Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

116. ἀντί νυ πολλῶν] ἀντὶ τοῦ ἶσος· προτρεπτικὸν δὲ εἰς εὐσέ. [*](A +) θείαν.

119. 〈φρεσὶ〉 λευγαλέῃσι 〈πιθήσας〉] ὅ ἐστιν ὀργῇ πεισθείς· [*](B +) ὀλεθρεύει γὰρ αὕτη τὰς φρένας· “ φρένας ἔφθιεν” (Il. 18. 446).

120. ἐθέλω ἀρέσαι] ἐλευθερίως ὁμολογεῖ ὃ Νέστωρ ἐκοινοποιή- [*](B=) σατο.

ἀπερείσια] ἵνα μὴ σμικροψυχίας ἕνεκεν δοκῇ τὸν στρατὸν ἀπο- [*](Β=) στερεῖν συμμαχίας.

121. *ἐν πάντεσσι—ὀνομήνω] δῆλον ὡς καὶ προέσκεπτο τὰς λίτας.

122. ἀπύρους] ὡς πρὸς σύγκρισιν τῶν ἐμπυριβητῶν. §. “αἴθωνας᾿᾿ [*](B=) δὲ ίους εἰς πῦρ βαλλομένους· “ὡς δὲ λέβης ζεῖ ἔνδον (Il. 21. 362).

[*](Β=)

123. δώδεκα δʼ ἵππους] ἱπποτρόφοι Θεσσαλοί· καλῶς δὲ ὁ ἄρτιος [*](B=) τῶν ἵππων ἀριθμὸς ἱκανὸς πρὸς ἐπίζευξιν.

124. πηγοὺς ἀθλοφόρους] μέλανας· τούτους γὰρ ἀρίστους φασὶν [*](Β-) οἱ περὶ ἵππων γράψαντες. ὁμοίως καὶ “κύματι πηγῷ” (Od. 5. 388), εἴγε ἀλλαχοῦ φησι “μέλαν τέ ἑ κῦμʼ ἐκάλυψεν” (ib. 353)· τινὲς δὲ μεγάλους, εὐτραφεῖς, ὑψαύχενας. §. διήρηται ἡ ὑπό- [*](B=) σχεσις εἰς δύο τόπους 〈καὶ〉 χρόνους· διὰ δὲ 〈τῆς〉 ποικιλίας τῶν δώρων θηρεύειν οἴεται Ἀχιλλέα, εἴτε φιλότιμος, διὰ τῶν ἵππων, εἴτε φίλο- χρήματος, πολὺν χρυσὸν καὶ χαλκὸν διδούς, εἴτε φιλογύνης εἴη, θυγατέρα πρὸς γάμον.

οἳ ἀέθλια ποσ〈σ〉ὶν ἄροντο] οὐκ ἐν Πελοποννήσῳ εἰσὶν οἱ ἵπποι [*](B=) ἠγωνισμένοι—εἶεν γὰρ ἂν ἤδη γέροντες -ἀλλʼ ἐν Ἰλίῳ νενικήκασιν ἐπιταφίους ἀγῶνας ἀγωνιζόμενοι.

125. οὔ κεν ἀλήιος εἴη] διακόπτει τὸ ὁμοειδὲς τοῦ καταλόγου, [*](Β=) τῶν δώρων τὸ ὁμοειδὲς ἐκκλίνων. ἅμα δὲ καὶ ἑκάστην μερίδα σπου- δαίαν ἀποδείκνυσι καὶ δῶρα δώροις προστίθησι καὶ τὴν ἔπειτα χάριν αὔξει.

128. δώσω (δʼ) ἑπτὰ γυναῖκας] ἐντέχνως τῶν δώρων μέσας ἔταξε [*](A~ B=) τὰς γυναῖκας, ἵνα μὴ ὑπόνοιαν παράσχῃ ὡς ἀκρασίαν καταψηφιζόμε- νος αὐτοῦ. καὶ περὶ μὲν ὧν οἶδε μαρτυρεῖ, περὶ δὲ τῶν Ἰλιάδων “αἵ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.”

*ἀμύμονα] οὕτως Ἀρίσταρχος, Ζηνόδοτος δὲ “ἀμύμονας.᾿᾿

[*](A+)

129. ἅς, ὅτε Λέσβον] πιθανῶς ἔπαινον Ἀχιλλέως παρέμιξε καὶ [*](B=) [*](4. ἀλοθοεὺει || 9. προεσκέπτετn W περιεσκέπτετο ‖ 30. ὑπόνοιαν B: ἀπόνοιαν 32. κάλλιστʼ ‖ 33. ἀμύμονα] Ἀρίσταυχος μετὰ τοῦ σ “ἀμύμονας” A)

300
μόνον οὐχὶ παραχυρήσειν αὐτῷ τῶν αὐτοῦ σκύλων φησίν. ἅμα δὲ καὶ ὑπʼ ὄψιν αὐτῷ τὴν δωρεὰν ἄγει ἐμφαίνων, ὅτι ἃ οἶδεν ἐκεῖνος δίδωσιν. ἀπλοῦν δὲ τὸ ἦθος, καὶ πάντα πρὸς πειθώ.

130. ἐξελόμην] Ζηνόδοτος δασύνει τὸ “ἐξ,᾿᾿ ἀριθμὸν αὐτὸ ἐκδε- χόμενος, οὐχʼ ὑγιῶς· φησὶ γὰρ “ἀτὰρ ὀγδοάτην” (Il. 19. 246). ἄλλως τε οὐ δῶρον Βρισηίς.

[*](B=)

132. ὅρκον ὀμοῦμαι] διὰ τοῦ ὅρκου τὸν ζῆλον τοῦ ἔρωτος τοῦ Ἀχιλλέως θεραπεύει καὶ τὸ σῶφρον ἑαυτοῦ ἐνδείκνυται, διὰ φιλοτι- μίαν, οὐκ ἀκρασίας ἕνεκεν ἀφελόμενος Βρισηίδα.

[*](A~)

*κούρην] Αὐτόχθων δίχα τοῦ ν “κούρη Βρισῆος.᾿᾿

[*](A+)

133. * τῆς εὐνῆς] λείπει τὸ ἄρθρον· καὶ “εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν᾿᾿ (Od. 2. 206).

[*](B=)

134. ἣ θέμις ἀνθρώπων] θαυμασίως φύσεως νόμῳ τὴν αἰσχρὰν λέξιν ἐκάλυψε, τὰ τῆς συμπλοκῆς ταπεινὰ καὶ ἀνθρώπινα τιμιωτάταις προσηγορίαις ἐπισκιάζων.

[*](A+ B=)

* ἣ θέμις] δασυντέον τὸν “ἥ” καὶ ὀξυντέον, ἰσοδυναμοῦντα τῷ ὡς.

135. * παρέσσεται] ὥστε εἰς γ΄ καιροὺς ἡ διαίρεσις.

137. *νῆα] ἄδηλον πότερον δύο ἢ μίαν· πολύχρυσοι δὲ ἐξ ἀρχῆς οἱ βάρβαροι.

[*](B=)

139. αὐτὸς ἑλέσθω] τὴν δωρεὰν ἡ ἐκλογὴ ποιεῖ μείζω μακράν τε αὐτὸν τίξησι τοῦ γυναικείου πόθου.

140. * τὲ “αἴ 〈κε〉” ἀντὶ τοῦ ἐάν, ἐπεὶ καὶ τὸ “ἔωσιν” ὑπο- τακτικόν.

[*](AB=)

αἵ κε μετʼ Ἀργείην Ἑλένην] οὐχ ὡς αἰχμάλωτον, ἀλλʼ ὡς πρεσ- βεύουσαν ἁπασῶν ἐν κάλ〈λ〉ει.

[*](B=)

141. * οὖθαρ ἀρούρης] τρόφιμον τῆς γῆς.

[*](A + B=)

143. τηλύγετος] μονογενής, ἢ μεθʼ ὃν οὐ παιδοποιεῖ τις. τινὲς δέ φασι λείπειν τὸ ὡς.