁμωνυμία, ἐκείνου μὲν ἄρχοντος 〈ὄντος〉, τούτου δὲ βασιλέως. πολλαὶ γὰρ παρὰ τῷ ποιητῇ ὁμωνυμίαι· Σχεδίοι δύο Φωκέων ἡγούμενοι, ὃ μὲν Περιμή- δους “ἔνθ᾿ Ἕκτωρ μὲν 〈ἕλε〉 Σχεδίον. Περιμήδεος υἱόν, ἀρχὸν Φωκήων (Il. 15. 515). ὃ δὲ Ἰφίτου “Ἕκτωρ δ᾿ αὖτ᾿ Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ· ἀλλ᾿ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος—ὃ δὲ Σχεδίον, μεγαθύμου Ἰφίτου υἱόν, Φωκήων ὅχ᾿ ἄριστον” (Il. 17. 304). Εὐρυμέδοντες δύο ἡνίοχοι, ὃ μὲν Ἀγαμέμνονος (Il. 228), ὃ δὲ Νέστορος (Il. 8. 114)· καὶ κήρυκες δὲ Εὐρυβάται δύο, ὃ μὲν Ὀδυσσέως (Il. 2. 184), ὃ δὲ Ἀγαμέμνονος (Il. 9. 170)· καὶ Ἄδραστοι τρεῖς βάρβαροι, ὃ μὲν “ Μέροπος Περκωσίου” υἱὸς ὑπὸ Διομήδους ἀναιρούμενος (Il. 2. 831), ὃ δὲ ὑπὸ Μενελάου (Il. 46), ὃ δὲ ὑπὸ Πατρόκλου (Il. 16. 694)· Ἀκάμαντες δύο, ὃ μὲν Εὐσώρου (Il. 6. 8), ὃ δὲ Ἀντήνορος (Il. 2. 822)· Ἀστύνοοι δύο, ὃ μὲν ὑπὸ Διομήδους ἀναιρούμενος “ἔνθ᾿ ἕλεν Ἀστύνοον” (Il. 5. 144). τῷ δὲ ἑτέρῳ Πολυδάμας τοὺς ἵππους δίδωσιν (Il. 15. 455)· καὶ Θόωνες τρεῖς βάρβαροι· ἐφ᾿ ἕνα γοῦν ὁρμᾷ Διομήδης—φησὶ γὰρ “Θόωνά τε, Φαίνοπος” υἱόν (Il. 5. 152)—τὸν δὲ Ὀδυσσεὺς ἀναιρεῖ “Θόωνα καὶ Ε〈ν〉νομον ἐξενάριξεν” (Il. 11. 422). τὸν δὲ τρίτον Ἀντίλοχος, “Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα” (545). Με- λάνιπποι τρεῖς, τὸν μὲν Τεῦκρος ἀναιρεῖ ἐν τῇ Θ (276), τῷ δὲ δευτέρῳ Ἕκτωρ παραινεῖ ταῖς ναυσὶν ἐμπεσεῖν (Il. 15. 546), ὁ δὲ τρίτος ὑπὸ Πατρόκλου ἀναιρεῖται (Il. 16. 695)· Ὀφελέσται δύο, 〈ὃ μὲν ὑπὸ Τεύκρου (Il. 8. 274), ὃ δὲ ὑπ᾿ Ἀχιλλέως (Il. 21. 210)· Ὑψήνορες δύο), ὃ μὲν ὑπ᾿ Εὐρυπύλου (Il. 5. 76), ὃ δὲ ὑπὸ Δηιφό- [*](3. ἠτίμησεν B ‖ 7, 8. ἐν τῇ λ, ὑπὸ Διομήδους καὶ Ὀδυσσέως ἀν. ‖ 10. τοῦ ante ἄρχοντος et ante βασιλέως omisi ut B ‖ supplevi ex B ‖ 19. βάρβαροι ὁ B: βαρβάροις || 31,32, 33. suppl. || 33. Δηιφόβου W: Αἴαντος )

47
βου (Il. 13. 411)· Πυλάρται δύο, ὧν ὃ μὲν ὑπ᾿ Αἴαντος ἀναιρεῖται σὺν Πυράσῳ (Il. 11. 491), ὃ δὲ ὑπὸ Πατρόκλου (Il. 16. 696)· Πείσανδροι δύο, ὧν ὃ μὲν ὑπὸ Ἀγαμέμνονος ἀναιρεῖται (Il. 11. 143), δὲ ὑπὸ Μενελάου (619).

* Πυλαιμένεος] ἐν τῇ Ε (576) Ζηνόδοτος ἔγραφεν “Πυλαιμένεα.”

649. χρόα] ἀντὶ τοῦ χρωτός.

[*](A+)

651. καί ῥ᾿ ἔβαλεν γλουτὸν—αὐτὰρ ὀιστὸς ἀντικρὺ κατὰ κύστιν][*](B=) δηλονότι φεύγοντος. τοῦτο Ἕλλην οὐχ εὑρίσκεται πεπονθώς. ὡς ἐπίπαν δὲ ὑπὸ Μηριόνου οὕτω τιτρώσκονται.

654. * θυμὸν ἀποπνείων] ἐντεῦθεν δῆλον ὅτι πνεῦμα ἡ ψυχή.

[*](B=)

ὥς τε σκώληξ ἐπὶ γαίῃ] ἀκινητεῖ γάρ, ἢν θίγῃ τις αὐτοῦ· [*](B-) τοῦτο δὲ οὐκ ἥδει ὁ ποιητής, εἴπερ ἦν τυφλὸς ἐκ γενετῆς.

657. ἐς δίφρον ἀνέσαντες] οὐδένα τῶν ἀποθανόντων οὕτως ἐξάγει· [*](Α—B=) διὸ ἀθετοῦσι τὸν στίχον· δίφρῳ δὲ ἀπάγεται ὡς μακρὰν τῆς μάχης οὔσης· ἐπὶ ναυσὶ γὰρ μάχονται. §. τὸ δὲ “ἀνέσαντες” ἀντὶ τοῦ [*](Α+B=) καθίσαντες· τινὲς δὲ “ἀναθέντες·” νεκρὸς γάρ ἐστιν.

658. μετὰ δέ σφι πατήρ 〈κίε〉] ὁμωνυμία γάρ ἐστιν· τινὲς δὲ τὴν ψυχὴν τοῦ πατρός· καλῶς δὲ διὰ τὸν καιρὸν λόγους οὐ περιτίθησιν αὐτῷ, ἀλλ᾿ ἑτέρωθι τούτους φυλάττει ἐπὶ Ἕκτορα. §. ὁ δὲ Ἀριστοφάνης ἀθετεῖ, ὁ δὲ Ἀρίσταρχος ἢ ἀθετεῖν φησι δεῖν ἢ ὁμωνυμίαν νομίζειν.