Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

475. ἀλέξασθαι] ἀμύν⌈ασθαι⌋ §. ἐναργῶς δὲ τὰ συμβαίνοντα περὶ αὐτ⌈ὸν] συνεκτίθεται, ὥσ〈τε〉 μηδὲ χρείαν ἔχειν τοῦ ὀνόματος τούτου.

[*](B=)

477. αὖε δ᾿ ἑταίρους] τὸ μὲν μεῖναι γενναίου, ⌈τὸ⌋ δὲ ⌈καλεῖν⌋ τοὺς ἑταίρους ἀσφαλοῦς. §. καὶ τὸ “ἐσορῶν” πραγματικῶς πρόσκειται [*](B-)ὑπὸ τοῦ ποιητοῦ· προδιδόντος γὰρ ἑαυτὸν τὸ τὴν παροῦσαν συμμαχίαν μὴ προσκαλεῖσθαι· οὐχ ὡς Δηίφοβος οὖν (457) [ρυμμαχίας δὲ βάσανος] καταλείπει τὴν τάξιν.

480. * ἐν πολλοῖς οὐ φέρεται.

481. καί μ᾿ οἴῳ] ἡ συναλ〈ο〉ιφὴ ὡς “ἥ μ᾿ οἴῳ ἔρροντι συνήν- τετο νόσφιν” (Od. 4. 367).

[*](B=)

καί μ᾿ οἴῳ 〈ἀμύνετε· δείδια δ᾿ αἰνῶς⟩] ἀντὶ τοῦ μονωθέντι. §. ὁ δὲ [*](B=)“δέ” ἀντὶ τοῦ γάρ· δείδια γάρ.

[*](B=)

484. ἥβης ἄνθος] τινὲς κε ἐτῶν, οἳ δὲ μ΄, ἐπεί φησιν Ἡσίοδος “τοῖς 〈δ᾿ 〉 ἅμα τεσσαρακονταέτης αἰζηὸς ἕποιτο” (Opp. 441). τὴν δὲ ἥβην καὶ ἐπὶ κτηνῶν Ἡίοδος, “ἥβης μέτρον ἔχοντε” (ib. 438), ὁ δὲ ποιητὴς ἐπὶ φυτοῦ, “ἡμερὶς ἡβώωσα” (Od. 5. 69).

[*](B=)

ὅτε κράτος ἐστί] ἐὰν μὲν 〈ᾖ〉 χρονικὸν τὸ “ὅτε,” ἔσται ἡ διάνοια οὕτως, ὅτε περὶ ἕκαστον ἄνδρα ἡ οἰκεία ἰσχὺς ἀκμάζει· ἐὰν δὲ ἡ δύο μέρη λόγου, οὕτως, ὅ ἐστιν ἀνδρὶ κράτος μέγιστον, τὸ ἐν τῷ ἀκμαιοτάτῳ τῆς ἡλικίας ὑπάρχειν.

ὅτε κράτος] εὐτολμία, εὐρωστία. τινὲς δέ, ὅτε—ἐν τῷ ἀνθεῖν δη- λονότι—κράτος ἀνδρὶ μέγιστον.

485. *ὁμηλικίῃ] τινὲς καὶ χωρὶς τοῦ ῑ.

[*](B= A+)

τῷδ᾿ ἐπὶ θυμῷ] ἐφ᾿ ᾧ νῦν ἐγώ εἰμι. §. αἱ δὲ Ἀριστάρχου “τῷδ᾿ ἐπί.”

[*](B+)

486. *φέροιτο μέγα κράτος] λείπει τὸ κατ᾿ ἐμοῦ.

[*](B=)

489. * ἐκέκλετο οἷς ἑτάροισι] καίτοι νέος ὢν οὐχ ὑπομένει τοῦτον.

[*](B=)

490. Δηίφοβόν τε] ἄκρως ἐξήλεγξεν ὁ ποιητὴς τὸν Δηίφοβον· [*](10. τὸ τὴν B: τῷ ‖ 11, 12. ‘σ. δὲ β. aliunde invecta’ W ‖ 14. εἴ μ᾿ ‖ 16, 17. iteratur * ὁ “ δέ” ἀντὶ τοῦ γάρ || 19. αἰζηὸς ἔοι B ‖ 20. ἥβης μέτρον ἔχοντε B: μέτρον ἥβης ἔχοντες ‖ 21. φυτῶν B ‖ 22. supplevi ex B ‖ 23. ὅτε B: τι ‖ ἀκμάζει B: εἰκάζει ‖ 28. Ζηνόδοτος δὲ “ὁμηλικίην” σὺν τῷ ν A, ubi “ὁμηλικίῃ” σὺν τῷ ῑ coni. Cobet || 29. ἐπὶ θ. B: ἐνὶ)

37
κοινωνὸν γὰρ τῆς μάχης τὸν Αἰνείαν προσλαβὼν νῦν αὐτὸς ἀφεστη- κὼς φαίνεται.

492. 〈ὡς εἴ τε μετὰ κτίλον〉 ἕσπετο μῆλα] ἀδινὰ γὰρ τὰ πρόβατα καὶ μάλιστα ὅτε ἐπὶ ποτὸν πρόεισιν· τινὲς δὲ “κτίλον” τὸν ποιμένα.

493. πιόμεν᾿ ἐκ βοτάνης] “κατήιεν ἐκ νομοῦ ὕλης πιόμενος” (Od. 10. 159)· φιλοδο〈ξό〉τερός πως οὗτος· εἰ γὰρ μὴ τοιοῦτος ἦν. οὐκ ἂν τὴν κατὰ Πριάμου λύπην ἐκοινοποιεῖτο τοῖς Τρωσίν.

γάνυται] χαίρει· μάλιστα γὰρ αὐτὰ πιαίνει ποτόν, δοκεῖ τε [*](B-) μᾶλλον ὑγιαίνειν τὰ ζῷα ὅταν ὀρέγηται ποτοῦ· ὅθεν θέρους τοῖς ρ΄ μέδιμνον ἁλὸς οἱ ποιμένες βάλλουσι διὰ πέντε ἡμερῶν. πῶς δὲ τοὺς τοσούτους ἡγεμόνας ἑνὶ κτίλῳ εἴκασεν; ὅτι ἡγεμονικώτατος ἦν ὁ Αἰνείας.

496. * αὐτοσχεδόν] ὡς συστάδην ἀγωνιούμενοι.

[*](Α+)

497. ξυστοῖσι] λείπει δόρασιν, ὡς ὅταν λέγωμεν ‘ἐν τῇ διπλῇ,’ λείποντος τοῦ στοᾷ.

499. ἔξοχον ἄλλων] αἱ πᾶσαι“ἔξοχον.” §. οἳ δὲ “ἔξοχοι ἄλλων” [*](A=) οἳ δὲ “ἔξοχον ἄλλων,” ἐξόχως παρὰ πάντας.

502. *πρόσθεν ἀκόντισεν Ἰδομενῆος] Ἀριστοφάνης “πρόσθεν.” [*](A+) §. ὡς τὸ “ὀίστευσον Μενελάου” (Il. 4. 100).

ἀκόντισεν Ἰδομενῆος] 〈πῶς ἀκοντίζει;〉 ὑποκεχωρήκει γὰρ Ἰδο- [*](B=) μενεὺς ὡς πόρρωθεν ἀγωνιούμενος.

506. Ἰδομενεὺς δ᾿ ἄρα Οἰνόμαον] θαυμασίως ἀμφοτέρους μὲν ἀπο- [*](B=) τυγχάνοντας ἀλλήλων εἰσήγαγεν, ἀλλὰ τὸν μὲν καθάπαξ μάτην ἀφιέντα τὸ δόρυ ἐπὶ τὴν γῆν, τὸν δὲ τοῦ μὲν Αἰνείου ἀποτυγχάνοντα ἄλλον δέ τινα ἀναιροῦντα. τὸ δὲ ἐξαίρετον ἐνταῦθα παραφυλακτέον, ὅτι κατὰ τὸ ῥητὸν οὐκ εἶπεν ὁ ποιητὴς τὴν ἄφεσιν τὴν ἀπὸ τοῦ Ἰδο- μενέως καὶ τὴν ἀποτυχίαν, ἀλλ᾿ ἁπλῶς ἔφη βεβλῆσθαι τὸν Οἰνόμαον· καίτοι τοῦτο οὐκ ἦν προκείμενον τῷ Ἰδομενεῖ, ἀλλ᾿ ἀποτυχίᾳ τοῦ Αἰνείου τοῦτον βάλλει· ὃ δὲ ὡς προηγουμένως τούτου κατεστοχα- σμένου πεποίηται τὸν λόγον.

*γαστέρα] λείπει ἡ κατά, κατὰ γαστέρα.

507. θώρηκος γύαλον] τὸ κύτος· περιφραστικῶς δὲ θέλει εἰπεῖν [*](B-) τὸν θώρακα.

[*](1, 2. ἐφεστηκὼς cf. B ‖ 6. suppl. sec. ‖ 9. τοῖς Eust.: τοὺς ‖ 17. ἄλλων Spitzner: ἄλλως ‖ 20. supplevi ex B ‖ 24. τὸν δὲ B: τοῦ δὲ ‖ 28. οὐ τοῦτο προκείμενον B; οὗτος οὐκ ἦν προκείμενος ‖ 29, 30. προηγουμένως τ, κατεστοχασμένου B: προηγουμένου τ. καταστοχασαμένου)
38
[*](B=)

διὰ, δ᾿ ἔντερα χαλκὸς ἤφυσε] διέτεμεν, ὥστε διαιρεῖσθαι τὴν σύμφυσιν· διὰ γὰρ τὴν ὑγρότητα καὶ 〈διὰ〉 τὸ ἀεὶ ἐν τῇ εὐρυ- χσρίᾳ πνεῦμα ἔχειν καὶ διὰ τὸ τῷ μεσεντερίῳ λαγαρῶς προσδεδέ- σθαι ἄτακτον ἔχοντα τὴν κίνησιν ῥᾳδίως προπίπτειν πέφυκεν.

508. *ἀγοστῷ] πήχει.

[*](A+)

510. οὐδ᾿ ἄῤ ὅτ᾿ ἄλλα] τινὲς “οὐδ᾿ ἄρα τἆλλα” κατὰ κρᾶσιν. κακῶς. τινὲς δὲ “ἔτ᾿ ἄλλο·” καὶ ἄμεινον.

ἐπείγετο γὰρ βελέεσσι] κατεσπεύδετο γὰρ ὑπὸ τῶν βελῶν. §. [*](B=)“ἔμπεδα” δὲ τὰ μὴ σαλευόμενα ὑπὸ δειλίας.

[*](B-)

513. οὔτ᾿ ἄῤ ἐπαίξαι] οὔτε ὁρμῆσαι ἐπὶ τὸ ἴδιον βέλος. τοῦτο δὲ καθολικώτερον εἶπε διὰ τὴν ἡλικίαν, ἐπεί τοι καὶ τοῦ Οἰνομάου (511) ἐξέσπασε τὸ δόρυ καὶ τοῦ Ὀθρυονέως (372 sqq.) τῷ τε Ἄρει αὐτὸν εἰκάζει(500). §. τινὲς δὲ ὑφ´ ἓν γράφουσι “μεθεόν” τὸ ἀφεθέν. ἢ ὅτι μετὰ τὸ λαβεῖν τὸ ἴδιον ἔγχος δειλὸς οὐκ ἦν, αὐτῷ ἐνὸν ἐγκλῖναι καὶ φυγαδείαν ἀσπάσασθαι, ἀλλὰ παρὰ πόδα ὑπεχώρει μαχόμενος· διὸ καὶ “βάδην” (516) εἶπεν.

[*](B=)

514. καὶ ἐν σταδίῃ μὲν ἀμύνετο—τρέσσαι δ᾿ οὐκέτι] εἰκότως οὖν καὶ ἔμπροσθεν συὶ αὐτὸν εἴκασε, τῷ δι᾿ ὑπομονῆς ἑδραίας οὐ δι᾿ εὐκινησίας ἀμυνομένῳ τοὺς ἐπιόντας. §. τὸ δὲ “βάδην” (516) ἀντὶ τοῦ ὑπὸ πόδα.