Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

438. στῆθος μέσον] ἐδίδαξε ποῦ κεὶται ἡ καρδία, ὡς καὶ Εὐδήμῳ δοκεῖ.

[*](B=)[*](2. ἔχον W; ἔχειν ut B ‖ 20. κούριον Eust.: οὔριον ‖ 24. ἔχεται ὡς ἂν μὴ coni. W, ἐχέτωσαν μὴ ‖ φαίνοιτο ‖ μή πως ἀπιστοῖτο B ‖ 26. supra μεταβαλὼν add. sec. ἀπὸ τοῦ εἰς ὃ θέλεις ἄγειν ‖ 27. νεκρῷ B: νεκρῶς ‖ 29. προτέρας scripsi, πρὸ τοῦ coni. W: πρὶν B, πρώτην ‖ 30. φαεινώ textus )
34
[*](B=)

439. *ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα] περιέρρηξε δὲ αὐτοῦ τὸν χιτῶνα.

[*](B=)

441. αὖον] ἀντὶ τοῦ ὀξύ· καὶ ἔστιν ἀκοῦσαι σχιζομένου θώρακος ψόφον. §. “ἐρεικόμενος” δὲ ῥησσόμενος· ὅθεν ἐρειγμός καὶ ἐρεικτόν. “ἧψε κατερεικτῶν χύτρας” (Aristoph. Ban. 505). §. δασυντέον δὲ [*](A +)τὸ “αὖον.”

[*](B-)

443. οὐρίαχον] τὴν ἐπιδορατίδα· εἰσὶν οἳ τὴν οὐράν. §. ἔδειξε δὲ [*](B=) ὁρμῶντα προσωτέρω τὸν σίδηρον καὶ ἀνακρουόμενον τῷ παλμῷ τῆς καρδίας καὶ δηλοῖ ὡς μετὰ θάνατον τοῦ παντὸς σώματος ἔτι ζῇ ἡ καρδία.

[*](B=)

444. ἀφίει μένος] τὴν εἰς τοὔμπροσθεν ὁρμὴν ὁ σίδηρος ἵστη, μὴ συγχωρούμενος ὑπὸ τῆς καρδίας. οἳ δέ, τὴν ψυχὴν ἀφιέναι τὸ μένος ἐποίει.

[*](A - B=)

446. ἄρα δή τι ἐίσκομεν] ὄντως ἄρα δή τι νομίζομεν ἄξιον εἶναι τὸ τοὺς τρεῖς τούτους ἀνθʼ ἑνὸς ἀνῃρῆσθαι, ἐφʼ ᾧ σὺ μάτην πεφιλο- τίμησο. ἢ οὕτως, ἄρα ἴσον ὀφείλομεν στοχάζεσθαι τὸ τρεῖς ἀνθʼ ἑνὸς πεφονεῦσθαι, ἢ δῆλον ὅτι πολλῷ μεῖζον καὶ τριπλάσιον; [*](A=)§. Ζηνόδοτος δὲ “δή τι” χωρὶς τοῦ ὁ γράφει.

[*](A-)

449. ὄφρα ἴδῃς] οὕτω Ζηνόδοτος· Ἀρίσταρχος δὲ “ἴδῃ” διὰ τοῦ ι.

*γόνος] ἀπόγονος.

450. ὃς πρῶτον Μίνωα τέκε] πρὸς κατάπληξιν τοῦ πολεμίου λε- γόμενον καὶ ἡμᾶς εὐκαίρως ἐδίδαξεν. §. τὸ δὲ “ἐπίουρον” οἳ μὲν ὡς [*](A + B-)ἐπίσκοπον, οἳ δὲ ἀναστρέφουσι τὴν “ἐπί,” δὲ παρέλκειν αὐτὴν οἴ. ονται. ἄμ ινον δὲ τὸ πρῶτον. οἱ δέ, ὅτι περισσὴ ἡ “ἐπί,” ὡς “ἐπι- βουκόλος ἀνήρ” (Od. 3. 422).

451. Δευκαλίωνα] ἐκ Πασιφάης.

[*](AB=)

452. Δευκαλίων δʼ ἐμὲ τίκτε] “ἐμέ·” ὀρθοτονητέον τὴν ἀντωνυ- [*](B=)μίαν· ἔστι γὰρ ἀντιδιασταλτική. §. τίκτειν δὲ τὸ κτίζειν. §. οἳ δὲ “ἔμ᾿ ἔτικτε.”

πολέσσʼ ἄνδρεσσιν] εἶπε γὰρ “ἐν δʼ ἄνθρωποι πολλοὶ ἀπειρέσιοι” (Od. 19. 172).

[*](AB =)

456. ἑταρίσσαιτο] συνεργὸν καλέσαιτο.

[*](B-)

458. δοάσσατο] τοῦ δοκῶ παραγωγόν ἐστι δοκάσατο καὶ ἀποβολῇ [*](4. κατʼ ἐρεικτῶν χεῖρας: corr. Bekker ex Ar. codd. ‖ 6. ἐπιδ. οἴτιν᾿ οἱ ‖ 10. σίδ. ἠφίει B ‖ 13. τις ἐ. ‖ 14. πεφιλοτίμησο B: ἐφιλοτιμήσω ‖ 17. Ἀρίσταρχος pro z. A ‖ 18, 19. χωρὶς τοῦ A ‖ 22. ὡς post δὲ omisi ut B ‖ 23, 24. βούλονται B ‖ 32. καλέοιτο B, καλέσοιτο)

35
τοῦ κ δοάσατο, ὡς “ῥάδαλον 〈δον〉ακῆα” (Il. 18. 576) ἀντὶ τοῦ καράδαλον, εὐκράδαντον.

460. ἐπεμήνιε] ἐμέμφετο· “ὁ ξεῖνος δʼ εἴπερ μάλα μηνίει, ἄλγιον [*](B -) αὐτῷ” (Od. 17. 14)· “ἀλλʼ ἀπομηνίσει” (Od. 16. 378).

461. οὔτι τίεσκεν] ἢ ὡς τῆς μητρὸς ἐκμηνάσης Ἀλέξανδρον, ἢ ὡς [*](B-) τιμωμένου ὑπὸ τῶν Τρώων· φησὶ γὰρ “Αἰνείαν θʼ, ὃς Τρωσὶ θεὸς ὣς τίετο δήμῳ” (Il. 11. 58)· οἳ δὲ ὅτι πολίτῃ τὴν ἀδελφὴν δέδωκεν Ἀλκάθῳ· καὶ γὰρ ἐγνωκὼς τὸν χρησμὸν (Il. 20. 307) οὐκ ἂν Αἰνείας ὑπερήσπισεν Ἐκτορος, οὐ Κύπρις Ἀνδρομάχῃ παρέσχε τὴν ἄμπυκα (Il. 22. 470), οὐ τὸ σῶμα ἐφύλαξεν Ἕκτορος (Il. 23. 185).

*ἢ ‘ἐόντα μετ’ ἀνδράσιν’ ἢ ‘μετ’ ἀνδράσι τίεσκεν.’

[*](A=)

464. γαμβρῷ] ἀδελφῆς ἀνδρί. “οἶος, σὺ〈ν〉 γαμβροῖσι κασι- [*](B=) γνήτοισί τε σοῖσ〈ιν〉” (Il. 5. 474).

εἴπερ τίς σε κῆδος] κηδεία τοῦ νεκροῦ. §. τὸ δὲ “ἐπαμύνομεν” [*](B=) τινὲς “ἐπαμυνέμεν·” ὑγιέστερον δὲ τὸ καὶ ἑαυτὸν συναριθμεῖν τῇ ἐπικουρίᾳ πρὸς τὴν ἐκείνου αἰδῶ.

466. * τυτθόν] ἡ λέξις Θετταλῶν.

468. 〈θυμὸν ἐνὶ〉 στήθεσσιν ὄρινεν] τῶν γὰρ παλμῶν αἰτία ἡ [*](B=) θέρμη τοῦ περὶ καρδίαν αἵματος.

469. βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πολέμοιο μεμηλώς] ἡ τοῦ φίλου [*](B=) συμφορὰ ἀμαυροῖ τὴν ἐπὶ τῷ ἐχθρῷ μῆνιν.

470. φόβος λάβε] καὶ πῶς αὐτός φησι “δείδια δʼ αἰνῶς Αἰνείαν ἐπιόντα” (481); ἢ φόβον τὴν φυγήν φησιν· ἐπάγει γοῦν “ἀλλ᾿ ἔμεν᾿, ὡς ὅτε τις σῦς” (471).

τηλύγετον ὥς] ἤτοι μεμονωμένον ἢ γέροντ〈α〉 ἢ τηλοῦ τῆς [*](A-) ἡλικίας ἐλθόντα· ἢ ὁ τέλος τῆς γενέσεως ἔχων, μεθʼ ὃν ἄλλος οὐκ ἐτέχθη τῷ πατρί, ὡς Ὀρέστης καὶ Ἑρμιόνη· οἱ τοιοῦτοι δὲ ὡς ἐπί- παν δειλοί, ὑγρᾷ ἀνατρεφόμενοι διαίτῃ· οἳ δὲ ἀγαπητὸν διὰ τὸ τοῖς φίλοις ἀρήγειν.

471. ἀλκὶ πεποιθώς] ἀπὸ τῆς ἄλξ καὶ ἄλξω καὶ ἄλξις καὶ ἔπαλξις. [*](B-) §. ὡς μεσαιπόλιος δὲ καὶ δυσκίνητος οὐκ εἰκάζεται λέοντι ἀλλὰ τῷ δευτερεύοντι καὶ λοχῶντι τοὺς ἐπιόντας. §. κολοσυρτός δὲ ὁ μετὰ [*](B-) [*](3. ἐπεμέμφετο B ‖ 5. τῆς μητρὸς ἐκμηνάσης Ἀλέξανδρον Eust.: τῆς ῥέος μηνισάσης Ἀλεξάνδρῳ ‖ 6. Αἰνείας ὃς ‖ 8. καὶ W, εἰ coni. Bekker: δεῖ ‖ 10. ἐφύλασσεν ‖ 15. ἐπαμυνέμεν Nauck: ἐπαμῦναι ‖ 18. σιτία ἢ B: ἡτία pr., ἡ αἰτία sec. ‖ 21. πρὸς τὸν ἐχθρὸν B ‖ 22. supra φησὶ add. sec. κάτωθεν ‖ 28. ἀναστρεφόμενοι)

36
κολῳοῦ ἐπισυρμός. ἢ ὁ μέγας θόρυβος· κόλον γὰρ τὸ μέγα, καὶ κολόκυμα· καὶ ὁ μεγάλην ἁφὴν ἔχων κόλαφος καλεῖται.

473. * χώρῳ ἐν οἰοπόλῳ] ὁ γὰρ μονιὸς ἀλκιμώτερος.

474. πυρὶ λάμπετον] ὡς πυρί, ἢ ὑπὸ πυρός· καὶ ἀλλαχοῦ δέ φησι “πῦρ δ᾿ ὀφθαλμοῖσι δεδ⌈ο⌋ρκ ⌈ώς⌋” (Od. 19. 440).