Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

516. ἀκόντισε Δηίφοβος] ὡς ἀντεραστὴς Ἑλένης, ὡς μαρτυρεῖ Ιβυκος (fr. 34b B.) καὶ Σιμωνίδης (r. 208 B.). ἀλλ᾿ οὔτε ἤρα “μεσαιπόλιος” (361), οὔτε τὸ παρὰ Ιβύκῳ ἀληθές· ἀλλὰ διὰ τοὺς πεσόντας. §. τὸ δὲ “αἰεί” καὶ ἐπὶ τοῦ ἐλαχίστου χρόνου τίθεται, ὡς “αἰεὶ δ᾿ ἡνίοχον” (ΙΙ. 23. 502). §. κότος (517) δὲ οὐκ ἐπὶ τοῦ ἀποκειμένου χόλου. §. οὗτος δέ ἐστιν ὁ ἐπὶ τῷ Ἰδομενεῖ πάντας συναγαγών. ἀλλ᾿ οὔτε Αἰνείας οὔτε αὐτὸς ἐπέτυχεν.

517. *ἔχεν κότον ἐμμενὲς αἰεί] οὐκ ἀποκείμενον.

518. δ᾿ Ἀσκάλαφον] τὸν Ἀσκάλαφον καὶ τὸν Ἰάλμενον Ἄρεος λέγων παῖδας οὐδὲν περὶ αὐτῶν φησι, κωμῳδῶν τοὺς δίχα ἀρετῆς [*](B=)ἐπὶ γένει σεμνυνομένους. §. Ἀσκάλαφος δὲ παρὰ τὸ ἀσκελὲς τῆς ἁφῆς, ὁ λίαν σκληρός.

[*](B-)

521. βριήπιος] παρεξηλλαγμένον ἐστὶ τοῦ βοὴν ἀγαθός, ὡς ποδάρκης καὶ ποδήνεμος. ἢ διὰ τοὺς βρυγμοὺς τῶν πολεμίων. [*](1. διῃρῆσθοι ut B ‖ 2. supplevi ex B 1 3, 4. προσδεδέσθαι B: προσδε- δέχθαι ‖ 6. τἄλλα κ. || 7. ἔτι A: εἴ τι ‖ 12. Ἄρηι || 14. δειλὸς scripsi, δέος coni. ; δὲ; delet Bekker ‖ ἐνὸν delet Bekker ‖ 17. ἀμύνετον ‖ 25. ὄχλου: corr. Bekker || 30. ἀσκαλές Et. Μ. ‖ 33. βρυγμοὺς B: ὀρυμαγδοὺς )

39
§ “οὐδ᾿ ἄρα πώ τι πέπυστο (521) δὲ εἶπεν, ἐπειδὴ ἀνθρω〈πο〉παθεῖς [*](A~B-) οἱ Ὁμηρικοὶ θεοί, ἢ οὐ προσέσχηκεν· ἐπεισόδιον δὲ καινὸν ἑαυ- τῷ προμνηστεύεται· οἷος γὰρ ἔσται Ἄρης ὁπλιζόμενος ἐπὶ τοὺς αὐθέντας τοῦ παιδός, δηλαδὴ ἐπὶ τοὺς ἑαυτῷ φίλους Τρῶας.

523. 〈ἄκρῳ Ὀλύμπῳ〉 ὑπὸ χρυσέοισι νέφεσσιν 〈ἧστ〉 —ἐεργό- μενοι 〈πολέμοιο〉] ὅ ἐστι, ταῖς πύλαις τοῦ Ὀλύμπου. ἢ ἀντὶ τοῦ ‘εἰς τὰ αἰθέρια νέφη,’ ἅπερ τῷ πλησιάζειν αὐτοῦ χρυσίζει.

527. Δηίφοβος μὲν—πήληκα 〈φαεινὴν ἥρπασε〉] ὡς ἐπὶ τὸ πολὺ [*](B=) σκυλεύοντες εὑρίσκονται οἱ Ἕλληνες. ἐνταῦθα δὲ ὁ Δηίφοβος ὥσπερ κλοπῇ κέχρηται καὶ ὀξυλαβ〈ε〉ίᾳ. καὶ ὅρα τὸ ῥῆμα. οὐ γὰρ ἐσκύ- λευσεν, ἔφη, ἀλλ᾿ “ἥρπασε” τὴν πήληκα. πλὴν οὐδὲ οὕτως ἀποφέρεται τὸ σκῦλον, ἀλλὰ τρωθεὶς ἀφίησιν αὐτό.

*πήληκα] παρὰ τὸ πάλλεσθαι.

529. βραχίονα] Κομανὸς θηλυκῶς φησι τὴν βραχίονα, ἵνα ἀκούω- μεν τὴν χεῖρα.

532. πρυμνοῖο βραχίονος] ἄκρου, τοῦ πρὸς τὸν ὦμον, ὡς “νείαιραν [*](Β=) —γαστέρα” (Il. 16. 405) καὶ “ἁπαλοῖο 〈δι᾿ αὐχένος” (Il. 17. 49), ἔνθα μάλιστα ἁπαλός ἐστιν ὁ αὐχήν.

533. τὸν δὲ Πολίτης] οὐκ ἄσημος· “βοὴν ἀγαθόν τε Πολίτην” (II. 24. 250)· “υἱεῖ Πριάμοιο Πολίτῃ” (Il. 2. 791). ἦν δὲ ἐξ Ἑκάβης. §. τὸ δὲ “τιτήνας” (534) ἀντὶ τοῦ περιλαβὼν ταῖς χερσίν, ἐκ τοῦ τιταίνω.

536. 〈μάχης ἠδὲ πτολέμοιο〉] τῶν μαχομένων καὶ πολεμούντων. [*](B=) πολλὰς δὲ τροπὰς τῆς μάχης λαμβανούσης ἐμποδισθέντες ἀπη- νέχθησαν εἴς τινα τόπον.

541. * ἔνθ᾿ Αἰνέας] ὡς Ἑρμέας· οὕτως Ἀρίσταρχος.

[*](AB +)

Ἀφαρῆα Καλητορίδην] Νέστορος οὗτος ἀδελφός.

542. ἐπὶ οἵ] ὀρθοτονητέον τὴν οι· ἀντὶ γὰρ συνθέτου παραλαμ- [*](A=) βάνεται.

543. ἑάφθη] ἐπηκολούθησε, παρὰ τὸ ἕπω τὸ δηλοῦν τὸ ἀκολουθῶ [*](Α+ B-) εἵφθη “ἑάφθη.”

ἄλλως: ἑάφθη] δασυντέον· παρὰ γὰρ τὸ ἅπτω ἀόριστος ἥφθη, [*](Α+ B-) κατὰ πρόσοδον τοῦ ε “ἑάφθη.”

[*](1. supplevi ex B ‖ 2. προσέσχηκεν W: προσέστηκεν ‖ κενὸν: corr. Bekker ‖ 2, 3. ἑαυτῷ Bekker: ἑαυτῶν ‖ 3. οἷον Bekker ‖ 4. ἑαυτῶν ‖ 6. ἀντὶ τοῦ scripsi: ἄλλα || 7. αὑτῷ ‖ 16. ὦμον ὡς B: ἐμμόνως ‖ νεαίρην ‖ 23. lemma ἐξῆγεν πολέμοιο (536)del.et suppl. W || 24. ἐμποδισθέντες B: ἐμποδίζοντες || 26. Αἰνείας textus )
40

544. θυμοραῖστής] τὸ ῥαῖσαι πολλάκις καὶ ἐπὶ τοῦ ἀφελέσθαι τίθεται.

545. Ἀντίλοχος δέ] καὶ προσεκτικὸν τὸν νεανίαν εἰσάγει καὶ μετὰ ἐπιμελείας πάντα πράττοντα· τοιοῦτόν τι ἐνθάδε καὶ τὸ “δοκεύσας,”

[*](Α=)

546. * ἀπὸ δέ] Ζηνόδοτος “διὰ δέ.”

[*](B=)

547. ἀνὰ νῶτα θέουσα] ἀνατομικῶς. οἶδε τὴν καλουμένην κοίλην φλέβα τὴν ἐκ δεξιῶν τῆς ῥάχεως ἀνερχομένην ἀπὸ τοῦ ἥπατος καὶ κατὰ τὸ διάφραγμα χωροῦσαν ἐπὶ τὴν καρδίαν καὶ ἀπὸ ταύτης ἐπὶ τὸν τράχηλον.

[*](B=)

548. ὃ δʼ ὕπτιος] ὀρθῶς ἐπὶ τὴν πληγὴν ἐποίησε πίπτοντα. τῆς φλεβὸς γὰρ διακοπείσης καὶ μηδεμιᾶς ἀντισχέσεως γενομένης ἐπ᾿ αὐτὸ τὸ ἀλγοῦν ἠνέχθη.

549. χεῖρε φίλοις—πετάσσας] εἰς βοήθειαν παρακαλῶν.

550. αἴνυτο τεύχεα—παπταίνων] μέγα μὲν τὸ σκυλεῦσαι, μεῖζον δὲ τὸ προφυλάττεσθαι.