Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

407. * δινωτήν] περιφερῆ· δῖνος γὰρ ὁ τόρνος.

[*](B=)

δύω κανόνε〈σ〉σι] οὐ γὰρ αὐτὴν ἔνδον ἐχίαζον πρὸς ἀσφά- λειαν. ἡ δὲ τοῦ Σαρπηδόνος αὐτοὺς ἔξωθεν εἶχεν. ἢ ἀντὶ πορπάκων αὐτοὺς εἶχον, ὡς Αὐτόχθων.

[*](1. suppl. W ‖ 7, 11. supplevi ex B 13. αὐτοῦ B: αὐτὸν ‖ 20. supplevi ex B ‖ 22. τοῖς πολεμίοις ‖ 24. supplevi ex A ‖ 32. αὐτὴν Eust.: αὐτῷ ‖ ἐχίαζον Eust.: ἔχρῃζον)
32
[*](A +)

κανόνε〈σ〉σʼ] ἐκ πλήρους δεῖ γράφειν “κανόνεσσι.”

[*](B -)

408. ἐάλη] συνειλήθη· ἄλλος δέ τις “πρόσσω—κατέκυψε, τὸ δʼ ἐξόπιθεν δόρυ μακρὸν οὔδει ἐνισκίμφθη” (Il. 16. 611)· δʼ Ἕκτωρ “ἀλεύατο· ἕζετο γὰρ προιδών (Il. 22. 274) “ὃ δʼ ὕπαιθα λιάσθη Πουλυδάμας” (Il. 15. 520). τοσαύτη ἐστὶ τῷ ποιητῇ εὐπορία.

[*](B=)

409. καρφαλέον] ἐναργεστάτη 〈ἡ〉 ὀνομασία· τοῦ γὰρ δόρατος πλη- γὴν μὲν οὐ ποιήσαντος διαδραμόντος δὲ ἄκρως τὸν ψόφον τῆς ἀσπίδος [*](B=)ἐμιμήσατο. §. διὰ δὲ τοῦ “ἄυσεν” ἐλαφρὸν μὲν ἦχον, ἐπὶ πολὺ δὲ παρατεινόμενον ἔφρασε, τοῦ δόρατος καὶ τὴν ἴτυν παρατρίψαντος.

[*](B-)

411. ἀλλʼ ἔβαλε] προσυνίστησι τὸν Δηίφοβον, ἐπεὶ διάδοχος Ἕκτορος ἔσται. ἀλλʼ ὅρα πάλιν τὴν τέχνην· ἀποτυχίᾳ γὰρ τοῦ Ἰδομενέως ἄλλον ἀναιρεῖ κατά τινα τύχην ἐπιτυχών, ὡς καὶ τὸν Ἀμφίμαχον ἄλλο τι πράσσοντα ἀναιρεῖ (186).

[*](B=)

412. ἧπαρ] ἔβαλεν αὐτὸν εἰς τὸ ἧπαρ ὑποκάτω τῶν φρενῶν. φρένες δὲ αἱ διεζωσμέναι τὸν ὑπὸ τῷ πνεύμονι καὶ τῇ καρδίᾳ τόπον, ὃς καλεῖται διάφραγμα. §. ὑφʼ ἧπαρ καὶ φρένας πέπληγεν.

[*](B-)

413. ἔκπαγλον] ὑβριστικῶς· “ἔκπαγλον καὶ ἀεικές” (Od. 17 [*](B=)216). §. ἐξελέγχει δὲ ὁ ποιητὴς τὸ ἄκαιρον· οὐδὲν γὰρ μέγα διαπρα- ξάμενος οὐδὲ ἐπιτυχὼν τοῦ προκειμένου οὐδέ τινα τῶν ἐπισήμων ἀνελὼν κομπάζει. σαρκασμὸς δὲ ταῦτα διὰ Ἰδομενέα.

415. *εἰς Ἄιδος] Ἀττικῶς.

[*](B=)

417. Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο, Ἀντιλόχῳ 〈δὲ μάλι- στα〉] ὡς τῆς λύπης κολοβούσης τὰς ὁρμάς. διὸ καὶ Ἀχιλλεὺς καμὼν καὶ ὑπὲρ Πατρόκλου λυπούμενος οὐ κατελάμβανεν Ἕκτορα.

419. ἑταίρου] τὴν αἰτίαν ἐπιφέρει· καὶ γὰρ ἦν αὐτοῦ ἑταῖρος. §. [*](B=)ἐκάλυψε δὲ αὐτὸν τῇ ἀσπίδι, ἵνα μὴ σκυλευθ〈εί〉 ὑπὸ τῶν πολεμίων.

[*](B=)

423. βαρέα στενάχοντες] ἐπὶ τῶν φερόντων. §. Ζηνόδοτος δὲ γε- [*](A + B)λοίως “στενάχοντα” ἐπὶ τοῦ νεκροῦ.

424. Ἰδομενεύς] τινὲς περισπῶσιν· οἳ δὲ “μένος” ἀντὶ τοῦ μένους. ὡς “μέθυ χίλια μέτρα” (Il. 7. 471) οἱ δὲ “μέγα ἵετο” μεγάλως ἐπεθύμει· ἄμεινον δὲ εὐθεῖαν εἶναι, ὡς τὸ “οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος” (Il. 21. 305).

[*](B=)

425. νυκτὶ καλύψαι] περιφραστικῶς ἀποκτεῖναι.

[*](1. γράφειν τὸ κανόνεσιν ‖ 6. supplevi ex B ‖ 6, 7. πληγὴν B: πνοιὴν ‖ 11. ἀποτυχὼν coni. Bekker ‖ 13. ἀλλʼ ὅτι: corr. Bekker ‖ 16. πε- πληγμένη ‖ 17. ὑβριστικὸν B ‖ 25. καὶ W; σὺ ‖ 27. στενάχοντε textus ‖ 27, 28. γελοίως B: γελοῖος ‖ 32. τεὸν μένος ‖ 33. ἀναιρῆσαι B)
33

426. ἀμύνων λοιγὸν Ἀχαιοῖς] Ἑλληνικὸν τὸ φρόνημα τὸ ὑπὲρ [*](B=) φίλων ἑτοίμως ἔχον πεσεῖν. §. “δουπῆσαι δὲ τὸ ἐν πολέμῳ πεσεῖν· [*](B-) ὅταν δὲ εἴπῃ “δεδουπότος Οἰδιπόδαο” (Il. 23. 679), ὡς κατακρημ- νίσαντος ἑαυτὸν ἐπὶ ταῖς συμφοραῖς.

428. ἥρωʼ Ἀλκάθοον] “ἤρων” τινὲς Ἀττικῶς· “ἀλλʼ εἰς ἥρων τι παρήμαρτον” Ἀριστοφάνης (fr. inc. 692 K.).

〈ἥρωʼ Ἀλκάθοον,〉 γαμβρὸς δʼ ἦν] ὑπὲρ ποικιλίας ἐξήλλαξε τὴν [*](B=) ἀπαγγελίαν, οὐκ ἐπιμείνας ἐπὶ τῆς αἰτιατικῆς.

429. Ἱπποδάμειαν] ἐξ Ἐριώπιδος· αὕτη γὰρ γυνὴ Ἀγχίσου.

* ὁ “δέ” ἀντὶ τοῦ γάρ.

430. τὴν περὶ κῆρι φίλησεν] καὶ ταῦτα εἰς σύστασιν τοῦ Ἀλκα- [*](B=) θόου, ὅτι διʼ ἀρετὴν τῆς ἀρίστης ἔτυχε γυναικός. ἔχει δέ τι παι- δευτικὸν ὁ λόγος, ὅτι καὶ τοῖς γονεῦσι πρὸς τοὺς ταῖδας εὔνοια πλείων γίνεται διʼ ἀρετήν, οὐ διὰ τὴν φύσιν. §. τὸ δὲ “περὶ κῆρι” ὑπὲρ τὸ [*](B =) τῆς φύσεως μέτρον.

432. τοὔνεκα 〈καί〉 μιν γῆμεν ἀνὴρ ὥριστος] ποιεῖ τὰς γυναῖκας σπεύδειν πρὸς κοσμιότητα.

ὥριστος] τινὲς ἄλλους ὑποτάσσουσι, “πρὶν Ἀντηνορίδας τρα- φέμεν καὶ Πανθ〈ό〉ου υἷας Πριαμίδας θʼ, οἳ Τρωσὶ μετέπρεπον ἱπποδάμοισιν, ἕως ἔθʼ ἤβην εἶχεν, ὄφελλε δὲ κούριον ἄνθος.”

*κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσίν] ὡς “οὐ δέμας οὐδὲ φυήν, οὔτʼ ἄρʼ φρένας (Il. 1. 115).

434. ὑπʼ Ἰδομενῆς Ποσειδάων ἐδάμασσεν] τοῦ πιθανοῦ ταῦτα [*](Β=) ἔχεται, μὴ ἀπίθανος φαίνηται ὁ Ἰδομενεὺς ὑπὲρ τὴν ἡλικίαν τινὰ κατορθῶν.

435. θέλξας 〈ὄσσε φαεινώ〉] μεταβαλὼν τῆς ὀξυωπίας· καὶ ἔστηκεν [*](B -) ἀκίνητος οὐχ ὁρῶν, τρόπον τινὰ τῆς ψυχῆς νεκρῷἐνοικούσης τῷ σώματι· καὶ “οὐδέ με θέλξεν” (Od. 10. 318) καὶ “ὡς οὔτι πιών τάδε φάρμακʼ ἐθέλχθης” (ib. 326). οἷον ἀπὸ τῆς προτέρας εὐτονίας μετεβλήθη.

*ὅσσε φαεινά] οὐδετέρως· καὶ ἀλλαχοῦ “τὼ δέ οἱ ὅσσε παρ ποσὶν αἱματόεντα” (617).

437. * στήλην] παρὰ τὴν στάσιν ὠνόμασται.

[*](B+)