Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

375. *ἐτεόν] ἐτός ἐτεός.

376. ὃ δʼ ὑπέσχετο] οὐ διηγεῖται νῦν τὸ πραχθὲν ὁ Ἰδομενεύς, ἀλλʼ [*](B=) ἐλέγχει· ἔστι γὰρ τὸ “ὃ δέ” ἀνθ᾿ ὑποτακτικοῦ ‘ὃς δὴ ὑπέσχετο·’ “ὃ δέ οἱ παρελέξατο λάθρῃ” (Il. 2. 515).

377. ταῦτά γε] τινὲς ἀπιθάνως ὤξυναν, 〈ἵν〉 ᾖ ἀπὸ τοῦ τὰ αὐτά.

[*](A+)

* τελέσαιμεν] οὐ ψευσαίμεθα.

[*](1. supplevi ex B ‖ 5. ἐπεὶ σ. W : ἐπισ. ‖ 8. Ἀρίσταρχος ‖ 10. οἰκειῶν ‖ 11. ὕψει ‖ 14. supplevi ex B 18. αὐτοῦ B: αὐτῷ ‖ 20. ἐρεῖ W. προφέρει B: αἱρεῖ ‖ 21. supplevi ex Eust. 22. ἐκ W: ἐπὶ ‖ τῶν ἐπαγ- γελμάτων B: τῷ ἐπαγγέλματι 24. φ. π. τὸν δεινὸν ‖ 25. σέ ποιήσομαι Bekker: ἐσποιήσομαι ‖ 31. supplevi ex A ‖ ἢ)
30
[*](A + B-)

381. συνώμεθα] τὰς συνθήκας συνημο〈σύ〉νας φησίν· “συνη- μοσύνας ἀγόρευε” (Il. 22. 261). συνθήκας καὶ συμβόλαια ποιήσω- [*](A~)μεν. §. δασυντέον δὲ τὸ “συνώμεθα·” ἀπὸ γὰρ τοῦ ἵημί ἐστιν. [*](A + B=)§. ἑεδνωταὶ δὲ οἱ πενθεροί, οἱ τὰ ἕδνα λαμβάνοντες. §. ὀξυτόνως δέ, [*](A +) ὡς χρυσωταί.

383. *τινὲς “διὰ κρατερῆς ὑσμίνης.”

[*](B=)

384. τῷ δʼ Ἄσιος ἦλθεν] πιθανὸν τὸ ἀλαζόνι ἐπιβοηθεῖν τὸν ὁμοιότροπον καὶ ἄμφω ὑπὸ τοῦ αὐτοῦ ἀναιρεῖσθαι. §. τινὲς μὲν [*](A =)“ἦλθεν ἀμύντωρ” γράφουσιν, Ἀρίσταρχος δὲ “ἦλθ᾿ ἐπαμύντωρ.”

[*](B=)

385. τὼ δὲ πνείοντε κατʼ ὤμων] καὶ ταῦτα εἰς τὸ ἦθος Ἀσίου, ὅτι οὐκ ἀφειστήκει τοῦ ἅρματος· ἄλλῳ γὰρ οὐδενὶἐπήλπιζεν ἢ τῷ κάλλει τῶν ἵππων. τὸ ἕτοιμον οὖν δηλοῖ· οὕτω γὰρ ἦν παρεσκευασμένος ὥσ〈τε〉 καταπνεῖσθαι 〈ὑπὸ τῶν ἵππων〉.

386. ὃ δὲ ἵετο—Ἴδομενῆα βαλεῖν· ὃ δέ μιν φθάμενος βάλε δουρί] ὅτι περὶ τοὺς ἵππους ἐπτόητο· νῦν δὲ ἀποδίδωσι τὸ “οὐδʼ ἄρʼ ἔμελλεν ἵπποισι—καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν ἂψ ἀπο- νοστήσειν” (Il. 12. 113). §. τὸ δὲ “λαιμὸν ὑπʼ ἀνθερεῶνα” εἰς [*](B=)τὸν 〈ὑπʼ〉 \νθερεῶνα λαιμόν.

[*](B+)

388. διαπρὸ 〈δὲ χαλκὸν ἔλασσεν〉] τινὲς περισσεύειν 〈φασὶ〉 τὴν “πρὸ,” ἵν᾿ ᾖ διήλασεν· ἢ ἐς τὸ πρόσθεν διήλασεν.

[*](AB -)

389. ἀχερωίς] ἡ λεύκη· ταύτην γὰρ ἀνήγαγεν Ἡρακλῆς ἐξ Ἀχέροντος· οἳ δὲ τὴν αἴγειρον, καὶ “ἀχελωίς” γράφουσιν, ἐπεί φησιν “αἰγείρων ὑδατοτρεφέων” (Od. 17. 208). ὅτι δὲ μέγας ἦν, ἀλλαχοῦ φησι “μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδὲ φέ- βοντο” (Il. 12. 130).

[*](AB-)

390. βλωθρή] εὐα〈υ〉ξῆ, τινὲς δὲ ἁπαλὴν κατὰ Ἀρκάδας, οἳ δὲ ὑψηλὴν κατὰ Βοιωτούς, ἢ φλοιοβαρῆ κατὰ Μάγνητας, ἢ τραχεῖαν κατὰ Δρύοπας, ἢ ηὐξημένη〈ν〉 κατὰ Τυρρηνούς, ἢ σκληρὰ〈ν〉 κατὰ Καρυστίους. ἄκρως γὰρ διὰ τῶν ἐπιθέτων τὰ ἰδιώματα παρίστησι, “δρυσὶν ὑψικόμοισιν” (Od. 9. 186), “ἰτέαι ὠλεσίκαρποι” (Od. 10. 510), ἐλαίης τανυήκεος ὄζοι, “〈αἰγείρων〉 ὑδατοτρεφέων” (Od. 17. 208), “τανύφλοιόν τε κράνειαν” (Il. 16. 767).

[*](1. οὖν post φ. omisi ‖ 2, 3. ποιήσομεν ‖ 4. ὀξύνεται B ‖ 6. κατὰ κρ. ὑ.: corr, W; κατὰ κρατερὴν ὑσμίνην textus; διὰ κρατερὴν ὑσμίνην A in textu ‖ 7. τὸ B: τῷ ‖ 8. ὁμοιότροπον B: ὅμοιον τρόπον ‖ 9. ἦλθ᾿ ἐπαμύντωρ textus ‖ δὲ ἐπʼ ἀμύντωρ ‖ 10. ὤμιων textus: ὦμον ‖ 13, 18, 19. supplevi ex B ‖ 22. ἀχελωίς Eust.: ἀχερωίς ‖ 28. δρύωπας ‖ 31. ἐλαίης τανυήκεος ὄζοι confusum ex Od. 23. 190 “θάμνος τανύφυλλος ἐλαίης” et Il. 16. 768. “ἔβαλον τανυήκεας ὄζους” vidit ‖ supplevi ex A)
31

οὔρεσι τέκτονες] Νικίας ὑφʼ ἓν “οὐρεσιτέκτονες·” 〈οὐκ〉 εὖ〉· [*](AB-) ἔδει γὰρ καὶ τὸ “οὔρεσι βουκόλοι” (571) συνάπτειν. ἄλλως τε ἔσονται οἱ ὄρη κατασκευάζοντες. δύο οὖν μέρη λόγου ἐστί, καὶ λείπει τὸ οὖσαν, οὔρεσιν οὖσαν,’ ὡς τὸ “ἥν τʼ ἐν ὄρεσ〈σ〉ι χαλκίδα κικλήσκουσι θεοί” (Il. 14. 290).

391. νεήκεσι] ὡς εὐμήκεσιν· ἐχρῆν δὲ ὡς εὐγενέσιν.

[*](A + B-)

392. *διὰ τούτων τὴν περὶ τὸ ἅρ〈μα〉 ματαίαν αὐτοῦ σπουδὴν [*](B=) ἐμφανίζει.

393. βεβρυχώς] ἐναργῶς δείκνυσιν εἴδωλον ἥρωος ἐν αὐτῷ τῷ [*](A~ B=) θυμῷ τὴν ψυχὴν ἀφιέντος καὶ ἀπρὶξ τῆς γῆς δεδραγμένου. τινὲς δὲ ἓν ἐξ ἀμφοῖν· 〈ἐν〉 τῷ βρυχᾶν γάρ φασι τοῖς ὀδοῦσιν ἐδράττετο τῆς γῆς. §. τὸ δὲ “αἱματοέσσης” μερικῶς ἀκουστέον, οἷον τῆς διʼ [*](B=) αὐτοῦ αἱματοέσσης· καὶ γὰρ ἔμφασις δεδράχθαι αὐτὸν κόνεως πε- φυρμένης ὑπʼ αὐτοῦ.

394. 〈ἐκ δέ οἱ ἡνίοχος〉 πλήγη φρένας] ἐξεπλάγη δὲ τὰς φρένας [*](B=) ὁ ἡνίοχος αὐτοῦ ὡς ἐπί τινι παραδόξῳ· εἰκὸς γὰρ καὶ τὸν Ἀσίου ἡνίοχον ἀλαζόνα τινὰ καὶ ἀνόητον εἶναι, ἀκαταμάχητον τὸν δεσπότην οἰόμενον, εἶτα ἐπὶ τῷ παραδόξῳ πτώματι ἐκπεπληγμένον.

395. ἀλύξας] στρέψας. “στρέψαι” (390) ἀλύξαι. §. πιθανὸν δὲ τὸ πλάσμα 〈εἰς〉 τὸ ἁλῶναι καὶ τοὺς ἵππους· ἐπεὶ γὰρ φθάνει [*](B=) συστήσας αὐτούς, οὐκ ἦν πιθανὸν ἐκ τοῦ εὐχεροῦς ἁλίσκεσθαι ὑπὸ τῶν πολεμίων. διὰ τὴν ἔκπληξιν οὖν τοῦ ἡνιόχου πιθανῶς τὸ τοιοῦτο πράττεται.

399. *ὅ γ’ ἀσθμαίνων] χωρὶς τοῦ “〈γ〉ε.”

[*](A+)

εὐεργέος] νῦν μάλιστα ἁρμόδιον τὸ ἐπίθετον ἐπὶ τοῦ Ἀσίου δίφρου· αὐτός τε γὰρ μέγας καὶ οἱ ἵπποι καλοὶ καὶ ὁ δίφρος εὐεργής.

401. *ἐξέλασε] ἐξελαθῆναι ἐποίησεν.

402. * καὶ “μάλα σχεδόν” ἐλθὼν ἀποτυγχάνει.

403. Ἀσίου ἀχνύμενος] λείπει ἡ περί, ὡς τὸ “θυμὸν ἑταίρου [*](A +) χώεται αἰνῶς” (Il. 20. 29).